1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

71

ὁ δὲ διδασκάλου τάξιν ἐπέχει· ὁ μὲν ἄρχοντος, ἡ δὲ ἀρχομένης. Καὶ ἀπ' αὐτῆς δὲ τῆς τοῦ σώματος διαπλάσεως ἴδοι τις ἂν, ὅτι ἕν εἰσιν ἀπὸ γὰρ τῆς πλευρᾶς γέγονε, καὶ ὥσπερ ἡμίτομα δύο εἰσί. ∆ιὰ τοῦτο καὶ βοηθὸν καλεῖ, ἵνα δείξῃ ὅτι ἕν εἰσι· διὰ τοῦτο καὶ πατρὸς καὶ μητρὸς προτιμᾷ τὴν συνοίκησιν, ἵνα δείξῃ ὅτι ἕν εἰσι. Καὶ ὁ πατὴρ ὁμοίως χαίρει καὶ θυγατρὸς καὶ υἱοῦ γαμούντων, ὡς πρὸς οἰκεῖον μέλος ἐπειγομένου τοῦ σώματος· καὶ τοσαύτη δαπάνη γίνεται καὶ χρημάτων ἐλάττωσις, καὶ ὅμως οὐκ ἀνέχεται ἄγαμον περιορᾷν. Ὥσπερ γὰρ ἀπεσχισμένης αὐτῇ τῆς σαρκὸς, ἀτελὴς πρὸς παιδοποιίαν ἑκάτερος, ἀτελής ἐστι πρὸς βίου σύστασιν τοῦ παρόντος ἑκάτερος. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης φησίν· Ὑπόλειμμα πνεύματός σου. Πῶς δὲ καὶ γίνονται εἰς σάρκα μίαν; Καθάπερ χρυσοῦ τὸ καθαρώτατον ἂν ἀφέλῃς καὶ ἑτέρῳ ἀναμίξῃς χρυσῷ, οὕτω δὴ καὶ ἐνταῦθα, τὸ πιότατον τῆς ἡδονῆς χωνευούσης ἡ γυνὴ δεχομένη τρέφει καὶ θάλπει, καὶ τὰ παρ' ἑαυτῆς συνεισενεγκαμένη ἄνδρα ἀποδίδωσι. Καὶ γέφυρά τίς ἐστι τὸ παιδίον. Ὥστε οἱ τρεῖς σὰρξ γίνονται μία, τοῦ παιδὸς ἑκατέρωθεν ἑκατέρους συνάπτοντος. Ὥσπερ γὰρ εἰ δύο πόλεων οὐσῶν, καὶ ποταμοῦ διόλου διαιροῦντος, μία γίνεται πόλις, γεφύρας ἑκατέρωθεν ἁπτομένης· οὕτως ἐστὶν ἐνταῦθα, καὶ πλέον· αὐτὴ γὰρ ἡ γέφυρα ἐκ τῆς ἑκατέρων οὐσίας. Καὶ τῷ λόγῳ τούτῳ ἕν εἰσιν, ὡς τὸ σῶμα καὶ κεφαλὴ ἓν σῶμα· τῷ γὰρ τραχήλῳ διαιρεῖται· ἀλλ' οὐ διαιροῦνται μᾶλλον, ἢ συνάπτονται· μέσος γὰρ ὢν ἑκατέρους συνάγει· καὶ ταυτὸν γίνεται, ὥσπερ ἂν εἰ χορὸς διεσπασμένος τὸ μὲν ἓν αὐτοῦ μέρος ἐντεῦθεν λαβὼν, τὸ δὲ ἕτερον ἐκ τῆς δεξιᾶς, ἕνα ποιήσειεν· ἢ ὥσπερ οἱ συνεσταλμένοι οὗτοι καὶ τὰς χεῖρας ἐκτείνοντες ἓν γίνονται· αἱ γὰρ χεῖρες ἐκταθεῖσαι, οὐκ ἀφιᾶσιν εἶναι δύο. ∆ιὰ τοῦτο γοῦν καὶ ἀκριβῶς εἶπεν, οὐκ, Ἔσονται μία σὰρξ, ἀλλ', Εἰς σάρκα μίαν, τὴν τοῦ παιδὸς συναπτόμενοι δηλονότι. Τί οὖν, ὅταν παιδίον μὴ ᾖ, οὐκ ἔσονται δύο καὶ τότε; Εὔδηλον· ἡ μίξις γὰρ τοῦτο ἐργάζεται, ἀναχέασα καὶ ἀναμίξασα ἀμφοτέρων τὰ σώματα. Καὶ ὥσπερ εἰς ἔλαιον μύρον ἐμβαλὼν, τὸ πᾶν ἐποίησεν ἓν, οὕτω δὴ καὶ ἐνταῦθα. ʹ. Οἶδα ὅτι πολλοὶ αἰσχύνονται τοῖς λεγομένοις· καὶ τούτου αἴτιον ἡ ἀσέλγεια καὶ ἡ ἀκολασία. Τὸ οὕτω τοὺς γάμους γίνεσθαι, τὸ παραφθείρεσθαι, τὸ πρᾶγμα διέβαλεν· ἐπεὶ Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Τί αἰσχύνῃ τῷ τιμίῳ; τί ἐρυθριᾷς ἐπὶ τῷ ἀμιάντῳ; Ταῦτα αἱρετικῶν ἐστι, ταῦτα τῶν τὰς πόρνας ἐπεισαγόντων. ∆ιὰ τοῦτο αὐτὸν ἐκκαθαίρεσθαι βούλομαι, ὥστε ἐπὶ τὴν οἰκείαν εὐγένειαν ἀναγαγεῖν, ὥστε τῶν αἱρετικῶν ἐμφράξαι τὰ στόματα. Ὕβρισται τὸ τοῦ Θεοῦ δῶρον, ἡ ῥίζα τῆς ἡμετέρας γενέσεως· 62.389 πολλὴ γὰρ περὶ τὴν ῥίζαν ἡ κόπρος καὶ ὁ βόρβορος. Τοῦτον οὖν ἐκκαθάρωμεν τῷ λόγῳ. Ἀνέχεσθε τοίνυν μικρὸν ἐπεὶ καὶ ὁ βόρβορον κατέχων δυσωδίας ἀνέχεται. Βούλομαι δεῖξαι ὅτι οὐ χρὴ ἐπὶ τούτοις αἰσχύνεσθαι, ἀλλὰ τούτοις οἷς ποιεῖτε· σὺ δὲ ἐπ' ἐκείνοις αἰσχύνεσθαι ἀφεὶς, τούτοις αἰσχύνῃ· οὐκοῦν τοῦ Θεοῦ καταγινώσκεις τοῦ οὕτω θεσπίσαντος. Εἴπω πῶς καὶ μυστήριον τῆς Ἐκκλησίας ἐστίν· Ὁ Χριστὸς ἦλθε πρὸς τὴν Ἐκκλησίαν, καὶ ἐξ αὐτῆς γέγονε, καὶ αὐτῇ συνεισῆλθε συνουσίᾳ πνευματικῇ. Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Ὅτι δὲ ἐξ αὐτοῦ ἐσμεν, ἄκουε πῶς φησιν· Ἐκ τῶν μελῶν αὐτοῦ, καὶ ἐκ τῆς σαρκὸς αὐτοῦ πάντες ἡμεῖς. Ταῦτα δὴ πάντα ἐννοοῦντες, μὴ αἰσχύνωμεν τὸ τηλικοῦτον μυστήριον. Τύπος τῆς τοῦ Χριστοῦ παρουσίας ἐστὶν ὁ γάμος, σὺ δὲ μεθύεις; Εἰπέ μοι, εἰ εἰκόνα εἶδες τοῦ βασιλέως, ἆρα ἂν αὐτὴν ᾔσχυνες; Οὐδαμῶς. ∆οκεῖ μὲν οὖν ἀδιάφορα εἶναι τὰ περὶ τὸν γάμον γινόμενα, ἔστι δὲ μεγάλων αἴτια κακῶν. Πάντα παρανομίας γέμει. Αἰσχρότης καὶ μωρολογία καὶ εὐτραπελία μὴ ἐκπορευέσθω, φησὶν, ἐκ τοῦ στόματος ὑμῶν. Πάντα δὲ ἐκεῖνα, αἰσχρότης καὶ μωρολογία καὶ εὐτραπελία, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἐπιτάσεως·