1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

71

μικρὸν ἔχειν τὸ εἰρημένον· ἂν δέ τις ἀκριβῶς προσέχῃ, καὶ τοῦτο εὐκόλως λυθήσεται. Τί ποτ' οὖν ἐστι τὸ ζήτημα; Τὸ λέγειν διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἁμαρτωλοὺς γενέσθαι πολλούς. Τὸ μὲν γὰρ ἁμαρτόντος ἐκείνου καὶ γενομένου θνητοῦ, καὶ τοὺς ἐξ αὐτοῦ τοιούτους εἶναι, οὐδὲν ἀπεικός· τὸ δὲ ἐκ τῆς παρακοῆς ἐκείνου ἕτερον ἁμαρτωλὸν γενέσθαι, ποίαν ἂν ἀκολουθίαν σχοίη; Εὑρεθήσεται γὰρ οὕτω μηδὲ δίκην ὀφείλων ὁ τοιοῦτος, εἴ γε μὴ οἴκοθεν γέγονεν ἁμαρτωλός. γʹ. Τί οὖν ἐστιν ἐνταῦθα τὸ, Ἁμαρτωλοί; Ἐμοὶ δοκεῖ τὸ ὑπεύθυνοι κολάσει καὶ καταδεδικασμένοι θανάτῳ. Ὅτι μὲν οὖν τοῦ Ἀδὰμ ἀποθανόντος πάντες ἐγενόμεθα θνητοὶ, σαφῶς καὶ διὰ πολλῶν ἔδειξε· τὸ δὲ ζητούμενον, τίνος ἕνεκεν τοῦτο γέγονεν. Ἀλλ' οὐκέτι τοῦτο προστίθησιν· οὐδὲ γὰρ αὐτῷ πρὸς τὸ παρὸν συντελεῖ· πρὸς γὰρ Ἰουδαῖον ἡ μάχη τὸν ἀμφιβάλλοντα καὶ καταγελῶντα τῆς διὰ τοῦ ἑνὸς δικαιοσύνης. ∆ιὰ τοῦτο δείξας καὶ τὴν κόλασιν ἐξ ἑνὸς ἐξενεχθεῖσαν εἰς ἅπαντας, τίνος ἕνεκεν τοῦτο γέγονε, οὐκέτι προσέθηκεν· οὐ γάρ ἐστι περιττὸς, ἀλλὰ τῶν ἀναγκαίων ἔχεται μόνον. Τοῦτο γὰρ οὐκ αὐτὸν μᾶλλον ἢ τὸν Ἰουδαῖον ἠνάγκαζε λοιπὸν ὁ τὸν 60.478 ἀγώνων νόμος εἰπεῖν· διόπερ ἀφίησιν ἄλυτον. Εἰ δὲ ὑμῶν τις ζητοίη μαθεῖν, ἐροῦμεν τοῦτο, ὅτι οὐ μόνον οὐδὲν παρεβλάβημεν ἀπὸ τοῦ θανάτου τούτου καὶ τῆς καταδίκης, ἐὰν νήφωμεν, ἀλλὰ καὶ ἐκερδάναμεν θνητοὶ γενόμενοι· πρῶτον, τὸ μὴ ἐν ἀθανάτῳ σώματι ἁμαρτάνειν· δεύτερον, ὥστε μυρίας ἔχειν φιλοσοφίας ὑποθέσεις. Καὶ γὰρ καὶ μετριάζειν καὶ σωφρονεῖν καὶ κατεστάλθαι καὶ πάσης ἀπηλλάχθαι κακίας, καὶ παρὼν καὶ προσδοκώμενος ὁ θάνατος ἀναπείθει. Μετὰ δὲ τούτων, μᾶλλον δὲ καὶ πρὸ τούτων καὶ ἕτερα πλείονα εἰσήγαγεν ἀγαθά. Ἐντεῦθεν γὰρ οἱ τῶν μαρτύρων στέφανοι, καὶ τὰ τῶν ἀποστόλων βραβεῖα· οὕτως ὁ Ἄβελ ἐδικαιώθη, οὕτως ὁ Ἀβραὰμ τὸν υἱὸν κατασφάξας, οὕτως ὁ Ἰωάννης διὰ τὸν Χριστὸν ἀναιρεθεὶς, οὕτως οἱ παῖδες οἱ τρεῖς, οὕτως ὁ ∆ανιήλ. Ἂν γὰρ θέλωμεν, οὐ μόνον ὁ θάνατος, ἀλλ' οὐδὲ αὐτὸς ὁ διάβολος ἡμᾶς βλάψαι δυνήσεται. Χωρὶς δὲ τούτων κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ ἀθανασία ἡμᾶς ἐκδέξεται, καὶ πρὸς ὀλίγον νουθετηθέντες χρόνον, μετὰ ἀδείας ἀπολαυσόμεθα τῶν μελλόντων ἀγαθῶν, ὥσπερ ἐν διδασκαλείῳ τινὶ τῷ παρόντι βίῳ διὰ νόσου καὶ θλίψεως καὶ πειρασμῶν καὶ πενίας καὶ τῶν ἄλλων τῶν δοκούντων εἶναι δεινῶν παιδευόμενοι εἰς τὸ γενέσθαι ἐπιτήδειοι εἰς τὴν τῶν μελλόντων ἀγαθῶν ὑποδοχήν. Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Ἐπειδὴ γὰρ ἔδειξεν ἀπὸ μὲν τοῦ Ἀδὰμ καταδικασθεῖσαν τὴν οἰκουμένην, ἀπὸ δὲ τοῦ Χριστοῦ σωθεῖσαν, καὶ τῆς καταδίκης ἀπαλλαγεῖσαν, εὐκαίρως καὶ περὶ τοῦ νόμου ζητεῖ λοιπὸν πάλιν, τὴν περὶ αὐτοῦ δόξαν ὑποτεμνόμενος. Οὐ γὰρ μόνον οὐδὲν ὤνησε, φησὶν, οὐδὲ μόνον οὐδὲν ἐβοήθησεν, ἀλλὰ καὶ ηὐξήθη τὸ νόσημα παρεισελθόντος αὐτοῦ. Τὸ δὲ, Ἵνα, ἐνταῦθα οὐκ αἰτιολογίας πάλιν, ἀλλ' ἐκβάσεώς ἐστιν. Οὐ γὰρ διὰ τοῦτο ἐδόθη, ἵνα πλεονάσῃ, ἀλλ' ἐδόθη μὲν ὥστε μειῶσαι καὶ ἀνελεῖν τὸ παράπτωμα· ἐξέβη δὲ τοὐναντίον, οὐ παρὰ τὴν τοῦ νόμου φύσιν, ἀλλὰ παρὰ τὴν τῶν δεξαμένων ῥᾳθυμίαν. ∆ιὰ τί δὲ οὐκ εἶπε, Νόμος ἐδόθη, ἀλλὰ, Νόμος δὲ παρεισῆλθε; Πρόσκαιρον αὐτοῦ δεικνὺς τὴν χρείαν οὖσαν, καὶ οὐ κυρίαν οὐδὲ προηγουμένην· ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας φησὶν, ἑτέρως τὸ αὐτὸ τοῦτο δηλῶν· Πρὸ τοῦ γὰρ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον, φησὶν, ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε οὐχ ἑαυτῷ, ἀλλ' ἑτέρῳ τὴν ποίμνην ἐφύλαττεν. Ἐπειδὴ γὰρ βάναυσοί τινες ἦσαν Ἰουδαῖοι καὶ ἐκλελυμένοι, καὶ πρὸς αὐτὰς τὰς δωρεὰς ἀναπεπτωκότες, τούτου χάριν ὁ νόμος ἐδόθη, ἵνα αὐτοὺς ἐλέγξῃ μειζόνως, καὶ διδάξῃ σαφῶς ἐν οἷς εἰσι, καὶ τὴν κατηγορίαν αὐξήσας ἐπισφίγξῃ μᾶλλον αὐτούς. Ἀλλὰ μὴ φοβηθῇς· οὐ γὰρ ἐπὶ τῷ μείζω γενέσθαι τὴν κόλασιν τοῦτο ἐγένετο, ἀλλ' ἐπὶ τῷ μείζονα φανῆναι τὴν χάριν. ∆ιὸ ἐπήγαγεν, Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Οὐκ εἶπεν, Ἐπερίσσευσεν, ἀλλὰ καὶ, Ὑπερεπερίσσευσεν. Οὐ γὰρ κολάσεως ἀπήλλαξε μόνον,