72
τέχνη γὰρ τὸ πρᾶγμά ἐστι, καὶ ἐγκώμια μεγάλα τοῖς αὐτὴν μετιοῦσι· τὰ ἁμαρτήματα τέχνη γέγονεν. Οὐχ ἁπλῶς αὐτὰ μετερχόμεθα, ἀλλὰ μετὰ σπουδῆς, μετὰ ἐπιστήμης· καὶ στρατηγεῖ λοιπὸν ὁ διάβολος τῶν αὑτοῦ ταγμάτων. Ὅπου γὰρ μέθη, ἀκολασία· ὅπου αἰσχρολογία, ὁ διάβολος πάρεστι τὰ παρ' ἑαυτοῦ εἰσφέρων. Τούτοις ἑστιώμενος, εἰπέ μοι, μυστήριον Χριστοῦ τελεῖς, καὶ τὸν διάβολον καλεῖς; Τάχα με φορτικὸν εἶναι νομίζετε. Καὶ γὰρ καὶ τοῦτο τῆς διαστροφῆς τῆς πολλῆς, ὅτι καὶ ὁ ἐπιτιμῶν, γέλωτα ὀφλισκάνει ὡς αὐστηρός. Οὐκ ἀκούετε Παύλου λέγοντος, Πᾶν ὅ τι ἂν ποιῆτε, εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε; Ὑμεῖς δὲ εἰς δυσφημίαν καὶ ἀδοξίαν. Οὐκ ἀκούετε τοῦ Προφήτου λέγοντος, ∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ; Ὑμεῖς δὲ διαχεῖσθε. Μὴ γὰρ οὐκ ἔστι καὶ ἥδεσθαι, καὶ μετὰ ἀσφαλείας; Βούλει μελῶν ἀκοῦσαι καλῶν; Μάλιστα μὲν οὐδὲ ἔδει· πλὴν συγκαταβαίνω, εἰ βούλει· μὴ τῶν σατανικῶν ἀκούσῃς, ἀλλὰ τῶν πνευματικῶν. Βούλει χορεύοντας ἰδεῖν; ὅρα τῶν ἀγγέλων τὸν χορόν. Καὶ πῶς δυνατὸν, φησὶν, ἰδεῖν; Ἐὰν ταῦτα ἀπελάσῃς, ἐλεύσεται καὶ ὁ Χριστὸς εἰς τούτους τοὺς γάμους· τοῦ δὲ Χριστοῦ παρόντος, καὶ ὁ τῶν ἀγγέλων πάρεστι χορός. Ἂν θέλῃς, καὶ νῦν θαύματα ἐργάσεται, καθάπερ καὶ τότε· ποιήσει καὶ νῦν τὸ ὕδωρ οἶνον· καὶ πολλῷ θαυμασιώτερον, τὴν διάχυσιν ἐπιστρέψει τὴν διαῤῥέουσαν καὶ ψυχρὰν ἐπιθυμίαν, καὶ ἐπὶ τὴν πνευματικὴν μεταστήσει. Τοῦτό ἐστιν ἐξ ὕδατος οἶνον ποιῆσαι. Ἔνθα αὐληταὶ, οὐδαμοῦ ὁ Χριστός· ἀλλὰ κἂν εἰσέλθῃ, τὸ πρῶτον ἐκβάλλει τούτους, καὶ τότε θαυματουργεῖ. Τί τῆς σατανικῆς πομπῆς ἀηδέστερον, ἔνθα ἄναρθρα πάντα, ἔνθα πάντα ἄσημα; ἂν δέ τι καὶ ἔναρθρον, πάλιν πάντα αἰσχρὰ, πάντα ἀηδῆ. ζʹ. Οὐδὲν τῆς ἀρετῆς ἥδιον, οὐδὲν κοσμιότητος γλυκύτερον, οὐδὲν σεμνότητος ποθεινότερον. Ποιείτω τις γάμους, οἵους ἐγὼ λέγω, καὶ ὄψεται τὴν ἡδονήν· 62.390 ποίους δὲ γάμους, προσέχετε. Πρῶτον μὲν ἄνδρα ζήτει τῇ παρθένῳ ὄντως ἄνδρα καὶ προστάτην, ὡς σώματι μέλλων ἐπιθήσειν κεφαλὴν, ὡς οὐκ ἀνδράποδον, ἀλλὰ θυγατέρα αὐτῷ μέλλων παραδώσειν· μὴ χρήματα ζήτει, μὴ γένους λαμπρότητα, μὴ πατρίδος μέγεθος, πάντα ταῦτα περιττὰ, ἀλλὰ ψυχῆς εὐλάβειαν, ἐπιείκειαν, τὴν ἀληθῆ σύνεσιν, τοῦ Θεοῦ τὸν φόβον, εἰ βούλει μεθ' ἡδονῆς τὸ θυγάτριον ζῇν. Πλουσιώτερον γὰρ ζητοῦσα, οὐ μόνον αὐτὴν οὐκ ὠφελήσεις, ἀλλὰ καὶ βλάψεις, δούλην ἀντ' ἐλευθέρας ποιοῦσα. Οὐ τοσαύτην γὰρ ἀπὸ τῶν χρυσίων καρπώσεται τὴν ἡδονὴν, ὅσην ἀπὸ τοῦ δουλεύειν τὴν ἀηδίαν. Ἀλλὰ μὴ ζήτει ταῦτα, ἀλλὰ μάλιστα μὲν ὁμότιμον· εἰ δὲ μὴ δυνατὸν, πενέστερον μᾶλλον, ἢ εὐπορώτερον, εἴ γε μὴ ἀποδόσθαι δεσπότῃ, ἀλλ' ἐκδοῦναι ἀνδρὶ βούλει τὴν θυγατέρα. Ὅταν ἀκριβῶς ἐξετάσῃς τἀνδρὸς τὴν ἀρετὴν, καὶ μέλλῃς ἐκδιδόναι, παρακάλεσον τὸν Χριστὸν παραγενέσθαι· οὐ γὰρ ἐπαισχυνθήσεται· μυστήριόν ἐστι τῆς αὐτοῦ παρουσίας. Μάλιστα μὲν οὖν καὶ τότε παρακάλει, ὥστε μνηστῆρα τοιοῦτον δοῦναι. Μὴ γένῃ τοῦ παιδὸς τοῦ Ἀβραὰμ χείρων, ὃς εἰς τοσαύτην ἀποδημίαν πεμπόμενος, ᾔδει ἔνθα χρὴ καταφυγεῖν· διὸ καὶ πάντων ἐπέτυχεν. Ὅταν περιεργάζῃ καὶ ζητῇς τὸν ἄνδρα, εὔχου· εἰπὲ τῷ Θεῷ· Ὃν ἂν θέλῃς σὺ οἰκονόμησον· ἐγχείρισον αὐτῷ τὸ πρᾶγμα, καὶ τιμηθεὶς ταύτῃ παρὰ σοῦ τῇ τιμῇ ἀμείψεταί σε. ∆ύο δὴ ποιεῖν χρὴ, αὐτῷ τε ἐγχειρίζειν, καὶ τοιοῦτον ζητεῖν, οἷον ἂν αὐτὸς βούληται, κόσμιον, σώφρονα. Ὅταν οὖν τοὺς γάμους ποιῇς, μὴ περιέλθῃς οἰκίας, κάτοπτρα καὶ ἱμάτια χρωμένη· οὐ γὰρ πρὸς ἐπίδειξιν τὸ πρᾶγμά ἐστιν, οὐδὲ εἰς πομπὴν εἰσάγεις τὸ θυγάτριον· ἀλλὰ φαιδρύνουσα τὴν οἰκίαν τοῖς ἐνοῦσι, κάλει γείτονας καὶ φίλους καὶ συγγενεῖς. Ὅσους ἂν οἶδας ἐπιεικεῖς, τούτους κάλει, καὶ τοῖς οὖσιν ἐπαρκεῖσθαι παραίνει. Μηδεὶς τῶν ἀπὸ τῆς ὀρχήστρας παρέστω· ἐκεῖ γὰρ δαπάνη περιττὴ καὶ