72
ἀλλὰ καὶ ἁμαρτημάτων ἄφεσιν καὶ ζωὴν ἔδωκε, καὶ τὰ ἄλλα ἃ πολλάκις εἰρήκαμεν· ὥσπερ ἂν εἴ τις τὸν πυρέττοντα μὴ νόσου μόνον ἐλευθερώσειεν, ἀλλὰ καὶ ὡραῖον ἐργάσαιτο καὶ ἰσχυρὸν καὶ ἔντιμον, ἢ τὸν πεινῶντα πάλιν μὴ θρέψειε μόνον, ἀλλὰ καὶ τῶν πολλῶν ποιήσειε χρημάτων εἶναι κύριον, καὶ ἐπ' ἀρχὴν ἀγάγοι μεγίστην. Καὶ πῶς ἐπλεόνασε τὸ ἁμάρτημα, φησί; Μυρίας ἔδωκεν ἐντολὰς ὁ νόμος· 60.479 ἐπεὶ οὖν πάσας ὑπερέβησαν, ἐπλεόνασε τὸ ἁμάρτημα. Εἶδες πόσον τὸ μέσον τῆς χάριτος καὶ τοῦ νόμου; Ὁ μὲν γὰρ καὶ προσθήκη κατακρίσεως ἐγένετο, ἡ δὲ πλεονασμὸς δωρεᾶς. δʹ. Εἰπὼν δὲ τὴν ἄφατον φιλοτιμίαν, ζητεῖ πάλιν τὴν ἀρχὴν καὶ τὴν ῥίζαν καὶ τοῦ θανάτου καὶ τῆς ζωῆς. Τίς οὖν τοῦ θανάτου ἡ ῥίζα; Ἡ ἁμαρτία· διὸ καὶ ἔλεγεν· Ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτω καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ταῦτα δὲ ἔφη, δεικνὺς ταύτην μὲν ἐν τάξει βασιλέως, τὸν δὲ θάνατον ἐν τάξει στρατιώτου ὑπ' αὐτῇ ταττόμενον, καὶ ὑπὸ ταύτης καθοπλιζόμενον. Οὐκοῦν εἰ αὐτὴ τὸν θάνατον καθώπλισεν, εὔδηλον ὅτι ἡ ἀναιρετικὴ ταύτης δικαιοσύνη ἡ διὰ τῆς χάριτος εἰσενεχθεῖσα οὐ μόνον ἀφοπλίζει τὸν θάνατον, ἀλλὰ καὶ ἀναιρεῖ, καὶ τὴν ἐκείνης καταλύει βασιλείαν ἅπασαν, ὅσῳ καὶ μείζων ταύτης ἐκείνη, οὐ δι' ἀνθρώπου ἢ διαβόλου, ἀλλὰ διὰ Θεοῦ καὶ χάριτος εἰσαγομένη, καὶ ἐπὶ τὸ χρηστότερον ἄγουσα τὴν ζωὴν τὴν ἡμετέραν καὶ ἀπέραντον ἀγαθόν· οὐκ ἔτι γὰρ αὐτῆς ἔσται πέρας, ἵνα καὶ ἐντεῦθεν μάθῃς τὸ πλέον. Ἐκείνη μὲν γὰρ τῆς παρούσης ἐξέβαλε ζωῆς· ἡ δὲ χάρις ἐλθοῦσα οὐ τὴν παροῦσαν, ἀλλὰ τὴν ἀθάνατον ἡμῖν ἐδωρήσατο καὶ αἰώνιον. Τούτων δὲ πάντων πρόξενος ἡμῖν ὁ Χριστός. Μὴ τοίνυν ἀμφίβαλλε περὶ ζωῆς, δικαιοσύνην ἔχων· καὶ γὰρ μείζων ἡ δικαιοσύνη τῆς ζωῆς, ἐπεὶ καὶ μήτηρ αὐτῆς ἐστι. Τί οὖν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Πάλιν εἰς τὸν ἠθικὸν ἐκβαίνει λόγον, οὐχὶ προηγουμένως αὐτὸν εἰσάγων, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι πολλοῖς καὶ ἐπαχθὴς, ἀλλ' ἐκ τῆς τῶν δογμάτων ἀκολουθίας. Εἰ γὰρ καὶ οὕτω ποικίλλων τὸν λόγον ἐφείδετο, μή ποτε δυσχεράνωσιν ἐκεῖνοι πρὸς τὰ λεγόμενα (διὸ καὶ ἔλεγε, Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους), πολλῷ μᾶλλον, εἰ μὴ τοῦτο ἐποίησε, τραχύτερος ἂν αὐτοῖς ὤφθη. Ἐπεὶ οὖν ἔδειξε μεγάλην οὖσαν τὴν χάριν τῷ μεγάλα ἰάσασθαι ἁμαρτήματα, ἐκ δὲ τούτου ἐδόκει παρὰ τοῖς ἀνοήτοις προτροπὴ τὸ λεγόμενον εἰς ἁμαρτίαν εἶναι. Εἰ γὰρ διὰ τοῦτο μείζων ἐφάνη ἡ χάρις, φησὶν, ἐπειδὴ μεγάλα ἡμάρτομεν, μὴ ἀποστῶμεν ἁμαρτάνοντες, ἵνα πλείων ἡ χάρις δειχθῇ· ἵν' οὖν μὴ ταῦτα λέγωσιν ἢ ὑπονοῶσιν, ὅρα πῶς ἀνατρέπει τὴν ἀντίθεσιν, πρῶτον μὲν τῇ ἀπαγορεύσει, λέγων, Μὴ γένοιτο· ὅπερ ἐπὶ τῶν σφόδρα ὡμολογημένων ἀτόπων ποιεῖν εἴωθεν· ἔπειτα καὶ λογισμὸν τίθησιν ἀναντίῤῥητον. Ποῖον δὴ τοῦτον; Οἵτινες ἀπεθάνομεν, φησὶ, τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Τί ἐστιν, Ἀπεθάνομεν; Ἢ ὅτι, τὸ ἐκείνης μέρος καὶ τὸ εἰς αὐτὴν ἧκον, ἀπόφασιν ἐδεξάμεθα πάντες· ἢ ὅτι νεκροὶ γεγόναμεν αὐτῇ, πιστεύσαντες καὶ φωτισθέντες· ὃ καὶ μᾶλλον ἔστιν εἰπεῖν· τοῦτο γὰρ καὶ τὸ ἑξῆς κείμενον ἐμφαίνει. Τί δέ ἐστιν, νεκροὺς αὐτῇ γεγονέναι; Τὸ πρὸς μηδὲν ὑπακούειν αὐτῇ λοιπόν. Τοῦτο γὰρ τὸ μὲν βάπτισμα ἐποίησεν ἅπαξ, ἐνέκρωσεν ἡμᾶς αὐτῇ· δεῖ δὲ λοιπὸν παρὰ τῆς ἡμετέρας σπουδῆς κατορθοῦσθαι αὐτὸ διηνεκῶς, ὥστε, κἂν μυρία ἐπιτάττῃ, μηκέτι ὑπακούειν, ἀλλὰ μένειν ἀκίνητον ὥσπερ τὸν νεκρόν. Καίτοι γε ἀλλαχοῦ φησιν, ὅτι αὕτη ἡ ἁμαρτία ἀπέθανεν· ἀλλ' ἐκεῖ μὲν εὔκολον βουλόμενος δεῖξαι τὴν ἀρετὴν, τοῦτο τίθησιν· ἐνταῦθα δὲ, ἐπειδὴ διεγεῖραι σπεύδει τὸν ἀκροατὴν, ἐπ' αὐτὸν μεταφέρει τὸν θάνατον. Εἶτα, ἐπειδὴ ἀσαφὲς ἦν τὸ εἰρημένον, ἑρμηνεύει πάλιν αὐτὸ καὶ ἐπιπληκτικῶς τῷ λόγῳ χρώμενος. Ἣ ἀγνοεῖτε γὰρ, φησὶν, ἀδελφοὶ, ὅτι ὅσοι εἰς Χριστὸν 60.480 ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον. Τί ἐστιν, Εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Εἰς τὸ καὶ αὐτοὶ ἀποθανεῖν ὥσπερ ἐκεῖνος· σταυρὸς γάρ ἐστι τὸ