1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

72

τῶν ὅλων Θεοῦ· "Ὤλετο σπέρμα αὐτοῦ διὰ χειρὸς ἀδελφοῦ καὶ γείτονος αὐτοῦ." Οὐκ ᾐδέσθη, φησὶ, οὔτε τὴν φύσιν οὔτε τὴν γειτνίασιν. Ἀδελφοὶ γὰρ ἦσαν Ἰακὼβ καὶ Ἠσαῦ, καὶ μέντοι καὶ ὅμοροι· οὐδεὶς γὰρ ἕτερος αὐτοὺς ἀπ' ἀλλήλων διέστησεν. ιαʹ. Οὐκ ἔστιν ὁ ἐλεῶν ὑπολείπεσθαι ὀρφανούς σου, ἵνα σωθῶσι, καὶ ἐγὼ αὐτοὺς διασώσω. Πάντες, φησὶ, διὰ τὴν πολλήν σου πονη ρίαν ἀπεχθῶς πρὸς σὲ διάκεινται· κἀγὼ ὁ δίκαιος κριτὴς ἐπίκουρός σου γένωμαι; "Καὶ αἱ χῆραί σου ἐπ' ἐμοὶ πεποιθέτωσαν." Καὶ τοῦτο κατ' εἰρωνείαν τέθεικεν, ὡς δηλοῖ τὰ ἑξῆς. ιβʹ. Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, πίοντες ἔπιον, καὶ σὺ ἀθωωμένη οὐ μὴ ἀθωωθῇς. Τοὺς ἀσεβείᾳ καὶ πονηρίᾳ συζῶντας κολάζειν μοι νόμος· ἀπ ήχθησαν δὲ εἰς Βαβυλῶνα καὶ προφῆται καὶ ἱερεῖς, ∆ανιὴλ, Ἐζεκιὴλ, καὶ ἄνδρες εὐσεβεῖς, Ἀνανίας,Ἀζαρίας, Μισαὴλ, καὶ ἄλλοι ὡς εἰκὸς πλεῖστοι, ὧν ἡ ἱστορία μέμνηται. Ἐκεῖνοι τοίνυν, φησὶν, οὐχ ὑπέκειντο διὰ τὴν ἀρετὴν τῇ τιμωρίᾳ, γεγένηνται δὲ δορυάλωτοι· καὶ σὺ διαφυγεῖν προσδοκᾷς; Ἀλλ' οὐ τεύξῃ τῆς ἐλπίδος, "Ὅτι πίνουσα πίῃ." ιγʹ. Ὅτι κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἀφανισμὸν, καὶ ὀνειδισμὸν, καὶ εἰς ἄβατον, καὶ εἰς ἐπικατάρασιν ἔσῃ. Βοσὼρ ἐν μέσῳ μέρους αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι ἕως τοῦ αἰῶνος. Βοσὼρ οὐ ταύτην λέγει τὴν Βόστραν, ἀλλ' ἑτέραν ἐπὶ τῇ Ἰδουμαίᾳ διακειμένην. 81.732 ιδʹ. Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε· συνάχθητε, καὶ παραγένεσθε ἐπ' αὐτὴν, καὶ ἀνάστητε εἰς πόλεμον ἐπ' αὐ τήν. Τὸ δὲ, "ἀγγέλους εἰς τὰ ἔθνη ἀπέστειλεν," ἀντὶ τοῦ "ἐκέλευσε" τέθεικεν· εἰκὸς δὲ καὶ τῷ θείῳ προστάγματι διακονοῦντας ἀγγέλους διεγείρειν τοὺς πολεμίους· καὶ γὰρ ὁ θεῖος λέγει ∆αβίδ· "Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὑτοῦ· θυμὸν, καὶ ὀργὴν, καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν." Πονηροὺς δὲ καλεῖ, οὐχ ὡς φύσει τοιού τους, ἀλλ' ὡς τιμωρίας χάριν ἐκπεμπομένους. Κακὰ γὰρ καλεῖν εἰώθαμεν καὶ τὰς ἐπαγομένας συμ φοράς. Οὕτως ἄγγελος τὰ τῶν Αἰγυπτίων ἀνεῖλε πρωτότοκα· οὕτως ἕτεροι κατὰ τοῦ Ἰσραὴλ ἀπεστά λησαν, ἡνίκα τὸν λαὸν ἀπηρίθμησεν ὁ ∆αβίδ. Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ ιεʹ. Ἰδοὺ μικρὸν δέδωκά σε ἐν ἔθνεσιν· εὐκα ταφρόνητον ἐν ἀνθρώποις. Ἄσημοι γάρ εἰσιν Ἰδουμαῖοι· καὶ παντελῶς ἠγνοήθησαν, εἰ μὴ δήλους αὐ τοὺς πεποίηκεν ἡ θεία Γραφή· καὶ δήλους αὐτοὺς οὐ πᾶσιν, ἀλλὰ τοῖς σπουδαίοις ποιεῖ. ιϛʹ. Ἡ παιγνία σου ἐνεχείρησέ σοι ταῦτα, καὶ ἡ ἀτιμία τῆς καρδίας σου. Εἰδωλολατρείαν, καὶ τρυφὴν, καὶ ἀκολασίαν διὰ τούτων κατηγορεῖ. "Κατέλυσεν ἐν τρυμαλιαῖς πετρῶν." Καὶ ἤδη προ ειρήκαμεν, ὁποίας εἶχον καταφυγάς. "Συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ." Τὰς ἀκρωρείας λέγει· μέγι σται δὲ αὗται, καὶ ὑψηλαί. "Ὅτι ἐὰν ὑψώσῃς, ὡς ἀετὸς, νοσσιάν σου· ἐκεῖθεν καθελῶ σε, λέγει Κύ ριος." ιζʹ. Καὶ ἔσται ἡ Ἰδουμαία εἰς ἄβατον. Λέγει δὲ, ὅτι καὶ οἱ διιόντες δι' αὐτῆς θαυμάσουσι, καὶ τῷ συρίγματι δηλώσουσι τὴν τῆς ἐρημίας ὑπερβολήν· καὶ ὅτι Σοδόμοις καὶ Γομόροις, καὶ ταῖς ἄλλαις πό λεσιν αἳ τοῦ πάθους ἐκοινώνησαν ταύταις, ἔρημοι παραπλησίως αἱ προῤῥηθεῖσαι γενήσονται πόλεις. Καὶ ἀψευδὴς ὁ λόγος· καὶ γὰρ ὁ ∆αιδὰν, καὶ ἡ Θαι μὰν, καὶ ἡ Βοσὼρ ἔρημοί εἰσι παντελῶς. Λέγει δὲ καὶ τὸν Βαβυλώνιον λέοντι παραπλησίως κατ' αὐτῆς ὁρμήσειν, καὶ διὰ τοῦ Ἰορδάνου τὴν πορείαν ποιή σεσθαι· καὶ κελεύει τοὺς λογάδας κατ' αὐτῆς ὁπλί σασθαι, καὶ ἐπάγει· ιθʹ. Ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; τίς οὗτος ὁ ποιμὴν, ὃς στήσεται κατὰ πρόσ ωπόν μου; Οὔτε γὰρ οἱ βασιλεῖς, οὔτε τὰ τούτων εἴδωλα, ἐμοῦ κελεύοντος, ἀντιστῆναι δυνήσονται. κʹ. ∆ιὰ τοῦτο ἀκούσατε τὴν βουλὴν Κυρίου, ἢν ἐβουλεύσατο ἐπὶ τὴν Ἰδουμαίαν, καὶ λογισμὸν αὐτοῦ, ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαι 81.733 μάν. Εἶτα λέγει εὐαρίθμητα μὲν αὐτῶν ἔσεσθαι τὰ πρόβατα, ἄβατον δὲ τὴν χώραν· καὶ τοῦ θρήνου τὸν ἦχον τὴν Ἐρυθρὰν καταλήψεσθαι θάλασσαν,