1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

73

ἄσχημος· κάλεσον τὸν Χριστὸν πρὸ τῶν ἄλλων ἁπάντων. Οἶδας διὰ τίνος αὐτὸν καλέσεις; Ὃς ἂν ποιήσῃ, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησε. Μὴ νομίσῃς τὸ πρᾶγμα δυσάρεστον εἶναι, τὸ πένητας καλεῖν διὰ τὸν Χριστόν· δυσάρεστον τὸ πόρνας καλεῖν. Τὸ γὰρ πένητας καλεῖν, τοῦτο ἀφορμὴ πλούτου, ἐκεῖνο δὲ ἀνατροπῆς. Κόσμει τὴν νύμφην μὴ τούτοις τοῖς κοσμίοις τοῖς ἀπὸ τοῦ χρυσοῦ, ἀλλ' ἐπιεικείᾳ καὶ αἰδοῖ καὶ τοῖς συνήθεσιν ἱματίοις, ἀντὶ παντὸς κόσμου χρυσοῦ καὶ ἐμπλεγμάτων, τὸ ἐρυθριᾷν, τὸ αἰσχύνεσθαι περιθεῖσα, καὶ τὸ μὴ ζητεῖν ἐκεῖνα. Μηδεὶς ἔστω θόρυβος, μηδεμία ταραχή· καλείσθω ὁ νυμφίος, δεχέσθω τὴν παρθένον. Τὰ ἄριστα καὶ τὰ δεῖπνα μὴ μέθης ἔστω πλήρη, ἀλλὰ πνευματικῆς ἡδονῆς. Μυρία γὰρ ἐκ τοῦ τοιούτου γάμου ἔσται τὰ καλὰ, καὶ τὰ τοῦ βίου ἐν ἀσφαλείᾳ· ἐκ δὲ τῶν νῦν γινομένων γάμων (εἴ γε γάμους, ἀλλὰ μὴ πομπὰς αὐτὰ δεῖ καλεῖν), ὅρα ὅσα τὰ κακά. ∆ιελύθησαν αἱ παστάδες, καὶ εὐθέως μέριμνα καὶ φόβος, μή τι παραπέσῃ τῶν κεχρημένων, καὶ διαδέχεται τὴν ἡδονὴν ἀθυμία ἀφόρητος. Ἀλλ' αὕτη μὲν τῆς κηδεστρίας ἡ ἀγωνία· μᾶλλον δὲ οὐδὲ αὐτὴ ἀπήλ 62.391 λακται ἡ νύμφη· τὰ γοῦν μετὰ ταῦτα αὐτῆς τῆς νύμφης ἐστὶν ἅπαντα. Τὸ γὰρ ὁρᾷν καταλυόμενα ἅπαντα, ἀθυμίας ὑπόθεσις, τὸ ὁρᾷν ἔρημον τὴν οἰκίαν, κατηφείας ἀφορμή. Ἐκεῖ ὁ Χριστὸς, ἐνταῦθα ὁ Σατανᾶς· ἐκεῖ θυμηδία, ἐνταῦθα φροντίς· ἐκεῖ ἡδονὴ, ἐνταῦθα λύπη· ἐκεῖ δαπάνη, ἐνταῦθα οὐδὲν τοιοῦτον, ἐκεῖ ἀσχημοσύνη, ἐνταῦθα εὐκοσμία· ἐκεῖ φθόνος, ἐνταῦθα ἀφθονία· ἐκεῖ μέθη, ἐνταῦθα νῆψις, ἐν 62.392 ταῦθα σωτηρία, ἐνταῦθα σωφροσύνη. Ταῦτα δὴ πάντα ἐννοοῦντες, στήσωμεν τὸ κακὸν μέχρι τούτου, ἵνα ἀρέσωμεν τῷ Θεῷ, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.