1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

73

βάπτισμα. Ὅπερ οὖν ὁ σταυρὸς τῷ Χριστῷ καὶ ὁ τάφος, τοῦτο ἡμῖν τὸ βάπτισμα γέγονεν, εἰ καὶ μὴ ἐπὶ τῶν αὐτῶν· αὐτὸς μὲν γὰρ σαρκὶ καὶ ἀπέθανε καὶ ἐτάφη, ἡμεῖς δὲ ἁμαρτίᾳ ἀμφότερα. ∆ιὸ οὐκ εἶπε Σύμφυτοι τῷ θανάτῳ, ἀλλὰ, Τῷ ὁμοιώματι τοῦ θανάτου. Θάνατος μὲν γὰρ καὶ τοῦτο κἀκεῖνο, ἀλλ' οὐχὶ τοῦ αὐτοῦ ὑποκειμένου· ἀλλ' ὁ μὲν σαρκὸς ὁ τοῦ Χριστοῦ, ὁ δὲ ἁμαρτίας ὁ ἡμέτερος. Ὥσπερ οὖν ἐκεῖνος ἀληθὴς, οὕτω καὶ οὗτος. Ἀλλ' εἰ καὶ ἀληθὴς, δεῖ καὶ τὰ παρ' ἡμῶν συνενεχθῆναι πάλιν· διὸ καὶ ἐπήγαγεν· Ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Ἐνταῦθα μετὰ τῆς ἐπιμελείας τοῦ βίου καὶ τὸν περὶ τῆς ἀναστάσεως αἰνίττεται λόγον. Πῶς; Ἐπίστευσας, φησὶν, ὅτι ἀπέθανεν ὁ Χριστὸς, καὶ ὅτι ἠγέρθη; Οὐκοῦν καὶ τὸ σὸν πίστευε· τοῦτο γὰρ ἔοικεν ἐκείνῳ, ἐπειδὴ καὶ τὸ σὸν καὶ σταυρὸς καὶ τάφος. Εἰ γὰρ ἐν θανάτῳ ἐκοινώνησας καὶ ταφῇ, πολλῷ μᾶλλον ἐν ἀναστάσει καὶ ζωῇ· τοῦ γὰρ μείζονος λυθέντος, τῆς ἁμαρτίας, οὐ δεῖ περὶ τοῦ ἐλάττονος ἀμφιβάλλειν λοιπὸν, τῆς τοῦ θανάτου ἀναιρέσεως. Ἀλλὰ ταῦτα μὲν τέως ἀφίησι λογίζεσθαι τῷ συνειδότι τῶν ἀκροωμένων, αὐτὸς δὲ προκειμένης τῆς μελλούσης, ἑτέραν ἡμᾶς ἀνάστασιν ἀπαιτεῖ, τὴν καινὴν πολιτείαν, τὴν κατὰ τὸν παρόντα βίον ἐκ τῆς τῶν τρόπων μεταβολῆς γινομένην. Ὅταν γὰρ ὁ πόρνος γένηται σώφρων, καὶ ὁ πλεονέκτης ἐλεήμων, καὶ ὁ τραχὺς ἥμερος, καὶ ἐνταῦθα ἀνάστασις γέγονεν ἐκείνης οὖσα προοίμιον. Καὶ πῶς ἀνάστασις; Τῆς μὲν ἁμαρτίας νεκρωθείσης, τῆς δὲ δικαιοσύνης ἀναστάσης, καὶ τῆς μὲν παλαιᾶς ζωῆς ἀφανισθείσης, τῆς δὲ καινῆς ταύτης καὶ ἀγγελικῆς πολιτευομένης. Ὅταν δὲ ἀκούσῃς καινὴν ζωὴν, πολλὴν ζήτει τὴν ἐναλλαγὴν, καὶ μεγάλην τὴν μεταβολήν. εʹ. Ἀλλὰ γὰρ δακρῦσαί μοι λοιπὸν ἔπεισι καὶ στενάξαι μέγα, ὅταν ἐννοήσω πόσην μὲν ἡμᾶς ἀπαιτεῖ φιλοσοφίαν ὁ Παῦλος, πόσῃ δὲ ἑαυτοὺς ἐξεδώκαμεν ῥᾳθυμίᾳ, μετὰ τὸ βάπτισμα ἐπὶ τὸ πρότερον ἐπανιόντες γῆρας, καὶ εἰς τὴν Αἴγυπτον ἀνακάμπτοντες, καὶ τῶν σκορόδων μεμνημένοι μετὰ τὸ μάννα. ∆έκα γὰρ καὶ εἴκοσιν ἡμέρας παρ' αὐτὸ τὸ βάπτισμα μεταβαλλόμενοι, τοῖς προτέροις πάλιν ἐπιχειροῦμεν. Ἀλλ' οὐκ ἀριθμὸν ἡμερῶν τακτὸν, ἀλλ' ὅλον ἡμᾶς τὸν βίον ἀπαιτεῖ ταύτην τὴν πολιτείαν ὁ Παῦλος· ἡμεῖς δὲ ἐπὶ τὸν πρότερον ἐπανερχόμεθα ἔμετον, μετὰ τὴν ἀπὸ τῆς χάριτος νεότητα, τὸ ἀπὸ τῶν ἁμαρτιῶν κατασκευάζοντες γῆρας. Καὶ γὰρ τὸ χρημάτων ἐρᾷν, καὶ τὸ δουλεύειν ἐπιθυμίαις ἀτόποις, καὶ πᾶσα ἁπλῶς ἁμαρτία παλαιοῦν εἴωθε τὸν ἐργαζόμενον· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὕτω σῶμα ὑπὸ χρόνων παραλελυμένον ἰδεῖν, ὡς ψυχὴν ὑπὸ ἁμαρτημάτων πολλῶν σαθρουμένην καὶ καταπίπτουσαν. Ἡ γὰρ εἰς ἐσχάτην ληρωδίαν ἐξάγεται λοιπὸν, ἄσημα φθεγγομένη καθάπερ οἱ γεγηρακότες καὶ παραπαίοντες, καὶ κορύζης ἀναπεπλησμένη καὶ παραπληξίας πολλῆς καὶ λήθης, καὶ λήμας πρὸ τῶν ὀφθαλμῶν ἔχουσα, καὶ ἀνθρώποις βδελυρὰ, καὶ τῷ διαβόλῳ εὐχείρωτος· καὶ γὰρ τοιαῦται αἱ τῶν ἁμαρτωλῶν ψυχαί. Ἀλλ' οὐχ αἱ τῶν δικαίων, ἀλλὰ νεάζουσι καὶ σφριγῶσι, καὶ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας εἰσὶ διαπαντὸς, πρὸς ἅπασαν μάχην καὶ πάλην ἀεὶ παρ 60.481 εσκευασμέναι· αἱ δὲ τῶν ἁμαρτωλῶν κἂν μικρὰν δέξωνται προσβολὴν, ἔπεσόν τε εὐθέως καὶ ἀπώλοντο. Καὶ τοῦτο δηλῶν ὁ προφήτης ἔλεγεν, ὅτι Ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς, οὕτως εἰσὶν εὐρίπιστοι, καὶ εἰς ἐπήρειαν πᾶσι προκείμενοι, οἱ ἐν ἁμαρτίαις ζῶντες. Οὔτε γὰρ ὁρῶσιν ὑγιῶς, οὔτ' ἀκούουσιν εἰλικρινῶς, οὐ φθέγγονται ἔναρθρα, ἀλλὰ πολλῆς μὲν γέμουσι τῆς λυγγὸς, πολὺν δὲ ἐν τῷ στόματι περιῤῥέοντα τὸν σίελον περιφέρουσι. Καὶ εἴθε σίελον, καὶ οὐδὲν ἦν ἄτοπον· νυνὶ δὲ παντὸς βορβόρου ῥήματα δυσωδέστερα προΐενται, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ ἀποπτύσαι τὸν σίελον τούτων τῶν ῥημάτων ἰσχύουσιν, ἀλλὰ τῇ χειρὶ δεχόμενοι μετὰ πολλῆς τῆς βδελυρίας, πάλιν αὐτὸν προστρίβονται παχὺν ὄντα καὶ δυσδιάτμητον. Τάχα ναυτιᾶτε πρὸς τὴν