75
τὸ ὑπὲρ ἡμῶν παθεῖν τὰ ἐπονείδιστα ἐκεῖνα, δόξαν ἐκάλει. Ἀλλ' ἐκεῖνα μὲν δι' ἀγάπην μόνον δόξα ἦν· ἃ δὲ ἂν ἡμεῖς ὑπὲρ αὐτοῦ πάθωμεν, οὐ δι' ἀγάπην μόνον, ἀλλὰ καὶ διὰ τὸ μέγεθος τοῦ ποθουμένου καὶ τὴν ἀξίαν, δόξα ἂν εἰκότως καὶ καλοῖτο καὶ εἴη. Ὡς ἐπὶ στεφάνους τοίνυν μεγίστους τρέχωμεν τοὺς ὑπὲρ αὐτοῦ κινδύνους, καὶ μήτε πενίαν μήτε νόσον μήτε ἐπήρειαν, μὴ συκοφαντίαν, μὴ αὐτὸν τὸν θάνατον νομίζωμεν εἶναι βαρὺ καὶ ἐπαχθὲς, ὅταν δι' αὐτὸν ταῦτα ὑπομένωμεν. Ἂν γὰρ νήφωμεν, τὰ μέγιστα διὰ τούτων ἁπάντων κερδανοῦμεν· ὥσπερ οὖν ἐὰν μὴ νήφωμεν, οὐδὲ ἀπὸ τῶν ἐναντίων καρπωσόμεθά τι χρηστόν. Σκόπει δέ· ἐπηρεάζει σοί τις καὶ πολεμεῖ; Οὐκοῦν ἐγρηγορέναι σε παρασκευάζει, καὶ ἀφορμήν σοι παρέχει τοῦ γενέσθαι ὅμοιον τῷ Θεῷ. Ἂν γὰρ ἀγαπήσῃς τὸν ἐπιβουλεύοντα, ὅμοιος ἔσῃ τῷ Τὸν ἥλιον ἀνατέλλοντι ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἕτερος ἀφαιρεῖταί σου τὰ χρήματα; Ἂν γενναίως ἐνέγκῃς, τοῖς εἰς πένητας πάντα δεδαπανηκόσι τὸν αὐτὸν λήψῃ μισθόν. Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν, φησὶ, μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες κρείττονα ἔχειν ὕπαρξιν ἐν οὐρανοῖς, καὶ μένουσαν. Εἶπέ τις κακῶς καὶ ὠνείδισεν; Ἄν τε ἀληθῆ ταῦτα ᾖ, ἄν τε ψευδῆ, στέφανόν σοι μέγιστον ἔπλεξεν, ἂν πράως τὴν λοιδορίαν ἐνέγκῃς. Ὅ τε γὰρ συκοφαντῶν πολὺν ἡμῖν προξενεῖ τὸν μισθὸν (Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς), ὅ τε ἀληθῆ λέγων πάλιν τὰ μέγιστα ὠφελεῖ, μόνον ἂν πράως ἐνέγκωμεν τὰ λεγόμενα. Καὶ γὰρ ὁ Φαρισαῖος ἀληθεύων τὸν τελώνην ἔλεγε κακῶς, ἀλλ' ὅμως ἀντὶ τελώνου δίκαιον ἐποίησε. Καὶ τί δεῖ καθ' ἕκα 60.483 στον λέγειν, ἔξεστι γὰρ ἐπελθόντα τοὺς ἄθλους τοῦ Ἰὼβ ἅπαντα ταῦτα μετ' ἀκριβείας μαθεῖν. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; Ὥσπερ οὖν σπουδάζοντες καὶ ἀπὸ τῶν λυπούντων κερδαίνομεν, οὕτω ῥᾳθυμοῦντες οὐδὲ ἀπὸ τῶν ὠφελούντων ἀμείνους γινόμεθα. Τί γὰρ τὸν Ἰούδαν ὠφέλησεν, εἰπέ μοι, ἡ τοῦ Χριστοῦ συνουσία; τί δὲ τοὺς Ἰουδαίους ὁ νόμος; τί δὲ τὸν Ἀδὰμ ὁ παράδεισος; τί δὲ τοὺς ἐν τῇ ἐρήμῳ Μωϋσῆς; ∆ιά τοι τοῦτο πάντα ἀφέντας, ἓν δεῖ σκοπεῖν μόνον, ὅπως τὰ καθ' ἑαυτοὺς οἰκονομήσωμεν καλῶς· κἂν τοῦτο ποιῶμεν, οὐδὲ αὐτὸς ὁ διάβολος ἡμῶν περιέσται ποτὲ, ἀλλὰ καὶ μειζόνως ἡμᾶς ὠφελήσει, νήφειν παρασκευάζων. Οὕτω γοῦν καὶ τοὺς Ἐφεσίους ὁ Παῦλος διήγειρε, τὴν ἐκείνου διηγούμενος ἀγριότητα. Ἀλλ' ἡμεῖς καθεύδομεν καὶ ῥέγχομεν καὶ ταῦτα πρὸς οὕτω πονηρὸν πολέμιον ἔχοντες. Καὶ εἰ μὲν ὄφιν ἐμφωλεύοντα ἔγνωμεν παρὰ τὴν κλίνην τὴν ἡμετέραν, πολλὴν ἂν ἐποιησάμεθα σπουδὴν ὥστε αὐτὸν ἀνελεῖν· τοῦ διαβόλου δὲ ἐμφωλεύοντος ἡμῶν ταῖς ψυχαῖς, οὐδὲν ἡγούμεθα πάσχειν δεινὸν, ἀλλ' ἀναπεπτώκαμεν. Τὸ δὲ αἴτιον, ἐπειδὴ τοῖς ὀφθαλμοῖς οὐχ ὁρῶμεν αὐτὸν τοῖς τοῦ σώματος· καίτοι διὰ τοῦτο ἐχρῆν ἐγρηγορέναι μᾶλλον καὶ νήφειν. Τὸν μὲν γὰρ αἰσθητὸν πολέμιον κἂν φυλάξαιτό τις ῥᾳδίως, τὸν δὲ ἀόρατον, ἂν μὴ διὰ παντὸς ὦμεν καθωπλισμένοι, οὐ δυνησόμεθα εὐκόλως διαφυγεῖν· καὶ 60.484 μάλιστα, ὅτι οὐδὲ ἐξ εὐθείας οἶδε πολεμεῖν· ἦ γὰρ ἂν ἑάλω ταχέως· ἀλλὰ σχήματι πολλάκις φιλίας τὸν τῆς ὠμότητος ἰὸν ἐνίησιν. Οὕτω γοῦν καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ παρεσκεύασε, προσωπεῖον φιλοστοργίας ὑποδῦσαν τὴν πονηρὰν ἐκείνην εἰσενεγκεῖν συμβουλήν· οὕτω καὶ τῷ Ἀδὰμ διαλεγόμενος, ὑποκρίνεται τὸ κηδεμονικὸν καὶ προστατικὸν, λέγων, ὅτι Ἀνοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου. Οὕτω καὶ τὸν Ἰεφθάε ἀνέπεισε προσχήματι εὐσεβείας τὴν θυγατέρα κατασφάξαι, καὶ τὴν παράνομον θυσίαν ἀνενεγκεῖν. Εἶδες αὐτοῦ τὰς μεθοδείας; εἶδες τὸν ποικίλον πόλεμον; Φυλάττου τοίνυν, καὶ πανταχόθεν φράττου τοῖς ὅπλοις τοῖς πνευματικοῖς, καὶ καταμάνθανε τὰς ἐκείνου μηχανὰς μετὰ ἀκριβείας, ἵνα καὶ ἀνάλωτος ᾖς καὶ ἕλῃς αὐτὸν εὐκόλως· ἐπεὶ καὶ Παῦλος οὕτως αὐτοῦ περιεγένετο, ταῦτα μετὰ ἀκριβείας καταμανθάνων· διὸ καὶ ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Καὶ ἡμεῖς τοίνυν καὶ μαθεῖν καὶ