1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

76

φυγεῖν τὰς ἐπιβουλὰς αὐτοῦ σπουδάσωμεν, ἵνα τὴν κατ' αὐτοῦ νίκην ἀράμενοι, καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὸν μέλλοντα ἀνακηρυχθῶμεν αἰῶνα, καὶ τῶν ἀκηράτων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΑʹ.

Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θα νάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς

ἀναστάσεως ἐσό μεθα. αʹ. Ὅπερ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι εἰς τὸν ἠθικὸν συνεχῶς ἐκβαίνει λόγον, οὐχ ὥσπερ ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς, διαιρῶν αὐτὰς εἰς δύο, τὸ μὲν πρῶτον τοῖς δόγμασιν ἀφορίζει, τὸ δὲ ἕτερον τῇ τῶν ἠθῶν ἐπιμελείᾳ· ἀλλ' οὐκ ἐνταῦθα οὕτως, ἀλλὰ δι' ὅλης αὐτῆς ἀναμὶξ τοῦτο ποιεῖ, ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον. ∆ύο τοίνυν ἐνταῦθα νεκρώσεις εἶναί φησι, καὶ θανάτους δύο· καὶ τὴν μὲν ὑπὸ τοῦ Χριστοῦ γεγενῆσθαι ἐν τῷ βαπτίσματι, τὴν δὲ ὑφ' ἡμῶν ὀφείλειν γίνεσθαι διὰ τῆς μετὰ ταῦτα σπουδῆς. Τὸ μὲν γὰρ ταφῆναι τὰ πρότερα ἁμαρτήματα, τῆς αὐτοῦ γέγονε δωρεᾶς· τὸ δὲ μετὰ τὸ βάπτισμα μεῖναι νεκροὺς τῇ ἁμαρτίᾳ, τῆς ἡμετέρας δεῖ γενέσθαι ἔργον σπουδῆς, εἰ καὶ τὰ μάλιστα πολλὰ καὶ ἐνταῦθα τὸν Θεὸν ὁρῶμεν βοηθοῦντα ἡμῖν. Οὐ γὰρ δὴ τοῦτο ἰσχύει τὸ βάπτισμα μόνον τὸ τὰ πρότερα ἀφανίσαι πλημμελήματα, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα ἀσφαλίζεται. Ὥσπερ οὖν ἐν ἐκείνοις τὴν πίστιν εἰσήνεγκας, ἵνα ἀφανισθῇ· οὕτω καὶ ἐν τοῖς μετὰ ταῦτα τῆς προθυμίας ἐπίδειξαι τὴν μεταβολὴν, ἵνα μὴ πάλιν σαυτὸν καταῤῥυπάνῃς. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα συμβουλεύων φησίν· Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Εἶδες πῶς ἐπῆρε τὸν ἀκροατὴν, πρὸς τὸν ∆εσπότην εὐθέως αὐτὸν ἀναγαγὼν τὸν αὐτοῦ, καὶ πολλὴν δεῖξαι σπουδάσας τὴν ὁμοιότητα; ∆ιὰ τοῦτο οὐδὲ εἶπε, Θανάτῳ, ἵνα μὴ ἀντείπῃς, ἀλλ' Ὁμοιώματι θανάτου· οὐ γὰρ ἡ οὐσία αὐτὴ ἀπέθανεν, 60.484 ἀλλ' ὁ ἐξ ἁμαρτιῶν ἄνθρωπος, τουτέστιν, ἡ κακία. Καὶ οὐκ εἶπεν, Εἰ γὰρ ἐκοινωνήσαμεν τῷ ὁμοιώματι τοῦ θανάτου· ἀλλὰ τί; Εἰ γὰρ σύμφυτοι γεγόναμεν, τῷ τῆς φυτείας ὀνόματι τὸν ἐκ ταύτης καρπὸν ἡμῖν αἰνιξάμενος. Καθάπερ γὰρ τὸ σῶμα αὐτοῦ ταφὲν ἐν τῇ γῇ καρπὸν τῆς οἰκουμένης τὴν σωτηρίαν ἤνεγκεν· οὕτω καὶ τὸ ἡμέτερον ταφὲν ἐν τῷ βαπτίσματι, καρπὸν ἤνεγκε τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὴν υἱοθεσίαν, τὰ μυρία ἀγαθά· οἴσει δὲ καὶ τὸ τῆς ἀναστάσεως ὕστερον δῶρον. Ἐπεὶ οὖν ἡμεῖς μὲν ἐν ὕδατι, αὐτὸς δὲ ἐν γῇ, καὶ ἡμεῖς μὲν κατὰ τὸν τῆς ἁμαρτίας λόγον, ἐκεῖνος δὲ κατὰ τὸν τοῦ σώματος ἐτάφη, διὰ τοῦτο οὐκ εἶπε, Σύμφυτοι τῷ θανάτῳ, ἀλλὰ, Τῷ ὁμοιώματι τοῦ θανάτου· θάνατος μὲν γὰρ καὶ τοῦτο καὶ ἐκεῖνο, ἀλλ' οὐ τοῦ αὐτοῦ ὑποκειμένου. Εἰ τοίνυν, φησὶν, ἐν τῷ θανάτῳ ἐγενόμεθα σύμφυτοι, καὶ τῆς ἀναστάσεως ἐσόμεθα· ἀνάστασιν ἐνταῦθα τὴν μέλλουσαν λέγων. Ἐπειδὴ γὰρ ἀνωτέρω περὶ θανάτου διαλεχθεὶς καὶ εἰπὼν, Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; οὐδὲν περὶ ἀναστάσεως διελέχθη σαφῶς, ἀλλὰ περὶ πολιτείας τῆς μετὰ τὸ βάπτισμα, κελεύσας ἐν καινότητι ζωῆς περιπατῆσαι· διὰ τοῦτο ἐνταῦθα τὸν αὐτὸν ἀναλαβὼν λόγον, ἐκείνην ἡμῖν λοιπὸν προαναφωνεῖ τὴν ἀνάστασιν. Καὶ ἵνα μάθῃς, ὅτι οὐ περὶ ταύτης φησὶ τῆς ἐκ τοῦ βαπτίσματος, ἀλλὰ περὶ ἐκείνης· εἰπὼν, Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, οὐκ εἶπεν, ὅτι Τοῦ ὁμοιώματος τῆς ἀναστάσεως ἐσόμεθα, ἀλλὰ, Καὶ τῆς ἀναστάσεως. Ἵνα γὰρ μὴ λέγῃς, Καὶ πῶς, εἰ μὴ ἀπεθάνομεν ὡς ἀπέθανεν, ἀναστησόμεθα ὡς ἀνέστη; ἡνίκα 60.485 μὲν τοῦ θανάτου ἐμνημόνευσεν, οὐκ εἶπε, Σύμφυτοι τῷ θανάτῳ, ἀλλὰ, Τῷ ὁμοιώματι τοῦ θανάτου· ἡνίκα δὲ τῆς ἀναστάσεως, οὐκ εἶπε, Τῷ ὁμοιώματι τῆς ἀναστάσεως, ἀλλ' Αὐτῆς τῆς