76
πράξομαι, καὶ ταῦτα πείσεται, ἃ πέπονθεν ἡ Νινευῒ, ἡ παλαιὰ τῶν Ἀσσυρίων μητρόπολις. Τούτους δὲ τιμωρησά μενος, ἐπανάξω τὸν Ἰσραὴλ εἰς τὴν πατρῴαν γῆν· Βάσαν γὰρ, καὶ Κάρμηλον, καὶ ὄρος Ἐφραῒμ, αὐτὴν καλεῖ. Προλέγει δὲ καὶ τὴν ἐπὶ τὰ κρείττω μετα βολὴν, καὶ τὴν τῆς προτέρας πλάνης ἀπαλλαγήν. Εἶτα "γῆν παραπικραινόντων" πάλιν τὴν τῶν Χαλ δαίων καλεῖ· μάχαιραν δὲ τοὺς πολεμίους· καὶ κε λεύει τούτοις κατ' ἐκείνων ὁρμῆσαι, καὶ τὰ παρ' αὐτοῦ κελευόμενα πράξαι. "Σφύραν δὲ πάσης τῆς γῆς," τὴν τῶν Βαβυλωνίων βασιλείαν ὠνόμασεν, ὡς πᾶσι τοῖς ἔθνεσι ἐπενεγκοῦσαν πληγὴν, καὶ τὰς ἄλλας καταλύσασαν βασιλείας. Ἴδιον γάρ ἐστι σφύρας τὸ λεπτύνειν τὰ παρ' αὐτῆς τυπτόμενα. κεʹ, κϛʹ. Ἤνοιξε Κύριος τὸν θησαυρὸν αὑτοῦ, καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὑτοῦ· ὅτι ἔργον ἐστὶ τῷ Θεῷ, καὶ Κυρίῳ τῶν δυνάμεων, ἐν γῇ Χαλδαίων. Ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. Σκεύη ὀργῆς τοὺς πολεμίους καλεῖ, ὡς τῇ ὀργῇ ὑπουργοῦντας. Θησαυροὺς δὲ, τὴν τιμωρητι κὴν ψῆφον, καιροὺς δὲ αὐτῆς, τὴν τιμωρίαν ἐκάλε σεν. Οὐκέτι γὰρ, φησὶν, ὁ ∆εσπότης μακροθυμήσει, ἀλλ' ἀπαιτήσει δίκας τῆς ἀσεβείας. Εἶτα διδάσκων, ὡς αὐτὸς ἐπάγει τὴν τιμωρίαν, παρακελεύεται καὶ τὰς ἀποθήκας ἐρευνῆσαι, καὶ πάντα διαφθεῖραι, καὶ μηδὲ ἴχνος τῆς προτέρας εὐπραξίας καταλιπεῖν. Προλέγει δὲ καὶ τοὺς ἐκεῖθεν ἀποδιδράσκοντας, τῶν Ἰουδαίων τὸ πλῆθος, καὶ τὴν Ἱερουσαλὴμ καταλαμ-βάνοντας, καὶ μηνύοντας τὰ κατειληφότα τὴν Βαβυ λῶνα κακά. Ἔπειτα παρακελευσάμενος αὐτὴν πα θεῖν ἃ δέδρακεν, "Ἀνταπόδοτε γὰρ αὐτῇ, φησὶ, κατὰ τὰ ἔργα αὐτῆς," καὶ τὴν κατ' αὐτοῦ τοῦ Θεοῦ μανίαν ἐπιδείξας, πρὸς αὐτὴν ποιεῖται τοὺς λόγους. λαʹ. Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος τῶν δυνά μεων, τὴν ὑβρίστριαν. Ἡ τεθεῖσα προσηγορία τὸν κατὰ τοῦ Θεοῦ τύφον αἰνίττεται, καὶ τὴν εἰς πάντας ἀνθρώπους παρανομίαν δηλοῖ. Ὅτι ἥκει ἡμέρα τῆς πτώσεώς σου, καὶ καιρὸς ἐκδικήσεώς σου. (λβʹ.) Καὶ ἀσθενήσει ἡ ὕβρις σου, καὶ πεσεῖται, καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς. ∆ρυμὸν τὸ πλῆθος τῶν ἐνοικούντων· "Τὰ δὲ κύκλῳ," τοὺς ὑπηκόους· "ἀσθένειαν δὲ ὕβρεως," τὴν τῆς δυνα στείας κατάλυσιν. Ταῦτα δὲ, φησὶ, πείσονται, ὅτι τὸν ἐμὸν ἐξανδραποδίσαντες λαὸν, ἀποδοῦναι τὴν ἐλευθε ρίαν αὐτοῖς εἰς καιρὸν οὐκ ἠθέλησαν. Τούτου δὴ 81.745 χάριν, ἀπειλεῖ παραδώσειν τοῖς πολεμίοις, καὶ τὴν πόλιν, καὶ τοὺς ἐνοικοῦντας, καὶ τὰ τῆς ψευδολο γίας μαντεῖα, καὶ τοὺς ἀριστεύειν ἐν αὐτῇ εἰω θότας, καὶ τοὺς εἰς ἐπικουρίαν αὐτῶν ἀφικομένους, καὶ τοὺς ἀποκειμένους θησαυρούς. Ἀπειλεῖ δὲ καὶ τὸ ὕδωρ αὐτῆς φροῦδον ποιήσειν· ὕδωρ δὲ τροπικῶς τὸ πλῆθος καλεῖ· εἰκὸς δὲ προαγορεύειν καὶ τὰ τῷ ὕδατι συμβησόμενα. Πάλαι γὰρ αὐτὴν μέσην ἔτεμνεν ὁ Εὐφράτης, νῦν δὲ ὁ μὲν ποταμὸς ἐτέτραπτο εἰς ἑτέραν ὁδὸν, σμικροτάτη δὲ διώρυξ διὰ τῶν ἐρει πίων ὁδεύει. Νήσους δὲ καλεῖ τὰς τῆς πόλεως οἰκίας, ὡς κύκλῳ τοὺς περιβόλους ὕδατος περικλύζοντος, καὶ πάλιν ἐν μέσῳ τῆς πόλεως ἐχούσας τὸν ποταμόν. Ἰνδάλματα δὲ τὰς τῶν δαιμόνων φαντασίας κα λεῖ· θυγατέρας δὲ Σειρήνων ὁ Σύρος τοὺς στρουθο καμήλους ἡρμήνευσε· καὶ δαίμονας δὲ ἔθος οὕτω καλεῖν τῇ θείᾳ Γραφῇ, διὰ τὸ καταθέλγειν καὶ ἐξ απατᾷν τοὺς ἀνθρώπους· καὶ οὗτοι μέντοι κἀκεῖνοι τῆς ἐρημίας σημαντικοί. "Καὶ οὐκ οἰκοδομηθήσε ται ἔτι εἰς τὸν αἰῶνα, καὶ οὐ κατοικηθήσεται ἔτι εἰς γενεὰς καὶ γενεάς." Καὶ τετύχηκεν ἀμφό τερα πέρατος· οὔτε γὰρ ᾠκοδομήθη, ἀλλ' ἐστέρηται τῶν περιβόλων μέχρι καὶ τήμερον, καὶ ἐπὶ πλεῖστον ἀοίκητος ἔμεινε· τοῦτο γὰρ εἶπεν "εἰς γενεὰς καὶ γενεάς." Καὶ νῦν δὲ ὀλίγοι τὴν γῆν ταύτην οἰκοῦ σιν Ἰουδαῖοι. Ἀπεικάζει δὲ αὐτὴν Σοδόμοις καὶ Γομόῤῥοις, καὶ διὰ τὴν προτέραν ἀσέβειαν, καὶ διὰ τὴν ἐπενεχθεῖσαν ὕστερον ζημίαν. Ὑποδείκνυσι δὲ καὶ τῶν πολεμίων τὴν πανοπλίαν, καὶ ἐοικέναι φησὶ θαλάσσῃ κυμαινούσῃ· καὶ πυρὶ παραβάλλει