77
ἀναστάσεως ἐσόμεθα. Καὶ οὐκ εἶπε, Γεγόναμεν, ἀλλ' Ἐσόμεθα, καὶ τούτῳ πάλιν δηλῶν τῷ ῥήματι ἐκείνην τὴν οὐδέπω γεγενημένην ἀνάστασιν, ἀλλὰ μέλλουσαν. Εἶτα βουλόμενος ἀξιόπιστον ποιῆσαι τὸν λόγον, δείκνυσιν ἑτέραν ἀνάστασιν ἐνταῦθα γενομένην πρὸ ἐκείνης, ἵνα ἀπὸ τῆς παρούσης καὶ τῇ μελλούσῃ πιστεύσῃς. Εἰπὼν γὰρ, ὅτι σύμφυτοι ἐσόμεθα τῆς ἀναστάσεως, ἐπήγαγε· Τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας· ὁμοῦ καὶ αἰτίαν καὶ ἀπόδειξιν τῆς μελλούσης τιθεὶς ἀναστάσεως. Καὶ οὐκ εἶπεν, Ἐσταύρωται, ἀλλὰ, Συνεσταύρωται, ἐγγὺς ἄγων τὸ βάπτισμα τῷ σταυρῷ. ∆ιὸ καὶ ἀνωτέρω ἔλεγε, Σύμφυτοι τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ γεγόναμεν, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, οὐ τὸ σῶμα τοῦτο οὕτω καλῶν, ἀλλὰ τὴν πονηρίαν ἅπασαν. Ὥσπερ γὰρ παλαιὸν ἄνθρωπον λέγει τὴν ὁλόκληρον κακίαν, οὕτω καὶ σῶμα τοῦ ἀνθρώπου ἐκείνου τὴν ἀπὸ τῶν διαφόρων μερῶν πονηρίας συγκειμένην πάλιν κακίαν. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἀπὸ τοῦ Παύλου τοῦτο αὐτὸ διὰ τῶν ἑξῆς ἑρμηνεύσαντος ἄκουσον. Εἰπὼν γὰρ, Ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, ἐπήγαγε· Τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Ταύτῃ γὰρ αὐτὸ εἶναι βούλομαι νεκρὸν, οὐχ ὥστε ἀφανισθῆναι καὶ ἀποθανεῖν, ἀλλ' ὥστε μὴ ἁμαρτάνειν. Καὶ προϊὼν ἔτι σαφέστερον αὐτὸ ποιεῖ· Ὁ γὰρ ἀποθανὼν, φησὶ, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Περὶ παντὸς ἀνθρώπου τοῦτό φησιν, ὅτι ὥσπερ ὁ ἀποθανὼν ἀπήλλακται τὸ λοιπὸν τοῦ ἁμαρτάνειν, νεκρὸς κείμενος, οὕτω καὶ ὁ ἀναβὰς ἀπὸ τοῦ βαπτίσματος· ἐπειδὴ γὰρ ἅπαξ ἀπέθανεν ἐκεῖ, νεκρὸν δεῖ μένειν διαπαντὸς τῇ ἁμαρτίᾳ. βʹ. Εἰ τοίνυν ἀπέθανες ἐν τῷ βαπτίσματι, μένε νεκρός· καὶ γὰρ ἕκαστος ἀποθανὼν, οὐκέτι ἁμαρτάνειν δύναιτ' ἄν· εἰ δὲ ἁμαρτάνεις, λυμαίνῃ τοῦ Θεοῦ τὴν δωρεάν. Ἀπαιτήσας τοίνυν τοσαύτην ἡμᾶς φιλοσοφίαν, καὶ τὸν στέφανον ταχέως ἐπήγαγε, λέγων· Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ. Καίτοι καὶ τοῦτο πρὸ τοῦ στεφάνου μέγιστος στέφανος, τὸ κοινωνῆσαι τῷ ∆εσπότῃ· πλὴν ἀλλὰ καὶ ἕτερον δίδωμί σοι, φησὶν, ἔπαθλον. Ποῖον δὴ τοῦτο; Τὴν αἰώνιον ζωήν. Πιστεύομεν γὰρ, φησὶν, ὅτι καὶ συζήσομεν αὐτῷ. Καὶ πόθεν τοῦτο δῆλον; Εἰδότες, ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν, οὐκέτι ἀποθνήσκει. Καὶ σκόπει πάλιν αὐτοῦ τὴν φιλονεικίαν, καὶ πῶς ἀπὸ τῶν ἐναντίων αὐτὸ κατασκευάζει. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τινας θορυβεῖσθαι διὰ τὸν σταυρὸν καὶ τὸν θάνατον, δείκνυσιν ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο χρὴ θαῤῥεῖν λοιπόν. Μὴ γὰρ, ἐπειδὴ ἅπαξ ἀπέθανε, φησὶ, νομίσῃς αὐτὸν θνητὸν εἶναι· καὶ γὰρ διὰ τοῦτο αὐτὸ ἀθάνατος μένει· θανάτου γὰρ θάνατος ὁ θάνατος αὐτοῦ γέγονε· καὶ ἐπειδὴ ἀπέθανε, καὶ διὰ τοῦτο οὐκ ἀποθνήσκει· καὶ γὰρ ἐκεῖνον τὸν θάνατον Τῇ ἁμαρτίᾳ ἀπέθανε. Τί ἐστι, Τῇ ἁμαρτίᾳ; Τουτέστιν, οὐδὲ ἐκείνῳ ὑπεύθυνος ἦν, ἀλλὰ διὰ τὴν ἁμαρτίαν τὴν ἡμετέραν. Ἵνα γὰρ αὐτὴν ἀνέλῃ, καὶ ἐκκόψῃ τὰ νεῦρα αὐτῆς καὶ τὴν δύναμιν ἅπασαν, διὰ τοῦτο ἀπέθανεν. Εἶδες πῶς ἐφόβησεν; Εἰ γὰρ οὐκ ἀποθνήσκει δεύτερον, οὐδὲ λουτρόν ἐστι δεύτερον· εἰ δὲ λουτρὸν οὐκ ἔστι δεύτερον, μηδὲ σὺ πρὸς ἁμαρτίαν ἐπιῤῥεπῶς ἔχε. Ταῦτα γὰρ πάντα λέγει, πρὸς ἐκεῖνο ἱστάμενος τὸ, Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθὰ, 60.486 καὶ τὸ, Ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ. Πρόῤῥιζον τοίνυν τὴν τοιαύτην ὑπόληψιν ἀναιρῶν, ἅπαντα ταῦτα τίθησιν. Ὃ δὲ ζῇ, τῷ Θεῷ ζῇ, φησί· τουτέστιν ἀκαταλύτως, ὡς μηκέτι κρατεῖσθαι ὑπὸ τοῦ θανάτου. Εἰ γὰρ καὶ τὸν πρότερον θάνατον οὐχ ὑπεύθυνος ὢν ἀπέθανεν, ἀλλὰ διὰ τὴν ἑτέρων ἁμαρτίαν· πολλῷ μᾶλλον νῦν οὐκ ἀποθανεῖται, καταλύσας αὐτήν. Ὃ καὶ ἐν τῇ πρὸς Ἑβραίους ἔλεγεν· Ἅπαξ γὰρ, φησὶν, ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. Καὶ καθόσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας, ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν. ∆είκνυσι δὲ καὶ τῆς κατὰ Θεὸν ζωῆς τὴν ἰσχὺν, καὶ τῆς ἁμαρτίας τὴν δύναμιν· τῆς μὲν κατὰ Θεὸν