1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

77

προθυ μίαν. Τῶν δὲ Βαβυλωνίων ὑπὸ δειλίας λέγει παρα λυθῆναι τὰς χεῖρας, καὶ τὴν ὀδύνην αὐτῶν ὠδῖσι γυναικὸς ἀπεικάζει. ∆ιδάσκει δὲ καὶ ὡς αὐτὸς στρατ ηγεῖ τῶν Μήδων. "Ὅτι τίς ὥσπερ ἐγώ· καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμὴν, ὃς στήσε ται κατὰ πρόσωπόν μου;" Ἐπειδὴ ποιμὴν τοῦ Ἰσραὴλ ὠνομάζετο, ἐνόμισαν δὲ τῆς Βαβυλῶνος οἱ βασιλεῖς αὐτοῦ περιγενήσεσθαι τοῦ τῶν ὅλων Θεοῦ, διδάσκει, ὡς αὐτὸς αὐτοῖς ἐπάγει τὴν τιμω ρίαν, ἀσύγκριτον ἔχων τὴν δύναμιν. Εἶτα παρακε λεύεται καὶ αὐτὰ διαφθεῖραι τὰ ἀρνία τῶν προβά των, καὶ τὴν νομὴν ἀφανίσαι· καλεῖ δὲ ἀρνία τὰ βρέφη, νομὴν δὲ τὴν πόλιν, καὶ τὴν ὑποκειμένην γῆν. Περὶ μέντοι τῶν παιδίων καὶ ὁ μακάριος προ θεσπίζει ∆αβίδ· "Μακάριος γὰρ, φησὶν, ὃς κρατή σει τὰ νήπιά σου, καὶ ἐδαφιεῖ αὐτὰ πρὸς τὴν πέτραν. μϛʹ. ∆ιότι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σει σθήσεται ἡ γῆ, καὶ κραυγὴ αὐτῆς ἐν ἔθνεσιν ἀκουσθήσεται. Ἐπειδὴ γὰρ ἐπίσημος ἦν ἡ πόλις, πάντοσε διέδραμε καὶ τοῦ πάθους ἡ φήμη. ΚΕΦΑΛΑΙΟΝ ΝΑʹ Εἶτα διαφόροις ὀνόμασι τοὺς πολεμίους καλεῖ· καὶ πρῶτον μὲν ἄνεμον καύσωνα· διαφθείρειν γὰρ οὗτος πέφυκε τὰ φυτά. Εἶτα ὑβριστάς· διὰ τούτου δὲ δηλοῖ τῆς τιμωρίας τὸ δίκαιον. Πείσῃ γὰρ, φησὶν, ὃ πεποίηκας. Τούτοις ἐντειλάμενος ἀφειδῶς κατὰ πάντων χρήσασθαι τῷ θυμῷ, ἐπήγαγε· εʹ· ∆ιότι οὐκ ἐχήρευσεν Ἰσραὴλ καὶ Ἰούδας ἀπὸ τοῦ Θεοῦ αὑτῶν, ἀπὸ Κυρίου παντοκράτορος, ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀνομίᾳ, ἀπὸ τῶν ἁγίων Ἰσραήλ. ∆ιὰ τὴν δεισιδαιμονίαν αὐτῶν, καὶ τὴν παρανομίαν περιεῖδον αὐτούς· οὐ γὰρ δὴ παντε λῶς αὐτοὺς τῆς ἐμῆς κηδεμονίας ἐγύμνωσα. ζʹ, ηʹ. Ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου, μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ τοῦ οἴνου αὑτῆς· ἔπιεν ἔθνη τοῦτο, ἐσαλεύθη ἔθνη. Καὶ ἄφνω ἔπεσε Βαβυλὼν, καὶ συνετρί βη. Καὶ τὸ ἐνύπνιον ἑρμηνεύων ὁ μακάριος ∆ανιὴλ, τὴν κεφαλὴν τὴν χρυσῆν αὐτὸν εἶπε τὸν Βαβυλώ νιον· καὶ ἐνταῦθα τὴν δι' αὐτοῦ τιμωρίαν, τοῖς ἄλ λοις ἐπενεχθεῖσαν ἔθνεσι, ποτήριον χρυσοῦν προσ ηγόρευσε. Λέγει τοίνυν, ὅτι καὶ τοῖς ἄλλοις ἔθνεσι τὴν τιμωρίαν ἐπήνεγκε, καὶ ἐξαίφνης αὐτὴ παρὰ πᾶσαν ἐλπίδα ἑάλω, καὶ ἀνάστατος γέγονεν. Εἶτα τοῖς εἰς ἐπικουρίαν ἐληλυθόσιν ἔθνεσι λέγει, "Θρηνεῖτε αὐτήν· λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς, εἰ πως ἰαθήσεται." Ἀντὶ τοῦ, προσενέγκατε αὐτῇ τῆς βοηθείας τὰ φάρμακα· κέχρηται δὲ καὶ ἠθοποιίᾳ ὁ προφήτης, καὶ τὴν παρ' ἐκείνων ἀπόκρισιν τίθη σιν. θʹ, ιʹ. Ἰατρεύσαμεν αὐτὴν, καὶ οὐκ ἰάθη· ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὑτοῦ· ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς, καὶ ἐπήρθη ἕως τῶν ἄστρων. Εἰσήνεγκε Κύριος τὸ κρίμα αὐτοῦ. Τοῦτον τοῦ Βαβυλωνίου τὸν τῦφον καὶ ὁ μακάριος προεθέ σπισεν Ἡσαΐας· "Εἶπε γὰρ, φησὶν, Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου." ∆ιδάσκει δὲ σαφέ στερον τὸν ὑπουργοῦντα, καὶ τὸν κελεύοντα. ιαʹ, ιβʹ. Ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων· ὅτι ἐπὶ Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ, τοῦ ἐξολοθρεῦσαι αὐτήν· ὅτι ἐκδίκησις Κυρίου ἐστὶν, ἐκδίκησις ναοῦ αὑτοῦ, ἐπὶ τειχῶν Βαβυ λῶνος. Ἃ τετόλμηκε κατὰ τοῦ ναοῦ, τοῖς τῆς Βαβυ λῶνος περιβόλοις ἐπάξω. Εἶτα εἰρωνικῶς τοῖς Βαβυ λωνίοις παρακελεύεται, καὶ φύλακας ἐπιστῆσαι τοῖς τείχεσι, καὶ τούτους διεγεῖραι, καὶ εὐτρεπίσαι τὰ ὅπλα· καὶ διδάσκων, ὡς οὐδὲν αὐτοῖς ὄφελος ἐντεῦ θεν γενήσεται, ἐπήγαγε· "Καὶ ποιήσει Κύριος ὅσα 81.749 ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα." Προ ηγόρευσε γὰρ διὰ τῶν προφητῶν τὴν ταύτης κατάλυ σιν. "Κατὰ δὲ τοῦ βραχίονος" τὸν Θεὸν ὀμωμο κέναι λέγει, ἀντὶ τοῦ, κατὰ τῆς ἑαυτοῦ δυνάμεως· τοῦτο γὰρ ἐπήγαγεν· ιεʹ, ιϛʹ. Ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὑτοῦ· ἑτοιμά ζων τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὑτοῦ· ἐν τῇ συνέσει αὑτοῦ ἐξέτεινε τὸν οὐρανόν. Εἰς φωνὴν ἤχους αὐτοῦ ἔθετο πλῆθος ὕδατος ἐν