78
ζωῆς, ὅτι οὐκέτι ἀποθανεῖται· τῆς δὲ ἁμαρτίας, ὅτι εἰ τὸν ἀναμάρτητον αὕτη παρεσκεύαζεν ἀποθανεῖν, τοὺς ὑπευθύνους ὄντας πῶς οὐκ ἀπολεῖ; Εἶτα, ἐπειδὴ περὶ τῆς αὐτοῦ ζωῆς διελέχθη, ἵνα μὴ λέγῃ τις, Τί οὖν πρὸς ἡμᾶς τὸ εἰρημένον; ἐπήγαγεν· Οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς, φησὶ, νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ. Καλῶς εἶπε, Λογίζεσθε, ἐπειδὴ ὄψει παραστῆσαι τὸ λεγόμενον τέως οὐκ ἔστι. Καὶ τί λογιζόμεθα, φησί; Νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὁ γὰρ οὕτω ζῶν πάσης ἐπιλήψεται ἀρετῆς, αὐτὸν ἔχων σύμμαχον τὸν Ἰησοῦν· τοῦτο γάρ ἐστιν, Ἐν Χριστῷ. Εἰ γὰρ νεκροὺς ὄντας ἀνέστησε, πολλῷ μᾶλλον ζῶντας κατασχεῖν δυνήσεται. Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ. Οὐκ εἶπε, Μὴ οὖν ζήτω ἡ σὰρξ, μηδὲ ἐνεργείτω, ἀλλ' Ἡ ἁμαρτία μὴ βασιλευέτω· οὐ γὰρ τὴν φύσιν ἦλθεν ἀνελεῖν, ἀλλὰ τὴν προαίρεσιν διορθῶσαι. Εἶτα δεικνὺς, ὅτι οὐ βίᾳ καὶ ἀνάγκῃ κατεχόμεθα ὑπὸ τῆς πονηρίας, ἀλλ' ἑκόντες, οὐκ εἶπε, Μὴ τυραννείτω, ὅπερ ἀνάγκης ἦν, ἀλλὰ, Μὴ βασιλευέτω. Καὶ γὰρ ἄτοπον εἰς βασιλείαν ἀγομένους τῶν οὐρανῶν, βασιλίδα τὴν ἁμαρτίαν ἔχειν, καὶ καλουμένους συμβασιλεῦσαι τῷ Χριστῷ, αἱρεῖσθαι γενέσθαι τῆς ἁμαρτίας αἰχμαλώτους· ὥσπερ ἂν εἴ τις τὸ διάδημα ῥίψας ἀπὸ τῆς κεφαλῆς, δαιμονώσῃ γυναικὶ καὶ προσαιτούσῃ καὶ ῥάκια περιβεβλημένῃ δουλεύειν ἐθέλοι. Εἶτα, ἐπειδὴ βαρὺ τὸ περιγενέσθαι ἁμαρτίας, ὅρα πῶς καὶ κοῦφον ἔδειξε, καὶ τὸν πόνον παρεμυθήσατο εἰπὼν, Ἐν τῷ θνητῷ ὑμῶν σώματι. Τοῦτο γὰρ δείκνυσι προσκαίρους ὄντας τοὺς ἀγῶνας, καὶ ταχέως καταλυομένους· ὁμοῦ δὲ καὶ τῶν προτέρων ἡμᾶς ἀναμιμνήσκει κακῶν, καὶ τῆς τοῦ θανάτου ῥίζης· ἐντεῦθεν γὰρ καὶ παρὰ τὴν ἀρχὴν θνητὸν γέγονεν. Ἀλλ' ἔξεστι καὶ θνητὸν ἔχοντα σῶμα, μὴ ἁμαρτάνειν. Εἶδες τὴν περιουσίαν τῆς τοῦ Χριστοῦ χάριτος; Ὁ μὲν γὰρ Ἀδὰμ οὐδέπω θνητὸνἔχων, ὤλισθε· σὺ δὲ καὶ θανάτου λαβὼν ὑπεύθυνον ὂν, στεφανωθῆναι δυνήσῃ. Καὶ πῶς βασιλεύει, φησὶν, ἡ ἁμαρτία; Οὐκ ἀπὸ τῆς οἰκείας δυνάμεως, ἀλλ' ἀπὸ τῆς σῆς ῥᾳθυμίας. ∆ιὰ τοῦτο εἰπὼν, Μὴ βασιλευέτω, καὶ τὸν τρόπον δείκνυσι τῆς τοιαύτης βασιλείας, ἐπάγων καὶ λέγων· Εἰς τὸ ὑπακούειν αὐτῇ ἐν ταῖς ἐπιθυμίαις αὐτοῦ. Οὐ γάρ ἐστι τιμὴ τὸ μετ' ἐξουσίας αὐτῷ πάντα χαρίζεσθαι, ἀλλ' ἐσχάτη δουλεία καὶ ἀτιμίας ἐπίτασις. Ὅταν γὰρ ἃ βούλεται πράττῃ, τότε ἐλευθερίας ἐστέρηται πάσης· ὅταν δὲ κωλύηται, τότε μάλιστα τὴν οἰκείαν ἀξίαν διατηρεῖ. Μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλ' ὅπλα δικαιοσύνης. 60.487 γʹ. Οὐκοῦν μέσον τὸ σῶμα κακίας καὶ ἀρετῆς, καθάπερ οὖν καὶ τὰ ὅπλα· ἑκάτερα δὲ τὰ ἔργα παρὰ τὸν χρώμενον γίνεται· ὥσπερ ἂν εἰ καὶ στρατιώτης ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενος, καὶ λῃστὴς κατὰ τῶν ἐνοικούντων ὁπλιζόμενος, τοῖς αὐτοῖς φράττοιντο ὅπλοις· οὐ γὰρ τῆς παντευχίας τὸ ἔγκλημα, ἀλλὰ τῶν εἰς τὸ κακὸν χρωμένων. Ὃ δὴ καὶ ἐπὶ τῆς σαρκὸς ἔστιν εἰπεῖν, τοῦτο κἀκεῖνο γινομένης παρὰ τὴν τῆς ψυχῆς γνώμην, οὐ παρὰ τὴν οἰκείαν φύσιν. Ἂν μὲν γὰρ περιεργάσῃ κάλλος ἀλλότριον, ὅπλον ἀδικίας γέγονεν ὁ ὀφθαλμὸς, οὐ παρὰ τὴν οἰκείαν ἐνέργειαν (ὀφθαλμοῦ γὰρ τὸ ὁρᾷν, οὐ τὸ κακῶς ὁρᾷν), ἀλλὰ παρὰ τὴν τοῦ κελεύσαντος λογισμοῦ πονηρίαν· ἂν δὲ χαλινώσῃς αὐτὸν, δικαιοσύνης γέγονεν ὅπλον. Οὕτω καὶ ἐπὶ γλώττης, οὕτω καὶ ἐπὶ χειρῶν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Καλῶς δὲ τὴν ἁμαρτίαν ἀδικίαν ἐκάλεσεν· ἢ γὰρ ἑαυτόν τις, ἢ τὸν πλησίον ἁμαρτάνων ἀδικεῖ, μᾶλλον δὲ ἑαυτὸν πρὸ τοῦ πλησίον. Ἀπαγαγὼν τοίνυν τῆς πονηρίας, ἄγει πρὸς τὴν ἀρετὴν, λέγων· Ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ Θεῷ, ὡς ἐκ νεκρῶν ζῶντας. Ὅρα πῶς ἀπὸ τῶν ὀνομάτων γυμνῶν προτρέπει, ἐκεῖ μὲν ἁμαρτίαν εἰπὼν, ἐνταῦθα δὲ τὸν Θεόν. ∆είξας γὰρ ὅσον τὸ μέσον τῶν βασιλευόντων, πάσης συγγνώμης τὸν στρατιώτην ἐξέβαλε, τὸν ἀφέντα μὲν τὸν Θεὸν, ἐπιθυμήσαντα δὲ ὑπὸ τὴν τῆς ἁμαρτίας τάττεσθαι βασιλείαν. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς τοῦτο κατασκευάζει λέγων, Ὡς ἐκ νεκρῶν ζῶντας. ∆ιὰ γὰρ τούτων δείκνυσι