1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

78

οὐρανῷ, καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ἐξήγαγε φῶς ἐκ θησαυρῶν αὑτοῦ. Καὶ τὰ τῆς δημιουργίας τέ θεικεν, καὶ τὰ τῆς προμηθείας· οὐ γὰρ μόνον πε ποίηκε τὰ σύμπαντα, ἀλλὰ καὶ διατελεῖ κυβερνῶν. Τὸ "εἰς φωνὴν ἤχους αὐτοῦ ἔθετο πλῆθος ὕδατος ἐν οὐρα νῷ," διδάσκει τὸν διὰ τῶν νεφελῶν τῆς βροντῆς ἐπιτελούμενον κτύπον. Παρατίθησι δὲ τῇ θεολογίᾳ τὴν τῶν δαιμόνων ἀσθένειαν· καὶ δείκνυσιν αὐτὰ τῆς τῶν χρυσοχόων δεόμενα τέχνης, καὶ ὅτι ὑπ' ἄλλων γινό μενα, οὐδὲ τοῖς ἀλόγοις ζώοις ἀναπνεῖν ὁμοίως ἰσχύει. Προλέγει δὲ αὐτῶν καὶ τὴν παῦλαν. Ἐν καιρῷ γὰρ, φησὶν, ἐπισκοπῆς ἀπολοῦν ται. (ιθʹ.) Οὐ τοιαύτη ἡ μερὶς τῷ Ἰακὼβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστι μερὶς αὐτοῦ καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ· Κύ ριος τῶν δυνάμεων ὄνομα αὐτῷ. Τῆς Βαβυλῶ νος ἐκεῖνοι θεοὶ, τοῦ δὲ Ἰσραὴλ ὁ τῶν ἁπάντων ποιη τής. Εἰκότως τοίνυν οἱ μὲν καταλύονται, οἱ δὲ ἐπανέρχονται. κʹ. ∆ιασκορπίζεις σύ μοι σκεύη πολέμου, καὶ διασκορπιῶ ἔθνη ἐν σοί. Τοῦτο ὁ Σύρος ἡρμή νευσεν, "Ἑτοίμασόν μοι σκεύη πολέμου." Κατὰ μέντοι τὴν ἑλληνικὴν ἑρμηνείαν, οὕτω νοητέον· Ἐπειδὴ τοῖς ὅπλοις σου κατὰ τοῦ ἐμοῦ ἐχρήσω λαοῦ, καὶ βέλη καὶ δόρατα κατὰ τούτων ἠκόντισας, κἀγὼ διασκορπιῶ ἔθνη ἐν σοί. Τοῦτο γὰρ λέγει· Σκορπί σας σκεδάσω κἀγὼ τὰ εἰς ἐπικουρίαν σου ἐληλυ θότα ἔθνη, καὶ τοὺς ἵππους, καὶ τοὺς τούτων ἀναβά τας, καὶ πᾶσαν ἡλικίαν, καὶ γένος ἑκάτερον, καὶ ἄρχοντας, καὶ ἀρχομένους, καὶ ποιμαίνοντας, καὶ γεωργοῦντας. Καὶ ταῦτα πείσεσθε, ὑπὲρ ὧν κατὰ τῆς Σιὼν ἐτολμήσατε. κεʹ. Ἰδοὺ ἐγὼ πρὸς σὲ, τὸ ὄρος τὸ διεφθαρμέ νον, λέγει Κύριος, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν. Ὄρος αὐτὴν καλεῖ διὰ τὸ περιφανὲς τῆς δυνα στείας, διεφθαρμένον δὲ διὰ τὸ δυσσεβὲς καὶ παρά νομον. "Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν." Τουτέστι, 81.752 ταπεινήν σε δείξω. "Καὶ δώσω σε εἰς ὄρος ἐμπεπυρισμένον," ἀντὶ τοῦ, ἄχρηστον παντελῶς· καὶ τοῦτο δηλοῖ τὰ ἑξῆς. κϛʹ. Καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν, καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν ἔσῃ εἰς τὸν αἰῶνα, λέγει Κύριος. Οὔτε βασιλέα, οὔτε ἄρχοντα ἐκ τῶν νέων οἰκητόρων ἐχειροτόνη σαν· οἱ μὲν γὰρ θεμέλιοι τὴν οἰκοδομὴν φέ ρουσιν, αἱ δὲ γωνίαι συνάπτουσιν. κζʹ. Ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε σάλπιγγι ἐν ἔθνεσιν· ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη. Ἀντὶ τοῦ ἀφορίσατε. Παραγγείλατε ἐπ' αὐτὴν βα σιλείαις Ἀραρὰτ παρ' ἐμοῦ, καὶ τοῖς Ἀσχαναζαίοις. Ἀραρὰτ τὴν Ἀρμενίαν καλεῖ· Ἀσχαναζαῖοι δὲ, ἔθνος ἕτερον ἐκείνοις πελάζον. Τούτους δὲ πάντας ὁ Περσῶν καὶ Μήδων συνήγαγε βασιλεύς· τοῦτο γὰρ ἐπάγει· κηʹ. Ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη· τὸν βασιλέα τῶν Μήδων, καὶ ἡγουμένους αὐτοῦ, καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ. Λέγει δὲ καὶ τὴν γῆν σει σθῆναι. κθʹ. ∆ιότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς Κυρίου, τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφα νισμὸν, τοῦ μὴ κατοικεῖσθαι αὐτήν. Προλέγει καὶ τὴν πολιορκίαν, καὶ τὴν ἀσθένειαν τῶν ἔνδοθεν πολεμούντων, καὶ τὸν τῆς πόλεως ἐμπρησμὸν, καὶ τοὺς τῷ βασιλεῖ τὴν ταύτης μηνύοντας ἅλωσιν. Ἀπεικάζει καὶ ἅλῳ λεπτυνθείσῃ, καὶ ἀμητῷ ὡρίμῳ, τῶν οἰκιῶν τὴν κατάλυσιν. Τίθησι καὶ τῆς Ἱερουσα λὴμ τὰ ῥήματα, ἃ περὶ τοῦ Βαβυλωνίων ἔλεγε βα σιλέως. λδʹ. Ἐμερίσατό με, κατέφαγέ με, κατ έλαβέ με ὡς σκότος λεπτὸν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος. Ὁ λεπτότατος ἀὴρ μᾶλ λον τῶν ἡμετέρων καθικνεῖται σωμάτων. Λέγει τοί νυν, ὅτι Τὸ σκότος τῆς συμφορᾶς καὶ αὐτά μου τῆς ψυχῆς ἐπλήρωσε τὰ μέλη. "Κατέστησέ με ὡς σκεῦος κενὸν, καὶ κατέπιέ με ὡς δράκων· ἐν έπλησε τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῆς τρυφῆς μου." Πάντων, φησὶν, ἐγύμνωσέ με τῶν ἀγαθῶν, καὶ δρά κοντα ἐμιμήσατο στρουθῶν νεοττοὺς καταπιόντα, πάντα μου τὸν πλοῦτον λαβὼν, καὶ τῆς εὐπραξίας γυμνώσας. ∆ιδάσκει δὲ, ὡς αἱ παρανομίαι αὐτῆς καὶ αὐτὴν ἀσθενῆ, κἀκεῖνον ἀπέφηναν ἰσχυρόν. λεʹ. Ἔξωσάν με οἱ μόχθοι μου, καὶ αἱ