1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

79

κἀκείνης τὴν λύμην, καὶ τῆς τοῦ Θεοῦ δωρεᾶς τὸ μέγεθος. Ἐννοήσατε γὰρ, φησὶ, τίνες ἦτε, καὶ τί γεγόνατε. Τίνες οὖν ἦτε; Νεκροὶ καὶ ἀπολωλότες ἀπώλειαν οὐδαμόθεν διορθωθῆναι δυναμένην· οὐδὲ γὰρ ἦν τις ὁ βοηθῆσαι δυνάμενος. Καὶ τίνες ἐξ ἐκείνων γεγόνατε τῶν νεκρῶν; Ζῶντες ζωὴν ἀθάνατον. Καὶ διὰ τίνος; ∆ιὰ τοῦ πάντα δυναμένου Θεοῦ. Οὐκοῦν καὶ ὑπὸ τοῦτον τάττεσθαι δίκαιον μετὰ προθυμίας τοσαύτης, μεθ' ὅσης εἰκὸς τοὺς ἀπὸ νεκρῶν ζῶντας γενομένους. Καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Οὐκοῦν οὐ πονηρὸν τὸ σῶμα, εἴ γε ὅπλον δικαιοσύνης αὐτὸ γενέσθαι δυνατόν. Ὅπλον δὲ εἰπὼν, ἐδήλωσεν, ὅτι καὶ πόλεμος ἐφέστηκε χαλεπός. ∆ιὸ καὶ παντευχίας ἡμῖν δεῖ ἰσχυρᾶς, καὶ γνώμης γενναίας, καὶ τὰ τῶν πολέμων τούτων ἐπισταμένης καλῶς, καὶ πρό γε πάντων στρατηγοῦ. Ἀλλ' ὁ μὲν στρατηγὸς παρέστηκεν, ἀεὶ πρὸς συμμαχίαν ἕτοιμος ὢν, καὶ ἀχείρωτος μένων, καὶ τὰ ὅπλα δὲ ἰσχυρὰ κατεσκεύασεν ἡμῖν, δεῖ δὲ λοιπὸν προαιρέσεως τῆς εἰς δέον αὐτὰ μεταχειριζομένης, ὥστε καὶ τῷ στρατηγῷ πείθεσθαι, καὶ τὸ ὅπλα ὑπὲρ τῆς πατρίδος τίθεσθαι. Παρακελευσάμενος τοίνυν ἡμῖν οὕτω μεγάλα, καὶ ὅπλων καὶ μάχης καὶ πολέμων ἀναμνήσας, ὅρα πῶς πάλιν θαῤῥύνει τὸν στρατιώτην, καὶ ἀλείφει τὴν προθυμίαν, λέγων· Ἁμαρτία γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλὰ ὑπὸ χάριν. Εἰ οὖν ἁμαρτία ἡμῶν οὐκέτι κυριεύει, τίνος ἕνεκεν τοσαῦτα παρεγγυᾷς, λέγων· Μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι· καὶ, Μὴ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ; Τί οὖν ἐστι τὸ λεγόμενον; Σπερματικόν τινα καταβάλλεται λόγον ἐνταῦθα, ὃν ὕστερον ἀναπτύσσειν μέλλει, καὶ μετὰ πολλῆς ἐργάζεσθαι τῆς κατασκευῆς. Τίς οὖν ἐστιν οὗτος ὁ λόγος; Τὸ σῶμα ἡμῶν πρὸ μὲν τῆς τοῦ Χριστοῦ παρουσίας εὐχείρωτον ἦν τῇ ἁμαρτίᾳ. Μετὰ γὰρ τὸν θάνατον καὶ πολὺς παθῶν ἐπεισῆλθεν 60.488 ἐσμός· διόπερ οὐδὲ σφόδρα κοῦφον ἦν πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς δρόμον. Οὔτε γὰρ Πνεῦμα παρῆν τὸ βοηθοῦν, οὔτε βάπτισμα τὸ νεκρῶσαι δυνάμενον, ἀλλ' ὥσπερ τις ἵππος δυσήνιος, ἔτρεχε μὲν, διημάρτανε δὲ πολλάκις, τοῦ νόμου τὰ πρακτέα καὶ τὰ μὴ τοιαῦτα διαγορεύοντος μὲν, πλέον δὲ οὐδὲν τῆς διὰ τῶν ῥημάτων παραινέσεως τοῖς ἀγωνιζομένοις εἰσφέροντος· ἐπειδὴ δὲ ὁ Χριστὸς παραγέγονε, τὰ παλαίσματα λοιπὸν εὐκολώτερα γέγονε. ∆ιὸ καὶ μείζονα ἡμῖν προετέθη τὰ σκάμματα, ἅτε μείζονος μετεσχηκόσι τῆς βοηθείας. ∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἑξῆς σαφέστερον λέγει, τέως δὲ αὐτὸ αἰνίττεται διὰ βραχέων ἐνταῦθα, δεικνὺς, ὅτι ἐὰν μὴ σφόδρα ἑαυτοὺς ὑποκατακλίνωμεν, οὐ περιέσται ἡμῶν ἡ ἁμαρτία. Οὐ γάρ ἐστι νόμος ὁ κελεύων μόνον, ἀλλὰ καὶ χάρις ἡ καὶ τὰ πρότερα ἀφεῖσα, καὶ πρὸς τὰ μέλλοντα ἀσφαλιζομένη. Ἐκεῖνος μὲν γὰρ μετὰ τοὺς πόνους τοὺς στεφάνους ἐπήγγελτο, αὕτη δὲ πρότερον ἐστεφάνωσε, καὶ τότε εἰς τοὺς ἀγῶνας εἵλκυσεν. Ἐμοὶ δὲ δοκεῖ οὐδὲ πάντα τὸν βίον τοῦ πιστοῦ ἐνταῦθα αἰνίττεσθαι, ἀλλὰ σύγκρισιν βαπτίσματος ποιεῖσθαι καὶ τοῦ νόμου· ὅπερ καὶ ἀλλαχοῦ φησιν, ὅτι Τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Ὁ μὲν γὰρ νόμος ἐλέγχει τὴν παράβασιν, ἡ δὲ χάρις λύει τὴν παράβασιν. Ὥσπερ οὖν ἐκεῖνος ἐλέγχων συνίστησι τὴν ἁμαρτίαν, οὕτως αὕτη συγχωροῦσα οὐκ ἀφίησιν εἶναι ὑπὸ ἁμαρτίαν· ὥστε διπλῇ τῆς τυραννίδος εἶ ταύτης ἀπηλλαγμένος, τῷ τε μὴ ὑπὸ νόμον εἶναι, καὶ τῷ χάριτος ἀπολελαυκέναι. δʹ. Ἐπειδὴ τοίνυν τούτοις ἀναπνεῦσαι πεποίηκε τὸν ἀκροατὴν, ἀσφαλίζεται πάλιν αὐτὸν, ἐξ ἀντιθέσεως παραίνεσιν εἰσάγων, καὶ λέγων οὕτω· Τί οὖν; ἁμαρτήσομεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν; Μὴ γένοιτο. Πρῶτον μὲν γὰρ τῇ ἀπαγορεύσει, διὰ τὸ σφόδρα ἄτοπον εἶναι τὸ λεγόμενον, κέχρηται· ἔπειτα δὲ καὶ εἰς παραίνεσιν ἐξάγει τὸν λόγον, καὶ δείκνυσι πολλὴν οὖσαν τὴν εὐκολίαν τῶν ἀγώνων, οὕτω λέγων· Οὐκ οἴδατε, ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε, ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς