79
ταλαιπω ρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ κατοικοῦσα Σιών· καὶ τὸ αἷμά μου, ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίαν, ἐρεῖ Ἱερουσαλήμ. Ἐκδικηθήσεται, φησὶ, τὸ αἷμά μου παρ' αὐτῶν, καὶ δίκας τίσουσιν ὧν παρηνόμησαν 81.753 εἰς ἐμέ. Οὕτω τὰ περὶ τῆς Ἱερουσαλὴμ ὁ προφήτης δείκνυσι, καὶ τὴν παρὰ τοῦ Θεοῦ ἐξενεχθεῖσαν δι καίαν ψῆφον. λϛʹ. ∆ιὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ κρινῶ τὸν ἀντίδικόν σου, καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου. Ἐπειδὴ ἔγνως τὴν ἀπὸ τῆς ἁμαρτίας ἐγγιγνομέ νην βλάβην. "Καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς." Τουτέστι, τὸ πλῆθος τῶν ὑπηκόων. "Καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς." Τὴν βασιλείαν, καὶ τὴν κατὰ πάν των δυναστείαν. Εἶτα λέγει καὶ τὰ τῆς ἐρημίας ἴδια, περὶ ὧν πολλάκις εἰρήκαμεν· "Οὐ κατοικηθήσεται δὲ ἐπὶ τὸ αὐτό." Ὀλίγας γὰρ ἔχει νῦν οἰκίας, καὶ ταύτας ἐσκεδασμένας. Ἀπεικάσας δὲ λέουσι τοὺς ἀριστέας αὐτῆς, προλέγει αὐτῶν τήν τε δειλίαν, καὶ τὸν ὄλεθρον. λθʹ, μʹ. ∆ώσω γὰρ, φησὶ, πότημα αὐτοῖς, καὶ με θύσω αὐτοὺς, ὅπως καρωθῶσι, καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον, καὶ οὐ μὴ διεγερθῶσι, λέγει Κύριος. Καὶ καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν, καὶ ὡς κριοὺς μετ' ἐρίφων. Τούς τε ἄρχοντας καὶ ἀρχομένους, καὶ μετὰ τοῦ βα σιλέως τοὺς ὑπηκόους· ἄρνας γὰρ καὶ ἐρίφους τοὺς ὑπηκόους ἐκάλεσε, κριοὺς δὲ τοὺς ἄρχοντας. μαʹ. Πῶς ἑάλω Σεσὰχ, καὶ ἐθηρεύθη τὸ καύ χημα πάσης τῆς γῆς; Αὐτὴν οὕτω καλεῖ τὴν Βαβυ λῶνα. Καὶ γὰρ τὸν ταύτης βασιλέα Σεσὰχ ἐν τοῖς πρόσθεν ἑρμηνευομένοις προσηγόρευσε. Εἰκὸς δὲ αὐτὴν οὕτως ὀνομασθῆναι πάλαι, μετονομασθῆναι δὲ Βαβυλῶνα. Ὅτι γὰρ τὴν πόλιν οὕτω καλεῖ, τὰ ἐπαγόμενα μαρτυρεῖ. "Πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν πᾶσι τοῖς ἔθνεσι;" ∆είκνυσι καὶ τῶν ἐπιστρατευσάντων τὸ πλῆθος. μβʹ. Ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα· ἐν ἤχῳ κυμάτων αὐτῆς κατελήφθη. Εἶτα προαγο ρεύσας τὴν ἐρημίαν, πάλιν εἰς μέσον φέρει τὸν Βήλ. μδʹ. Ἐκδικήσω γὰρ, φησὶν, ἐπὶ τὸν Βὴλ ἐν Βαβυλῶνι, καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόμα τος αὐτοῦ· καὶ οὐ μὴ συναχθῶσι πρὸς αὐ τὸν ἔτι τὰ ἔθνη. Μέμνηται καὶ ὁ ∆ανιὴλ τῆς προσφερομένης αὐτῷ τροφῆς, καὶ ὅπως ταύτην οἱ ἱερεῖς κατηνάλισκον. Προλέγει δὲ ὁ προφητικὸς λόγος καὶ τῆς πλάνης τὴν παῦλαν· ψυχαγωγεῖ δὲ καὶ τὸν λαὸν, καὶ παρακελεύεται μὴ δεῖσαι τὰ ἐπερχόμενα τῇ Βαβυλῶνι κακὰ, καὶ διδάσκει ὡς πρὸ πολλοῦ ταῦτα μεμήνυται. 81.756 μϛʹ. Εἰσελεύσεται γὰρ ἐν τῷ αὐτῷ ἐνιαυτῷ ἡ ἀκοὴ, καὶ μετ' αὐτὸν ἐν τῷ ἐνιαυτῷ ἡ ἀκοὴ καὶ ἡ ἀδικία ἐν τῇ γῇ. Καὶ ἐξουσιαστὴς ἐπὶ ἐξουσιαστὴν, καὶ παραβολὴ ἐπὶ παραβολήν. Πρὸ γὰρ ἑνὸς καὶ δύο ἐνιαυτῶν τῆς ἐφόδου τῶν πο λεμίων μηνυομένης, ἐπέμειναν ἀδικοῦντες καὶ συν ήθως παρανομοῦντες. ∆ιά τοι τοῦτο καὶ τοῖς προσ κυνουμένοις γλυπτοῖς, καὶ τοῖς προσκυνοῦσιν αὐτὰ, τὸν ὄλεθρον ἀπειλεῖ, καὶ τὴν κτίσιν πᾶσαν ἐπὶ τῇ πανωλεθρίᾳ ταύτης εὐφραίνεσθαι λέγει· διδάσκει δὲ καὶ τῆς τιμωρίας τὸ δίκαιον. μθʹ. Καὶ μέντοι ἐν Βαβυλῶνι, τοῦ πεσεῖν τραυ ματίας Ἰσραὴλ ἐν αὐτῇ. Καὶ τῆς οὖν Βαβυλῶνος πεσοῦνται τραυματίαι ὑπὸ πάσης τῆς γῆς· ἃ γὰρ εἰς τὸν Ἰσραὴλ εἰργάσατο, ὑφ' ἑτέρων πείσεται. νʹ. Ἀνασωζόμενοι ἐκ γῆς, πορεύεσθε, καὶ μὴ ἵστασθε· μνήσθητε, οἱ μακρόθεν, τοῦ Κυρίου. Τοῖς αἰχμαλωτευθεῖσιν Ἰουδαίοις ταῦτα λέγει. "Καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν." Τῆς ἀνακειμένης τῷ Θεῷ μὴ ἐπιλάθησθε πόλεως. Εἶτα ἐκ προσώπου ἐκείνων· ναʹ. Ἠσχύνθημεν, ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν. Κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν. Εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον Κυρίου. Οὕτω τούτων ἀποδυρομένων, ὁ ∆εσπότης ἔφη· νβʹ, νγʹ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐπὶ πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι. Ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανὸς, καὶ ἐὰν ὀχυρώσῃ ὕψος τῆς ἰσχύος αὑτῆς, παρ' ἐμοῦ ἥξουσιν ἐξολοθρεύοντες αὐτὴν, λέγει Κύριος. Περιβόλους εἶχε μεγίστους, καὶ λίαν ὑψηλούς· διδά σκει τοίνυν ὁ ∆εσπότης Θεὸς, ὡς οὐδεμίαν ὄνησιν ἐκεῖθεν καρπώσονται,