1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

80

δικαιοσύνην; Οὔπω λέγω τὴν γέενναν, φησὶν, οὐδὲ τὴν πολλὴν ἐκείνην κόλασιν, ἀλλὰ τὴν ἐνταῦθα αἰσχύνην, ὅταν δοῦλοι γίνησθε, καὶ ἑκόντες δοῦλοι, καὶ ἁμαρτίας δοῦλοι, καὶ ἐπὶ τοιούτῳ μισθῷ, ὥστε πάλιν ἀποθανεῖν. Εἰ γὰρ πρὸ τοῦ βαπτίσματος θάνατον εἰργάσατο σωματικὸν, καὶ τοσαύτης ἐδεήθη τῆς θεραπείας τὸ ἕλκος, ὥστε τὸν ∆εσπότην ἁπάντων εἰς θάνατον κατελθεῖν, καὶ οὕτω λῦσαι τὸ κακὸν, μετὰ τὴν τοσαύτην δωρεὰν, καὶ ἐλευθερίαν, λαμβάνουσά σε ἑκόντα αὕτη πάλιν ὑποκατακλινόμενον, τί οὐκ ἐργάσεται; Μὴ τοίνυν ἐπὶ τοσοῦτον δράμῃς βάραθρον, μηδὲ ἑκὼν σεαυτὸν προδῷς. Ἐπὶ μὲν γὰρ τῶν πολέμων καὶ ἄκοντες παραδίδονται πολλάκις οἱ στρατιῶται· ἐνταῦθα δὲ ἂν μὴ αὐτὸς αὐτομολήσῃς, οὐδείς σου περιέσται. Ἐντρέψας τοίνυν ἀπὸ τοῦ πρέποντος, φοβεῖ καὶ ἀπὸ τῶν ἐπάθλων, καὶ τίθησιν ἀμφοτέρων τὰ ἐπίχειρα, δικαιοσύνην καὶ θάνατον· θάνατον δὲ οὐ τοιοῦτον, ἀλλὰ πολλῷ χαλεπώτερον. Εἰ γὰρ οὐκέτι ἀποθανεῖται Χριστὸς, τίς λύσει τὸν θάνατον ἐκεῖνον; Οὐδείς. Οὐκοῦν ἀνάγκη διόλου κολάζεσθαι καὶ τιμωρεῖσθαι· 60.489 οὐκέτι γὰρ θάνατος παραγίνεται αἰσθητὸς, καθάπερ ἐνταῦθα, ἀναπαύων τὸ σῶμα, καὶ τῆς ψυχῆς διαιρῶν· Ἔσχατος γὰρ ἐχθρὸς καταργεῖται ὁ θάνατος. Ὅθεν ἀθάνατος ἔσται ἡ κόλασις, ἀλλ' οὐχὶ τοῖς ὑπακούουσι Θεῷ, ἀλλὰ δικαιοσύνη, καὶ τὰ ἐκ ταύτης βλαστάνοντα ἀγαθὰ, ἔσται τὰ ἔπαθλα, Χάρις δὲ τῷ Θεῷ, ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς. Ἐντρέψας ἀπὸ τῆς δουλείας, φοβήσας ἀπὸ τῶν ἐπάθλων καὶ προτρέψας, ἀνορθοῖ πάλιν ἀπὸ τῆς μνήμης τῶν εὐεργεσιῶν αὐτούς. ∆ιὰ γὰρ τούτων δείκνυσιν, ὅτι τε μεγάλων ἀπηλλάγησαν κακῶν, καὶ ὅτι οὐκ ἐξ οἰκείων πόνων, καὶ ὅτι τὰ μέλλοντα εὐκολώτερα. Καθάπερ γάρ τις ὠμοῦ τυράννου τὸν αἰχμάλωτον ἐξελόμενος, καὶ παραινῶν μὴ παλινδρομῆσαι πρὸς αὐτὸν, ἀναμιμνήσκει τῆς χαλεπῆς αὐτοῦ τυραννίδος· οὕτω καὶ ὁ Παῦλος ἐμφαντικώτατα τὰ παρελθόντα ἐνδείκνυται κακὰ διὰ τοῦ εὐχαριστεῖν τῷ Θεῷ. Οὐδὲ γὰρ ἀνθρωπίνης ἰσχύος ἦν, φησὶν, ἐκείνων ἡμᾶς ἀπαλλάξαι πάντων, ἀλλὰ τῷ Θεῷ χάρις τῷ τοσαῦτα καὶ βουληθέντι καὶ δυνηθέντι. Καὶ καλῶς εἶπεν, Ὑπηκούσατε ἐκ καρδίας· οὐδὲ γὰρ ἠναγκάσθητε οὐδὲ ἐβιάσθητε, ἀλλ' ἑκόντες μετὰ προθυμίας ἀπέστητε. Τοῦτο δὲ καὶ ἐγκωμιάζοντός ἐστιν ὁμοῦ, καὶ καθαπτομένου. Οἱ γὰρ ἑκόντες προσελθόντες, καὶ μηδεμίαν ὑπομείναντες ἀνάγκην, ποίαν ἂν σχοίητε συγγνώμην, τίνα δὲ ἀπολογίαν ἐπὶ τὰ πρότερα παλινδρομοῦντες; Εἶτα ἵνα μάθῃς, ὅτι οὐ τῆς αὐτῶν εὐγνωμοσύνης μόνον, ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν γέγονεν, εἰπὼν, Ὑπηκούσατε ἐκ καρδίας, ἐπήγαγεν, Εἰς ὃν παρεδόθητε τύπον διδαχῆς. Ἡ μὲν γὰρ ὑπακοὴ ἡ ἐκ καρδίας τὸ αὐτεξούσιον δηλοῖ, τὸ δὲ παραδοθῆναι, τὴν τοῦ Θεοῦ βοήθειαν αἰνίττεται. Τίς δὲ ὁ τύπος τῆς διδαχῆς; Ὀρθῶς ζῇν καὶ μετὰ πολιτείας ἀρίστης. Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ. ∆ύο ἐνταῦθα δείκνυσι τοῦ Θεοῦ δωρεὰς, τό τε ἁμαρτίας ἐλευθερῶσαι, καὶ τὸ δουλῶσαι τῇ δικαιοσύνῃ, ὅπερ ἐλευθερίας ἁπάσης ἄμεινόν ἐστι. Καὶ γὰρ ταὐτὸν πεποίηκεν ὁ Θεὸς, οἷον ἂν εἴ τις παῖδα ὀρφανὸν λαβὼν ὑπὸ βαρβάρων εἰς τὴν αὐτῶν ἀπενεχθέντα γῆν, μὴ μόνον τῆς αἰχμαλωσίας ἀπαλλάξειεν, ἀλλὰ καὶ πατέρα ἑαυτὸν αὐτῷ κηδεμονικὸν ἐπιστήσειε, καὶ εἰς μεγίστην ἀξίαν ἀγάγοι· ὃ δὴ καὶ ἐφ' ἡμῶν γέγονεν. Οὐ γὰρ μόνον τῶν παλαιῶν κακῶν ἠλευθέρωσεν, ἀλλὰ καὶ εἰς ἀγγελικὸν ἤγαγε βίον, καὶ ὁδὸν ἡμῖν πολιτείας ἔτεμεν ἀρίστης, τῇ τῆς δικαιοσύνης ἀσφαλείᾳ παραδοὺς, καὶ τὰ παλαιὰ ἀποκτείνας κακὰ, καὶ νεκρώσας τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐπὶ τὴν ζωὴν χειραγωγήσας ἡμᾶς τὴν ἀθάνατον. Μένωμεν τοίνυν ταύτην ζῶντες· πολλοὶ γὰρ τῶν δοκούντων ἐμπνεῖν καὶ βαδίζειν, νεκρῶν ἀθλιώτερον διάκεινται. εʹ. Καὶ γὰρ διάφοροι νεκρότητός εἰσι τρόποι· καὶ ἔστιν εἷς μὲν ὁ τοῦ σώματος, καθ' ὃν ὁ Ἀβραὰμ νεκρὸς ὢν, οὐκ ἦν νεκρός· Ὁ γὰρ Θεὸς, φησὶν, οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ἕτερος ὁ τῆς ψυχῆς, ὃν ὁ Χριστὸς αἰνιττόμενος ἔλεγεν. Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· ἄλλος ὁ καὶ ἐπαινετὸς, ὁ διὰ τῆς