1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

80

αὐτοῦ κατ' αὐτῶν τὴν ψῆφον ἐκφέροντος. Συνάπτει δὲ τῇ θείᾳ ψήφῳ τὸ ἔργον, καί φησι· νδʹ, νεʹ. Φωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συν τριβὴ μεγάλη ἐν γῇ Χαλδαίων. Ὅτι ἐξωλόθρευσε Κύριος τὴν Βαβυλῶνα, καὶ ἀπώλεσεν ἐξ αὐτῆς φωνὴν ἠχοῦσαν ὡς ὕδατα πολλά. Τὸ πλῆθος τῶν οἰκητόρων διὰ τούτων δεδήλωκεν· καὶ οὐδὲν, φησὶν, ἀπώνατο τῶν τόξων, οὔτε τῶν δοράτων, τοῦ Θεοῦ δίκας αὐτὴν πραττομένου. Πρὸς γὰρ τοῖς στρατ ηγοῖς, καὶ τοῖς ἀριστεῦσι, "Καὶ τὸ μέγιστον τεῖχος αὐτῆς κατασκαφήσεται, καὶ αἱ ὑψηλαὶ πύλαι πυρὸς γενήσονται παρανάλωμα." Οὕτω ταῦτα προειρηκὼς, διδάσκει, ὡς τήνδε τὴν πρόῤῥησιν ἔγρα ψεν ἐν τῷ τετάρτῳ τῆς Σεδεκίου βασιλείας, τοῦ Θεοῦ τοῦτο προστάξαντος· καὶ τὸ βιβλίον ἔδωκε τῷ. 81.757 Σαραίᾳ, ὃς εἰς τὴν Βαβυλῶνα παρὰ Σεδεκίου ἐπέμφθη· καὶ ὡς τοῦτο παρηγγύησεν ἀναγνῶναι τὸ βιβλίον ἐν Βαβυλῶνι, καὶ εἰπεῖν· ξβʹ. Κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον, τοῦ ἐξολοθρεῦσαι αὐτὸν, καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντα, ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται. Ταῦτα δὲ, ἔφη, προσευξάμενος, καὶ λίθῳ τὸ βιβλίον προσδήσας, ῥίψον εἰς τὸν Εὐφράτην, καὶ ἐρεῖς· ξδʹ. Οὕτως καταδύσεται Βαβυλὼν, καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ' αὐτήν. Τοῦτο δὲ εἰς ψυχαγωγίαν τῶν αἰχμαλώ των γενέσθαι προσέταξεν ὁ ∆εσπότης· ἵνα μαθόντες καὶ ταύτης τὴν ἅλωσιν, καὶ τὴν οἰκείαν ἐλευθερίαν, παραψυχὴν ἔχωσι τῶν ἀγαθῶν τὴν ἐλπίδα. Ἡ μὲν οὖν προφητεία ἐντεῦθεν ἔσχε τὸ τέλος. ΚΕΦΑΛ. ΝΒʹ. Ἱστορικώτερον δὲ διέξεισι τὰ ἑξῆς· καὶ διδάσκων, ὅπως τε ἐβασίλευσεν ὁ Σεδεκίας, καὶ ὅτι παρανο μῶν διετέλεσε· καὶ ὡς ἐν τῷ ἐννάτῳ ἔτει τῆς βα σιλείας αὐτοῦ ἐπεστράτευσε Ναβουχοδονόσορ, καὶ τὴν Ἱερουσαλὴμ πολιορκῶν διετέλεσε μέχρις ἑν δεκάτου ἔτους, ἕτερον ἔξωθεν ἐγείρας περίβολον ἀπὸ λίθων μεγίστων· καὶ ὅπως ὁ λιμὸς τοὺς ἔνδον τῶν πολεμίων χαλεπώτερον κατειργάζετο. ∆ιηγεῖται δὲ, ὡς τοῦ τείχους πεσόντος νύκτωρ ἀπέδρασαν οἱ δυ νατοὶ σὺν τῷ βασιλεῖ, καὶ ὡς οἱ Χαλδαῖοι διώξαντες συνέλαβόν τε αὐτοὺς, καὶ ἀπήγαγον εἰς ∆εβλαθὰ, καὶ παρέστησαν τῷ Ναβουχοδονόσορ· ὁ δὲ διελέγξας ἐπὶ τῇ τῶν ὅρκων παραβάσει τὸν Σεδεκίαν, πρῶτον μὲν ἀνεῖλε τοὺς υἱοὺς αὐτοῦ, εἶτα τοὺς ἄρχοντας· καὶ ὅτι μετὰ τὴν πικρὰν ἐκείνην θεωρίαν, τοῦ βασι λέως τοὺς ὀφθαλμοὺς ἐξορύξας, καὶ πέδας αὐτῷ παραθεὶς, ἀπήγαγέ τε εἰς Βαβυλῶνα, καὶ μύλωνι παρέδωκε. ∆ιδάσκει τε καὶ ὅπως Ναβουζαρδὰν ὑπὸ τοῦ Ναβουχοδονόσορ ἀποσταλεὶς, καὶ τὸν θεῖον νεὼν ἐνέπρησε, καὶ πρὸς τούτῳ τὰ βασίλεια, καὶ τὰς λαμ πρὰς τῆς πόλεως οἰκίας, καὶ τοὺς περιβόλους τοῦ ἄστεως ἐκ βάθρων ἀνέσπασεν· ἀπήγαγε δὲ καὶ ἅπαντας τοὺς λοιποὺς εἰς ∆εβλαθὰ, ὀλίγους τινὰς τῶν πενήτων καταλιπὼν, ὥστε τὴν γῆν γεωργεῖν. Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς παμμεγέθεις, οὓς Σολομὼν κατεσκευάκει, καὶ τὴν θάλασσαν τὴν χαλ κῆν χωνεύσας, ἀπεκόμισεν εἰς Βαβυλῶνα, καὶ τοὺς ποδιστῆρας, καὶ τοὺς ἀναληπτῆρας· τοὺς δὲ ποδιστῆ ρας ὁ Σύρος νιπτῆρας ποδῶν ἡρμήνευσε. Καὶ τὰ ἄλλα δὲ σκεύη μετὰ τούτων ἀπήνεγκε. Σαπφὼθ δὲ τοὺς ὀβελίσκους καλεῖ· διδάσκει δὲ, ὅπως καὶ τὸν πρῶτον ἱερέα, καὶ τὸν δεύτερον, καὶ τοὺς μετὰ τούτων ἀπ αχθέντας ἀνεῖλε τῶν Βαβυλωνίων ὁ βασιλεύς· λέγει 81.760 τε καὶ τῶν ἀπαχθέντων αἰχμαλώτων τὸν ἀριθμόν· πρὸς δὲ τούτοις ἐξηγεῖται, ὅπως μετὰ τὰ ἑπτὰ καὶ τριάκοντα ἔτη τῆς Ἰεχονίου αἰχμαλωσίας· αὐτὸν γὰρ Ἰωακεὶμ ὀνομάζει· Ἀϊλὰδ Μαροδὰκ βασιλεὺς τοῦτον αὐτὸν τὸν Ἰεχονίαν τῆς εἱρκτῆς ἠλευθέ ρωσε, καὶ μεταδοὺς εὐμενείας, ἠξίωσε θρόνων βασι λικῶν, καὶ πρὸ τῶν ἄλλων αὐτὸν βασιλέα καθῆσθαι προσέταξε, καὶ ὁμοδίαιτον εἶχεν, ἀφθόνως αὐτῷ χορηγῶν τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν. Καὶ τοῦτο δὲ