81
φιλοσοφίας γινόμενος, περὶ οὗ φησιν ὁ Παῦλος· Νεκρώσατε ὑμῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· ἕτερος ὁ καὶ τούτου γεγενημένος αἴτιος, ὁ ἐπὶ τοῦ βαπτίσματος· Ὁ γὰρ παλαιὸς ἡμῶν ἄνθρωπος, φησὶν, ἐσταύρωται, τουτέστι νενέκρωται. Ταῦτ' οὖν εἰδότες, ἐκείνην μὲν φύγωμεν τὴν νέκρωσιν, καθ' ἣν καὶ ζῶντες ἀποθνήσκομεν· ταύτην δὲ μὴ δείσωμεν, καθ' ἣν ὁ κοινὸς ἔπεισι θάνατος. Τὰς δὲ ἑτέρας δύο, ὧν ἡ μέν ἐστι μακαριστὴ ἡ 60.490 παρὰ τοῦ Θεοῦ δοθεῖσα, ἡ δὲ ἐπαινετὴ ἡ παρ' ἡμῶν καὶ τοῦ Θεοῦ κατορθουμένη, καὶ ἑλώμεθα καὶ ζηλώσωμεν. Τούτων δὲ τῶν δύο τὴν μὲν ὁ ∆αυῒδ μακαρίζει λέγων· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι· τὴν δὲ ὁ Παῦλος θαυμάζει, Γαλάταις γράφων, ὅτι Οἱ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν. Τῆς δὲ ἑτέρας συζυγίας τὴν μὲν εὐκαταφρόνητον εἶναί φησιν ὁ Χριστὸς λέγων· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· τὴν δὲ φοβερὰν, Φοβήθητε γὰρ τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. ∆ιὸ ταύτην φυγόντες, ἐκείνην ἑλώμεθα τὴν νεκρότητα, τὴν μακαριζομένην καὶ θαυμαζομένην, ἵνα τῶν ἑτέρων τῶν δύο τὴν μὲν φύγωμεν, τὴν δὲ φοβηθῶμεν. Οὐδὲ γὰρ ὄφελος ἡμῖν οὐδὲν τὸν ἥλιον ὁρῶσι, καὶ ἐσθίουσι καὶ πίνουσιν, ἂν μὴ ἡ διὰ τῶν ἀγαθῶν ἔργων ζωὴ παρῇ. Τί γὰρ ὄφελος, εἰπέ μοι, βασιλέως ἁλουργίδα μὲν περικειμένου καὶ ὅπλα ἔχοντος, οὐδένα δὲ ὑπήκοον κεκτημένου, ἀλλὰ προκειμένου πᾶσι τοῖς βουλομένοις ἐνάλλεσθαι καὶ ὑβρίζειν αὐτόν; Οὕτω καὶ Χριστιανοῦ οὐδὲν ἔσται κέρδος πίστιν μὲν ἔχοντος καὶ τὴν ἀπὸ τοῦ βαπτίσματος δωρεὰν, πᾶσι δὲ τοῖς πάθεσι ὑποκειμένου· μείζων γὰρ οὕτως ἡ ὕβρις ἔσται, καὶ πλείων ἡ αἰσχύνη. Ὥσπερ γὰρ ἐκεῖνος ὁ τὸ διάδημα περικείμενος καὶ τὴν ἁλουργίδα, οὐ μόνον οὐδὲν ἀπὸ τῆς στολῆς κερδανεῖ ταύτης εἰς τὴν οἰκείαν τιμὴν, ἀλλὰ καὶ ἐκείνην καθυβρίζει διὰ τῆς οἰκείας αἰσχύνης· οὕτω καὶ ὁ πιστὸς βίον διεφθαρμένον ζῶν, οὐ μόνον οὐδὲν ἐντεῦθεν αἰδέσιμος ἔσται, ἀλλὰ καὶ μειζόνως καταγέλαστος. Ὅσοι γὰρ, φησὶν, ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Καὶ Ἑβραίοις δὲ ἐπιστέλλων, ἔλεγεν· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας; Καὶ μάλα εἰκότως· καὶ γὰρ ὑπέταξά σοι πάντα τὰ πάθη, φησὶ, διὰ τοῦ βαπτίσματος. Τί οὖν γέγονεν, ὅτι εἰς τοσαύτην ἐξύβρισας δωρεὰν, καὶ γέγονας ἕτερος ἀνθ' ἑτέρου; Ἀπέκτεινα καὶ ἔθαψά σου τὰ πρότερα πλημμελήματα, καθάπερ σκώληκας· τί τοίνυν ἕτερα ἔτεκες; καὶ γὰρ σκωλήκων χείρω τὰ ἁμαρτήματα· οὗτοι μὲν γὰρ τὸ σῶμα, ἐκεῖνα δὲ τὴν ψυχὴν λυμαίνεται, καὶ πλείονα ποιεῖ τὴν δυσωδίαν. Ἀλλ' ἡμεῖς οὐκ αἰσθανόμεθα· διόπερ αὐτὴν οὐδὲ ἐκκαθᾶραι σπεύδομεν. Οὐδὲ γὰρ ὁ μεθύων οἶδε πόση τοῦ σεσηπότος οἴνου ἡ βδελυγμία, ἀλλ' ὁ μὴ μεθύων ἀκριβῶς ταῦτα ἐπίσταται. Οὕτω καὶ ἐπὶ τῶν ἁμαρτημάτων ὁ μὲν σωφρόνως ζῶν, μετὰ ἀκριβείας οἶδε τὸν βόρβορον ἐκείνων καὶ τὴν κηλῖδα· ὁ δὲ τῇ πονηρίᾳ ἑαυτὸν ἐκδοὺς, καθάπερ μέθῃ τινὶ κεκαρωμένος, οὐδὲ αὐτὸ τοῦτο οἶδεν, ὅτι νοσεῖ. Καὶ τοῦτο μάλιστα τῆς κακίας τὸ χαλεπώτατον, ὅτι οὐδὲ ἰδεῖν ἀφίησι τοὺς εἰς αὐτὴν ἐμπεσόντας τῆς οἰκείας λύμης τὸ μέγεθος, ἀλλ' ἐν βορβόρῳ κείμενοι μύρων ἀπολαύειν νομίζουσι· διόπερ οὐδὲ ἀπαλλάττεσθαι δύνανται, ἀλλὰ σκωλήκων γέμοντες, ὥσπερ λίθοις τιμίοις καλλωπιζόμενοι, οὕτως ἐναβρύνονται. ∆ιὰ ταῦτα αὐτοὺς οὐδὲ ἀποκτεῖναι ἐθέλουσιν, ἀλλὰ καὶ τρέφουσι καὶ αὔξουσιν ἐν ἑαυτοῖς, ἕως ἂν αὐτοὺς πρὸς τοὺς τοῦ μέλλοντος αἰῶνος παραπέμψωσι σκώληκας. Καὶ γὰρ ἐκείνων οὗτοι πρόξενοι· οὐ πρόξενοι δὲ μόνον, ἀλλὰ καὶ πατέρες εἰσὶν ἐκείνων τῶν μηδέποτε τελευτώντων. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, φησίν. Οὗτοι τὴν γέενναν ἀνάπτουσι τὴν μηδέποτε σβεννυμένην. Ἵν' οὖν ταῦτα μὴ γένηται, τὴν πηγὴν τῶν κακῶν ἀνέλωμεν, καὶ τὴν κάμινον σβέσωμεν, καὶ τὴν ῥίζαν τῆς πονηρίας κάτωθεν 60.491 ἀνασπάσωμεν· ἐπεὶ καὶ δένδρον πονηρὸν ἂν ἀποτέμῃς ἄνωθεν, οὐδὲν πλέον ἐποίησας, τῆς ῥίζης κάτω μενούσης, καὶ τὰ αὐτὰ βλαστανούσης