1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

82

πάλιν. Τίς οὖν ἡ ῥίζα τῶν κακῶν; Μάθε παρὰ τοῦ καλοῦ φυτουργοῦ, τοῦ τὰ τοιαῦτα ἀκριβῶς ἐπισταμένου, καὶ τὴν ἄμπελον τὴν πνευματικὴν θεραπεύοντος, καὶ τὴν οἰκουμένην γεωργοῦντος ἅπασαν. Τίνα οὖν οὗτός φησιν εἶναι τὴν αἰτίαν τῶν κακῶν ἁπάντων; Τὴν τῶν χρημάτων ἐπιθυμίαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν, φησὶν, ἡ φιλαργυρία. Ἐντεῦθεν μάχαι καὶ ἔχθραι καὶ πόλεμοι, ἐντεῦθεν φιλονεικίαι καὶ λοιδορίαι καὶ ὑποψίαι καὶ ὕβρεις, ἐντεῦθεν φόνοι καὶ κλοπαὶ καὶ τυμβωρυχίαι· διὰ ταύτην οὐ πόλεις καὶ χῶραι μόνον, ἀλλὰ καὶ ὁδοὶ, καὶ οἰκουμένη καὶ ἀοίκητος, καὶ ὄρη, καὶ νάπαι, καὶ βουνοὶ καὶ πάντα ἁπλῶς αἱμάτων γέμει καὶ φόνων. Καὶ οὐδὲ τῆς θαλάττης ἀπέσχετο τουτὶ τὸ κακὸν, ἀλλὰ καὶ ἐκεῖ μετὰ πολλῆς εἰσεκώμασε τῆς μανίας, τῶν πειρατῶν αὐτὴν πολιορκούντων πάντοθεν, καὶ καινόν τινα λῃστείας ἐπινοούντων τρόπον. ∆ιὰ ταύτην καὶ οἱ τῆς φύσεως ἀνετράπησαν νόμοι, καὶ οἱ τῆς συγγενείας ἐκινήθησαν θεσμοὶ, καὶ τὰ τῆς οὐσίας αὐτῆς διέφθαρται δίκαια. ʹ. Ἡ γὰρ τῶν χρημάτων τυραννὶς οὐ κατὰ τῶν ζώντων μόνον, ἀλλὰ καὶ κατὰ τῶν ἀποθανόντων τὰς τοιαύτας ὥπλισε δεξιάς· καὶ οὐδὲ τῷ θανάτῳ πρὸς αὐτοὺς σπένδονται, ἀλλὰ θήκας ἀναῤῥηγνύντες, καὶ κατὰ νεκρῶν σωμάτων τὰς μιαρὰς ἐκτείνουσι χεῖρας, οὐδὲ τὸν ἀπαλλαγέντα τῆς ζωῆς τῆς ἑαυτῶν ἀφιέντες ἀπηλλάχθαι ἐπιβουλῆς. Καὶ ὅσα ἂν εὕρῃς κακὰ, κἂν ἐν οἰκίᾳ, κἂν ἐν ἀγορᾷ, κἂν ἐν δικαστηρίοις, κἂν ἐν βουλευτηρίοις, κἂν ἐν βασιλείοις, κἂν ὁπουδήποτε, ἐντεῦθεν πάντα ὄψει βλαστάνοντα. Τοῦτο γάρ ἐστι, τοῦτο τὸ κακὸν ὃ πάντα αἱμάτων καὶ φόνων ἐνέπλησε, τοῦτο τὴν φλόγα τῆς γεέννης ἀνῆψε, τοῦτο τῆς ἐρημίας τὰς πόλεις οὐδὲν ἄμεινον διακεῖσθαι ἐποίησεν, ἀλλὰ καὶ πολλῷ χεῖρον. Τοὺς μὲν γὰρ ταῖς ὁδοῖς ἐφεδρεύοντας καὶ φυλάσσεσθαι ῥᾴδιον, ἅτε οὐ διὰ παντὸς ἐπιτιθεμένους· οἱ δὲ ἐν μέσαις ταῖς πόλεσιν ἐκείνους μιμούμενοι, τοσούτῳ χείρους ἐκείνων, ὅσῳ καὶ δυσφύλακτοι μᾶλλον αὐτῶν, καὶ μετὰ παῤῥησίας ταῦτα τολμῶσιν, ἃ μετὰ τοῦ λανθάνειν ἐκεῖνοι. Τοὺς γὰρ ἐπ' ἀναιρέσει τῆς πονηρίας αὐτῶν κειμένους νόμους, τούτους καὶ εἰς συμμαχίαν ἕλκοντες, τῶν τοιούτων φόνων καὶ μιασμάτων τὰς πόλεις ἐνέπλησαν. Ἢ οὐ φόνος, εἰπέ μοι, καὶ φόνου χεῖρον, τὸ λιμῷ παραδοῦναι πένητα καὶ εἰς δεσμωτήριον ἐμβαλεῖν, καὶ μετὰ τοῦ λιμοῦ καὶ βασάνοις ἐκδοῦναι καὶ μυρίοις αἰκισμοῖς; Κἂν γὰρ αὐτὸς ταῦτα μὴ ποιῇς, παρέχῃς δὲ τὴν αἰτίαν τοῦ γίνεσθαι, τῶν διακονουμένων μᾶλλον αὐτὰ ἐργάζῃ. Ὁ μὲν γὰρ ἀνδροφόνος ὁμοῦ τὸ ξίφος ἐνέπηξε, καὶ μικρὸν λυπήσας χρόνον οὐκέτι περαιτέρω προάγει τὴν βάσανον· σὺ δὲ ταῖς συκοφαντίαις, ταῖς ἐπηρείαις, ταῖς ἐπιβουλαῖς τὸ φῶς ἐργαζόμενος αὐτῷ σκότος, καὶ ἐν ἐπιθυμίᾳ καθιστὰς τοῦ μυριάκις ἀποθανεῖν, ἐννόησον ὅσους ἐργάζῃ ἀνθ' ἑνὸς θανάτους. Καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅτι ἁρπάζεις καὶ πλεονεκτεῖς, οὐχ ὑπὸ πενίας ὠθούμενος οὐδὲ λιμοῦ σε καταναγκάζοντος, ἀλλ' ἵνα ὁ τοῦ ἵππου χαλινὸς ἀλείφηται πολλῷ τῷ χρυσῷ, καὶ ὁ τῆς οἰκίας ὄροφος, καὶ αἱ τῶν κιόνων κεφαλαί. Καὶ πόσης οὐκ ἂν εἴη ταῦτα γεέννης ἄξια, ὅταν τὸν ἀδελφὸν, καὶ τῶν ἀποῤῥήτων σοι κοινωνήσαντα ἀγαθῶν, καὶ οὕτω παρὰ τοῦ ∆εσπότου σου τιμηθέντα, ἵνα λίθους καλλω 60.492 πίσῃς καὶ ἔδαφος καὶ σώματα ἀλόγων ζώων οὐδὲ αἰσθανομένων τοῦ κόσμου τούτου, εἰς μυρίας ἐμβάλλῃς συμφοράς; Καὶ ὁ μὲν κύων ἐν ἐπιμελείᾳ πολλῇ, ὁ δὲ ἄνθρωπος, μᾶλλον δὲ ὁ Χριστὸς, διὰ τὸν κύνα καὶ πάντα τὰ εἰρημένα εἰς ἔσχατον κατακλείεται λιμόν. Τί ταύτης τῆς συγχύσεως χεῖρον; τί τῆς παρανομίας ταύτης χαλεπώτερον; πόσοι ποταμοὶ πυρὸς ἀρκέσουσι τῇ τοιαύτῃ ψυχῇ; Ὁ μὲν κατ' εἰκόνα τοῦ Θεοῦ γεγενημένος ἕστηκεν ἀσχημονῶν διὰ τὴν σὴν ἀπανθρωπίαν· αἱ δὲ ὄψεις τῶν ἡμιόνων τῶν τὴν γυναῖκα φερουσῶν τὴν σὴν πολλῷ καταλάμπονται χρυσίῳ, καὶ τὰ δέρματα καὶ τὰ ξύλα τὰ τὴν στέγην ἐκείνην ὑφαίνοντα· κἂν θρόνον κατασκευάσαι δέῃ, κἂν ὑποπόδιον, πάντα ὑπὸ χρυσοῦ καὶ ἀργύρου κατασκευάζονται· τὸ δὲ τοῦ Χριστοῦ μέλος, καὶ δι' ὃν ἐξ οὐρανοῦ παραγέγονε, καὶ τὸ τίμιον αἷμα ἐξέχεεν, οὐδὲ τῆς ἀναγκαίας ἀπολαύει τροφῆς διὰ