1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

82

ΚΕΦΑΛΑΙΟΝ Βʹ. Λέγουσι δὲ, ὅπως καὶ τῶν προφητῶν κατεφρό νουν ὑπὸ τοῦ Θεοῦ πρὸς αὐτοὺς πεμπομένων, καὶ ὅτι τὰ προῤῥηθέντα ὑπ' ἐκείνων τετύχηκε πέ ρατος. βʹ. Καὶ ἤγαγε, φησὶν, ἐφ' ἡμᾶς κακὰ μεγάλα, ἃ οὐκ ἐποιήθη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, 81.764 καθὰ ἐποίησεν ἐν Ἱερουσαλήμ. Καὶ διδάσκοντες, ὡς καὶ ταῦτα προεῤῥέθη, ἐπήγαγον· "Κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσοῦ." γʹ. Τοῦ φαγεῖν ἄνθρωπον υἱοῦ αὐτοῦ σάρ κας, καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὑτοῦ. Ἡ γὰρ πολιορκία κατεσκεύασε τὸν λιμόν· ὁ δὲ ἀνθρωπείων σωμάτων μεταλαβεῖν κατηνάγκασεν. Ἐγενόμεθα, φησὶν, ἐπίχαρτοι καὶ τοῖς γειτονεύουσιν ἔθνεσι. εʹ. Καὶ ἐγενήθημεν ὑποκάτω καὶ οὐκ ἐπάνω, τουτέστι δοῦλοι καὶ οὐ δεσπόται. Εἶτα τὴν αἰτίαν ἐπιφέρουσιν, "Ὅτι ἡμαρτήκαμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, πρὸς τὸ μὴ ὑπακούειν τῆς φωνῆς αὐτοῦ." Πάλιν τῇ θείᾳ ψήφῳ τὸ δίκαιον ἀπονείμαντες, σφίσιν αὐτοῖς ἀπονέμουσι τὴν αἰσχύνην. Πολλάκις γὰρ ἀπειλήσαντι τῷ Θεῷ, καὶ ταῦτα διὰ τῶν προ φητῶν προθεσπίσαντι, οὐχ ἥξαμεν πρὸς τὸν Αἰώ νιον ἐν ταῖς ἡμέραις ἡμῶν, ἀλλ' ἀντιτείνοντες δι ετελέσαμεν. θʹ. Καὶ ἐγρηγόρησε Κύριος ἐπὶ τοῖς κακοῖς οἷς ἐπήγαγεν ἐφ' ἡμᾶς. "Ἐγρήγορσιν Θεοῦ" τὴν τιμωρίαν καλεῖ. Τὴν γὰρ μακροθυμίαν αὐτοῦ ὕπνον ἔθος τῇ θείᾳ Γραφῇ καλεῖν. Πάλιν μέντοι μνημονεύ σαντες τῆς τιμωρίας, δίκαιον ὀνομάζουσι τὸν ∆εσπό την. Παραβάντας γὰρ, καὶ ἰαθῆναι μὴ βουληθέντας, ἐκόλασεν. Εἶτα ποτνιώμενοι ἀντιβολοῦσι, καὶ ἀνα μιμνήσκουσι τῆς παλαιᾶς ἐλευθερίας, ἧς ἔτυχον οἱ πατέρες αὐτῶν, τῆς πικρᾶς τῶν Αἰγυπτίων ἀπαλλα γέντες δουλείας. Ἀναμιμνήσκουσι δὲ καὶ τῶν γεγε νημένων θαυμάτων. Προφέρουσι δὲ καὶ τὰς οἰκείας πλημμελείας, καὶ βοῶσιν· ιβʹ. Ἡμάρτομεν, ἠσεβήσαμεν, ἠδικήσαμεν, Κύριε ὁ Θεὸς ἡμῶν, ἐν πᾶσι τοῖς δικαιώμασί σου. Πᾶσάν σου, φησὶ, παρέβημεν ἐντολὴν, πάντα πεπατήκαμεν νόμον. ιγʹ. Ἀποστραφήτω ὁ θυμός σου ἀφ' ἡμῶν, ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, ἐν τοῖς ἔθνεσιν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ. Ὁμολογοῦμεν τῆς τιμωρίας τὸ δίκαιον. Στῆναι δὲ ταύτην ἀντιβο λοῦμεν· εἰς ὀλίγους γὰρ περιέστημεν οἱ πάλαι τῇ ψάμμῳ παραβαλλόμενοι. ιδʹ. Εἰσάκουσον, Κύριε, τῆς προσευχῆς ἡμῶν, καὶ τῆς δεήσεως ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἕνεκέν σου. Οὐχ ἡμεῖς ἄξιοι, ἀλλὰ σὺ φιλάνθρωπος· χρη ματίζομεν δὲ καὶ σὸς λαός· διά τοι τοῦτο φειδοῦς ἀπολαύσομεν. "Καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσ ωπον τῶν ἀποικισάντων ἡμᾶς." Ἵνα μὴ μισήσωσιν, ἀλλ' ἐάσωσιν. ιεʹ. Ἵνα γνῷ πᾶσα ἡ γῆ, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ἰσραὴλ καὶ τὸ γένος αὐτοῦ. Ἡ μεταβολὴ τῶν ἡμετέρων κακῶν πρόφασις εὐσεβείας τοῖς ἄλλοις 81.765 γενήσεται. Μαθήσονται γάρ σου τοῦ ἡμετέρου Θεοῦ τὴν ἰσχύν. ιϛʹ. Κύριε, κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου, καὶ ἐννόησον εἰς ἡμᾶς. "Οἶκον ἅγιον" τὸν ἐν Ἱεροσολύμοις καλεῖ· ἐν ἐκείνῳ γὰρ τὴν οἰκείαν ἐπι φάνειαν ἐποιεῖτο. Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἄκουσον ιζʹ. Ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε. Εἰώθασιν οἱ χαλεπαίνοντες μύειν τοὺς ὀφθαλμοὺς, ὅταν οἱ ἠδικηκότες ὀφθῶσι, καὶ τὰς κόρας ἀπο στρέφειν τῶν ἡμαρτηκότων παρακαλούντων· ἀνθρω πίνως τοίνυν ταῦτα τεθείκασιν. Οὐ γὰρ σύνθετον τὸ θεῖον, ἀλλ' ἁπλοῦν καὶ ἀπερίγραφον. Τούτοις προστιθέασιν "Ὅτι οὐχ οἱ τεθνεῶτες ὑμνεῖν σε πεφύκασιν." Ἀλλ' ἴδιον τοῦτο τῶν ζώντων. ιηʹ Ψυχὴ γὰρ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος βα δίζει· πνεῦμα κύπτον καὶ ἀσθενοῦν, καὶ ὀφθαλ μοὶ οἱ ἐκλείποντες, καὶ ἡ ψυχὴ ἡ πεινῶσα, δώ σουσί σοι δόξαν καὶ δικαιοσύνην, Κύριε. Οἱ μεγί σταις περιπεσόντες συμφοραῖς, καὶ ἐν ἀπογνώσει τῶν κρειττόνων γενόμενοι· εἶτά τινος μεταβολῆς ἀπολαύσαντες, τὴν σὴν γνησίως ἀνυμνοῦσι φιλαν θρωπίαν. Εἶτα λέγουσιν· ιθʹ. Ὅτι οὔτε ταῖς τῶν πατέρων, οὔτε ταῖς ἡμετέραις δικαιοσύναις θαῤῥοῦντες, οἴκτου τινὸς ἀντιβολοῦμεν τυχεῖν. Ἄξιοι γὰρ ἡμεῖς τῶν διὰ τῶν προφητῶν ἀπειληθέντων