83
τὴν πλεονεξίαν τὴν σήν. Ἀλλ' αἱ μὲν κλῖναι ἀργύρῳ πάντοθέν εἰσι περιβεβλημέναι, τὰ δὲ σώματα τῶν ἁγίων καὶ τῆς ἀναγκαίας ἀπεστέρηται σκέπης· καὶ πάντων σοι γέγονεν ἀτιμότερος ὁ Χριστὸς, καὶ οἰκετῶν καὶ ἡμιόνων καὶ κλίνης καὶ θρόνου καὶ ὑποποδίου. Τὰ γὰρ ἔτι τούτων ἀτιμότερα σκεύη παρίημι καταλιμπάνων ὑμῖν εἰδέναι. Εἰ δὲ φρίττεις ταῦτα ἀκούων, ἀπόστηθι πράσσων, καὶ οὐδέν σε βλάψει τὰ εἰρημένα· ἀπόστηθι, καὶ στῆθι τῆς μανίας ταύτης· καὶ γὰρ μανία σαφὴς ἡ περὶ ταῦτα σπουδή. ∆ιὸ ταῦτα ἀφέντες ἀναβλέψωμεν ὀψὲ γοῦν ποτε εἰς τὸν οὐρανὸν, ἀναμνησθῶμεν τῆς μελλούσης ἡμέρας, ἐννοήσωμεν τὸ φοβερὸν δικαστήριον καὶ τὰς ἠκριβωμένας εὐθύνας καὶ τὴν ἀδέκαστον ψῆφον· λογισώμεθα, ὅτι ταῦτα πάντα ὁρῶν ὁ Θεὸς, οὐ κεραυνοὺς ἄνωθεν πέμπει· καίτοι γε οὐ σκηπτῶν ἄξια τὰ γινόμενα μόνον. Ἀλλ' οὔτε τοῦτο ποιεῖ, οὔτε τὴν θάλασσαν ἡμῖν ἐπαφίησιν, οὐ τὴν γῆν ῥήγνυσι μέσην, οὐ τὸν ἥλιον σβέννυσιν, οὐ τὸν οὐρανὸν ῥίπτει μετὰ τῶν ἀστέρων, οὐ πάντα ἁπλῶς ἐκ μέσου ποιεῖ, ἀλλ' ἀφίησιν ἐν τάξει εἶναι καὶ διακονεῖσθαι ἡμῖν τὴν κτίσιν ἅπασαν. Ταῦτ' οὖν λογισάμενοι, τῆς φιλανθρωπίας τὸ μέγεθος φρίξωμεν, καὶ πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθωμεν· ὡς νῦν γε τῶν ἀλόγων οὐδὲν ἄμεινον διακείμεθα, ἀλλὰ πολλῷ χεῖρον. Ἐκεῖνα μὲν γὰρ ἀγαπᾷ τὰ συγγενῆ, καὶ ἀρκεῖται τῇ κοινωνίᾳ τῆς φύσεως εἰς τὴν πρὸς ἄλληλα φιλοστοργίαν. Σὺ δὲ μετὰ τῆς φύσεως μυρίας ἔχων ὑποθέσεις συναγούσας σε καὶ σφιγγούσας πρὸς τὰ οἰκεῖα μέλη, τὸ τετιμῆσθαι λόγῳ, τὸ μετέχειν εὐσεβείας, τὸ κοινωνῆσαι μυρίων ἀγαθῶν, ἐκείνων ἀγριώτερος γέγονας, εἰς μὲν τὰ ἀνότητα πολλὴν τὴν σπουδὴν ἐνδεικνύμενος, τοὺς δὲ ναοὺς τοῦ Θεοῦ καὶ λιμῷ καὶ γυμνότητι παρορῶν ἀπολλυμένους, πολλάκις δὲ καὶ μυρίοις περιβάλλων κακοῖς. Εἰ γὰρ δόξης ἐρῶν ταῦτα ποιεῖς, πολλῷ μᾶλλον τὸν ἀδελφὸν τοῦ ἵππου θεραπεύειν δεῖ. Ὅσῳ γὰρ βελτίων ὁ τῆς εὐεργεσίας ἀπολαύων, τοσούτῳ καὶ λαμπρότερός σοι πλέκεται τῆς τοιαύτης σπουδῆς ὁ στέφανος· ὡς νῦν γε τοῖς ἐναντίοις περιπίπτων, καὶ μυρίους ἐπισπώμενος κατὰ σεαυτοῦ κατηγόρους, οὐκ αἰσθάνῃ. Τίς γάρ σε οὐκ ἐρεῖ κακῶς; τίς γάρ σε οὐ γράψεται τῆς ἐσχάτης ὠμότητος καὶ μισανθρωπίας, ὁρῶν τὸ μὲν τῶν ἀνθρώπων ἀτιμάζοντα γένος, τὸ δὲ τῶν ἀλόγων πρὸ τῶν ἀνθρώπων ποιούμενον, καὶ μετὰ τῶν ἀλόγων τὴν οἰκίαν καὶ τὰ 60.493 ἔπιπλα; Οὐκ ἤκουσας τῶν ἀποστόλων λεγόντων, ὅτι οἱ πρῶτοι τὸν λόγον δεξάμενοι καὶ οἰκίας καὶ χωρία ἐπώλουν, ἵνα τοὺς ἀδελφοὺς τρέφωσι; Σὺ δὲ καὶ οἰκίας καὶ χωρία ἁρπάζεις, ἵνα ἵππον κοσμήσῃς καὶ ξύλα καὶ δέρματα, καὶ τοίχους καὶ ἔδαφος. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες ταύτην μαίνονται τὴν μανίαν, καὶ τοὺς ἄνδρας εἰς τὴν τοιαύτην ἀλείφουσι ματαιοπονίαν, πανταχοῦ μᾶλλον ἢ ἐν τοῖς ἀναγκαίοις δαπανᾷν ἀναγκάζουσαι· κἂν ἐγκαλέσῃ τις ὑπὲρ τούτων, μεμελετήκασιν ἀπολογίαν πολλῆς κατηγορίας γέμουσαν. Καὶ γὰρ ταῦτα κἀκεῖνα γίνεται, φησί. Τί φής; οὐ δέδοικας τοιαῦτα φθεγγόμενος, καὶ μετὰ τῶν ἵππων καὶ τῶν ἡμιόνων, καὶ τῶν κλινῶν καὶ τῶν ὑποποδίων τὸν Χριστὸν πεινῶντα ἀριθμῶν; μᾶλλον δὲ οὐδὲ μετὰ τούτων, ἀλλὰ τὸ μὲν πλέον μέρος τούτοις, ἐκείνῳ δὲ μόλις ὀλίγον ἀπονέμων μέρος. Οὐκ οἶσθα, ὅτι πάντα αὐτοῦ, καὶ σὺ, καὶ τὰ σά; οὐκ οἶσθα, ὅτι καὶ σῶμα αὐτὸς διέπλασε, καὶ ψυχὴν ἐχαρίσατο, καὶ τὸν κόσμον ἀπένειμεν ἅπαντα; Σὺ δὲ οὐδὲ μικρὰν τούτῳ ἀντιδίδως ἀμοιβήν· ἀλλ' ἂν μὲν οἰκίσκον μικρὸν ἐκμισθώσῃς, μετὰ πολλῆς τῆς ἀκριβείας τὸν μισθὸν ἀπαιτεῖς, τὴν δὲ κτίσιν αὐτοῦ πᾶσαν καρπούμενος, καὶ κόσμον τοσοῦτον οἰκῶν, οὐδὲ ὀλίγον ἀνέχῃ μισθὸν καταβαλεῖν, ἀλλὰ τῇ κενοδοξίᾳ καὶ σαυτὸν καὶ τὰ σαυτοῦ πάντα ἐξέδωκας· καὶ γὰρ ἐκεῖθεν ἅπαντα ταῦτα ἤρτηνται. Οὐδὲ γὰρ ἵππος βελτίων ἂν γένοιτο πρὸς τὴν ἀρετὴν αὐτοῦ, τὸν κόσμον περιθέμενος τοῦτον, οὔτε ὁ καθήμενος ἐπ' αὐτοῦ ἄνθρωπος, ἀλλ' ἔστιν ὅτε καὶ ἀτιμότερος. Πολλοὶ γὰρ ἀφέντες τὸν ὀχούμενον, πρὸς τὸν κόσμον τοῦ ἵππου τρέπουσι τοὺς ὀφθαλμοὺς, καὶ τοὺς ἑπομένους οἰκέτας καὶ τοὺς προηγουμένους καὶ τοὺς σοβοῦντας· τὸν δὲ ὑπὸ τούτων δορυφορούμενον καὶ