84
μισοῦσι, καὶ ἀποστρέφονται ὡς κοινὸν ἐχθρόν. Ἀλλ' οὐχ ὅταν τὴν ψυχὴν κοσμῇς, τοῦτο συμβαίνει, ἀλλὰ καὶ ἄνθρωποι καὶ ἄγγελοι καὶ ὁ τῶν ἀγγέλων ∆εσπότης, πάντες σοι τὸν στέφανον πλέκουσιν. Ὥστε, εἰ δόξης ἐρᾷς, ἀπόστηθι τούτων ὧν νῦν ποιεῖς, καὶ μὴ τὴν οἰκίαν, ἀλλὰ τὴν ψυχὴν καλλώπιζε, ἵνα γένῃ λαμπρὸς καὶ περιφανής· ὡς νῦν γε οὐδέν σου γένοιτ' ἂν εὐτελέστερον ἐρήμην ἔχοντος τὴν ψυχὴν, καὶ τὸ τῆς οἰκίας προβαλλομένου κάλλος. Εἰ δὲ οὐκ ἀνέχῃ τῶν παρ' ἐμοῦ λεγομένων, ἄκουσον τί τῶν ἔξωθέν τις ἐποίησε, 60.494 καὶ αἰσχύνθητι τὴν γοῦν ἐκείνων φιλοσοφίαν. Λέγεται γάρ τις ἐκείνων εἰς οἰκίαν λαμπρὰν εἰσελθὼν, πολλῷ μὲν καταλαμπομένην χρυσίῳ, πολλῷ δὲ ἀπαστράπτουσαν τῷ τῶν μαρμάρων καὶ τῶν κιόνων κάλλει, ἐπειδὴ καὶ τὸ ἔδαφος εἶδε πανταχοῦ τάπητας ἔχον ἐστορεσμένους, εἰς τὴν ὄψιν ἐμπτύσαι τοῦ τῆς οἰκίας δεσπότου· εἶτα ἐγκαλούμενος εἰπεῖν, διὰ τὸ μηδαμοῦ τῆς οἰκίας ἑτέρωθι τοῦτο ἐξεῖναι ποιῆσαι, εἰς τὴν ὄψιν ἀναγκασθῆναι ὑβρίσαι τὴν ἐκείνου. Ὁρᾷς πῶς καταγέλαστος ὁ τὰ ἔξωθεν καλλωπίζων ἐστὶ, καὶ παρὰ πᾶσιν εὐκαταφρόνητος τοῖς νοῦν ἔχουσι; Καὶ μάλα εἰκότως. Οὐδὲ γὰρ εἰ τὴν σύνοικόν τις ἀφεὶς τὴν σὴν ῥάκια περικεῖσθαι, καὶ ἠμελημένην εἶναι, τὰς θεραπαινίδας λαμπρᾷ περιέβαλε στολῇ, πράως ἂν ἤνεγκας, ἀλλὰ παρωξύνθης, καὶ ὕβριν ἂν τὸ πρᾶγμα ἔφησας εἶναι τὴν ἐσχάτην. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ψυχῆς λογίζου. Ὅταν γὰρ τοὺς μὲν τοίχους καὶ τὸ ἔδαφος καὶ τὰ ἔπιπλα καὶ τὰ ἄλλα πάντα καλλωπίζῃς, ἐλεημοσύνην δὲ μὴ παρέχῃς δαψιλῆ, μηδὲ τὴν ἄλλην ἀσκῇς φιλοσοφίαν, οὐδὲν ἕτερον ἢ τοῦτο ποιεῖς, μᾶλλον δὲ τὸ πολλῷ χαλεπώτερον. Τῆς μὲν γὰρ δούλης καὶ τῆς δεσποίνης οὐδὲν τὸ μέσον, τῆς δὲ ψυχῆς καὶ τῆς σαρκὸς πολὺ τὸ διάφορον· εἰ δὲ τῆς σαρκὸς, πολλῷ μᾶλλον τῆς ψυχῆς καὶ τῆς οἰκίας, καὶ τῆς ψυχῆς καὶ τῆς κλίνης καὶ τοῦ ὑποποδίου. Ποίας οὖν ἄξιος ἀπολογίας ἂν εἴης, ταῦτα μὲν ἅπαντα ἀργυρίῳ πολλῷ περιβάλλων, ἐκείνην δὲ περιορῶν ῥακοδυτοῦσαν, αὐχμῶσαν, πεινῶσαν, τραυμάτων γέμουσαν, ὑπὸ μυρίων σπαραττομένην κυνῶν, καὶ μετὰ ταῦτα ἅπαντα καὶ δοξάζεσθαι ἀπὸ τοῦ καλλωπισμοῦ τῶν ἔξωθεν περικειμένων νομίζων; ὃ δὴ μάλιστα τῆς ἐσχάτης παραπληξίας ἐστὶ, τὸ γελώμενον καὶ ὀνειδιζόμενον, καὶ ἀσχημονοῦντα καὶ ἀτιμαζόμενον, καὶ εἰς ἐσχάτην ἐμπίπτοντα· κόλασιν, ἔτι καὶ ἐγκαλλωπίζεσθαι τούτοις. ∆ιὸ παρακαλῶ, ταῦτα πάντα ἐννοήσαντες ἀνανήψωμεν ὀψὲ γοῦν ποτε, καὶ ἡμῶν αὐτῶν γενώμεθα, καὶ τὸν κόσμον τοῦτον ἀπὸ τῶν ἔξωθεν εἰς τὴν ψυχὴν μετενέγκωμεν. Οὕτω γὰρ καὶ αὐτὸς ἄσυλος μένει, καὶ ἡμᾶς τοῖς ἀγγέλοις ἴσους ἐργάζεται, καὶ τὰ ἀκίνητα προξενήσει καλά· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΒʹ.
Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ὥσπερ γὰρ
παρεστήσατε τὰ μέλη τῆς σαρκὸς ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. αʹ. Ἐπειδὴ πολλὴν ἀπῄτησεν ἀκρίβειαν τοῦ βίου, νεκροὺς εἶναι κελεύων τῷ κόσμῳ, καὶ τεθνηκέναι τῇ πονηρίᾳ, καὶ ἀκινήτους μένειν πρὸς τὴν τῶν ἁμαρτημάτων ἐνέργειαν, καὶ ἐδόκει μέγα τι καὶ βαρὺ λέγειν καὶ τὴν ἀνθρωπίνην ὑπερβαῖνον φύσιν· δεῖξαι βουλόμενος, ὅτι οὐδὲν ὑπέρογκον ἀπαιτεῖ, οὐδὲ ὅσον ἐχρῆν τὸν τοσαύτης ἀπολαύσαντα δωρεᾶς, ἀλλὰ καὶ σφόδρα σύμμετρον καὶ κοῦφον, ἀπὸ τῶν ἐναντίων αὐτὸ κατασκευάζει, καί φησιν, Ἀνθρώπινον λέγω· ὡσανεὶ ἔλεγεν, ἀπὸ ἀνθρωπίνων λογισμῶν, ἀπὸ τῶν ἐν συνηθείᾳ γινο 60.494 μένων· τὸ γὰρ σύμμετρον τῇ προσηγορίᾳ τοῦ ἀνθρωπίνου δηλοῖ· καὶ γὰρ καὶ ἀλλαχοῦ φησι· Πειρασμὸς ὑμᾶς