84
ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν. Τί ἐστιν, Ἰσραὴλ, τί ὅτι ἐν τῇ γῇ τῶν ἐχθρῶν εἶ; Ἐπαλαιώθης, ἐν γῇ ἀλλοτρίᾳ· συνεμιάνθης τοῖς νεκροῖς, προσ ελογίσθης μετὰ τῶν εἰς ᾅδου. Τί τὸ καινόν; φησί· τί τὸ παράδοξον; Ὁ ἐμὸς χρηματίσας λαὸς, ὁ περι φανὴς, ὁ πολυθρύλλητος, δοῦλος ἀντ' ἐλευθέρου, καὶ ἀλλοφύλοις ἀνδράσι καὶ δυσσεβέσι συμβιοτεύων, νεκροῖς ἔοικε διὰ τὴν ὑπερβολὴν τῶν κακῶν. Εἶτα τὰ τούτων αἴτια διδάσκει. ιβʹ, ιγʹ. Ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας. Τῇ ὁδῷ τοῦ Θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα χρόνον. Σαυτῷ, φησὶ, πρό ξενος ἐγένου τῶν παρόντων κακῶν· δέον γάρ σε ποδηγῷ χρήσασθαι τῷ νόμῳ, ὃν ἡ τῆς σοφίας σοι πηγὴ προσενήνοχε, ματαίοις ἠκολούθησας λογισ μοῖς. ιδʹ. Μάθε, ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχὺς, ποῦ ἐστι σύνεσις, τοῦ γνῶναι ἅμα ποῦ ἐστι μακροβίωσις καὶ ζωὴ, ποῦ ἐστι φῶς ὀφθαλμῶν, καὶ εἰρήνη. Νῦν γοῦν, ἐπειδήπερ οὐ πρότερον, ζήτησον καὶ γνῶθι, τίς ὁ τούτων χορηγὸς τῶν ἀγαθῶν. ιεʹ. Τίς εὗρε τόπον αὐτῆς· καὶ τίς εἰσῆλ θεν εἰς τοὺς θησαυροὺς αὐτῆς; Τουτέστι, τῆς φρονήσεως. ιϛʹ-ιηʹ. Ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν, οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, καὶ τὸ ἀργύριον θησαυρίζοντες, καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν οἱ ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν, οἱ τὸ ἀργύριον τεκταί νοντες, καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν; Σύγκρισιν εὐσεβείας ποιεῖται καὶ πλούτου καὶ δυναστείας, καὶ παρακελεύεται τῶν ἀνομωτάτων ἀναμνησθῆναι βασιλέων, οἳ κόρον οὐκ ἔσχον τοῦ πλούτου. Οὗτοι δὲ, φησὶ, καὶ τῶν θηρίων καὶ τῶν ὀρνέων διὰ τῆς θηρευτικῆς ἐκράτησαν τέχνης. ∆ιδάσκει δὲ καὶ τούτων τὸ τέλος. ιθʹ-καʹ. Ἠφανίσθησαν, καὶ εἰς ᾄδου κατ έβησαν, καὶ ἄλλοι ἀνέστησαν ἀντ' αὐτῶν. Νεώτεροι εἶδον φῶς, καὶ κατῴκησαν ἐπὶ τῆς γῆς· ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν. Οὐδὲ συνῆκαν τρίβους αὐτῆς, οὐδὲ ἀντελάβοντο αὐτῆς. Κἀκεῖ νοι, φησὶ, φθορᾷ παρεδόθησαν, καὶ οἱ ἐξ ἐκείνων τοῖς μὲν ζῶσι συνηριθμήθησαν, καὶ τοῦ αἰσθητοῦ φωτὸς τῆς αἴγλης μετέλαχον· οὐκ ἐδέξαντο δὲ συν έσεως καὶ θεογνωσίας ἀκτῖνα. Ἀπαριθμεῖται δὲ καὶ τοὺς μεγαφρονοῦντας ἐπὶ σοφίᾳ Χαναναίους, καὶ Ἰδουμαίους, καὶ Ἰσμαηλίτας· Θαιμὰν γάρ ἐστιν Ἰδουμαία, Ἄγαρ δὲ μήτηρ τοῦ Ἰσμαήλ· τού 81.772 τους καλεῖ μυθολόγους· παραβολικῶς γὰρ εἰώθασι διαλέγεσθαι. Ἀλλ' ὅμως οὐδὲ οὗτοι τῆς σοφίας ἔγνω σαν τὴν ὁδόν· τῇ γὰρ ἀσεβείᾳ δουλεύοντες διετέ λεσαν. κδʹ, κεʹ. Ὦ Ἰσραὴλ, ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ, καὶ εὐμήκης ὁ τόπος τῆς κτήσεως αὐ τοῦ! Μέγας, καὶ οὐκ ἔχει τελευτὴν, ὑψηλὸς καὶ ἀμέτρητος. Μὴ τοῦτον, φησὶ, νόμιζε εἶναι τοῦ Θεοῦ τὸν νεὼν, ὃν Σολομὼν κατεσκεύασεν· ὁ γὰρ τοῦ Θεοῦ ναὸς παμμεγέθης τίς ἐστι, καὶ ἀμέτρητος, καὶ μέντοι καὶ ἀνώλεθρος· οὐ γὰρ ἔχει τελευτήν. Εἶτα τῶν γιγάντων μνημονεύσας, τῶν ἐπὶ μεγέθει σώμα τος πολυθρυλλήτων γεγενημένων, ἐπήγαγεν κζʹ, κηʹ. Οὐ τούτους ἐξελέξατο ὁ Θεὸς, οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς. Καὶ ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὑτῶν. Ταῦτα μέντοι διεξέρχεται, δεῖξαι βουλόμενος, ὡς πάντων αὐτοὺς προτετίμηκε τῶν ἐθνῶν, καὶ μόνοις τε νόμον ἔδωκεν ἔγγραφον, καὶ προφήτας ἐπέστησε, καὶ πάσης ἐπιμελείας ἠξίωσεν, ὕστερον μέντοι καὶ πρὸς αὐτοὺς ἐνανθρω πίσας ἀφίκετο· τοῦτο γὰρ δηλῶν διὰ τῶν ἑξῆς δι δάσκει. κθʹ. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; Τουτέστι, τὴν σοφίαν λʹ. Τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν, καὶ οἴσει αὐτὴν χρυσίου καθαροῦ; Οὐκ ἔστι, φησὶν, ὠνητὴ, οὐδὲ ἐμπόροις ἁπλῶς προκει μένη λαʹ. Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς. Ὑπερ βαίνει, φησὶ, τὸν ἀνθρώπινον λογισμόν. λβʹ. Ἀλλ' ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, καὶ ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὑτοῦ. Τὸ ἐξεῦρεν ἀνθρωπίνως τέθεικε·