86
Ἀλλ' ὅμως καὶ τούτων ὄντων, 60.496 κἂν ἐξ ἴσης, φησὶ, δουλεύσατε. Εἰ γὰρ καὶ ὁ ∆εσπότης σφόδρα ὑπερέχων, καὶ τῆς δουλείας πολὺ τὸ μέσον καὶ τῶν ἐπάθλων ὑπὲρ ὧν δουλεύετε, οὐδὲν ἀπαιτῶ πλέον τέως. Εἶτα, ἐπειδὴ ὅπλων ἐμνημόνευσε καὶ βασιλέως, ἐπιμένει τῇ μεταφορᾷ, λέγων· Τὰ μὲν γὰρ ὀψώνια τῆς ἁμαρτίας, θάνατος· τὸ δὲ χάρισμα τοῦ Θεοῦ, ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Εἰπὼν ὀψώνια ἁμαρτίας, ἐπὶ τῶν χρηστῶν οὐ τὴν αὐτὴν ἐτήρησε τάξιν. Οὐ γὰρ εἶπεν, Ὁ μισθὸς τῶν κατορθωμάτων ὑμῶν, ἀλλὰ, Τὸ δὲ χάρισμα τοῦ Θεοῦ, δεικνὺς ὅτι οὐκ οἴκοθεν ἀπηλλάγησαν, οὐδὲ ὀφειλὴν ἀπέλαβον, οὐδὲ ἀμοιβὴν καὶ ἀντίδοσιν πόνων, ἀλλὰ χάριτι ταῦτα πάντα ἐγένοντο· ὥστε καὶ ἐντεῦθεν ἡ ὑπεροχὴ, οὐχ ὅτι ἀπήλλαξε μόνον, οὐδὲ ὅτι ἐπὶ τὰ βελτίω μετέθηκεν, ἀλλ' ὅτι μηδὲ κάμνοντας μηδὲ πονήσαντας· καὶ οὐχ ὅτι ἀπήλλαξε μόνον, ἀλλὰ καὶ πολλῷ μείζονα ἔδωκε, καὶ διὰ τοῦ Παιδὸς ἔδωκε. Ταῦτα δὲ παρενέβαλεν ἅπαντα, ἐπειδὴ καὶ περὶ χάριτος διελέχθη, καὶ τὸν νόμον μέλλει καταβάλλειν λοιπόν. Ἵνα γὰρ μὴ ταῦτα ἀμφότερα ῥᾳθυμοτέρους ἐργάσηται, μέσα παρενέθηκε τὰ περὶ τῆς ἀκριβείας τοῦ βίου, πανταχοῦ διεγείρων εἰς τὴν τῆς ἀρετῆς ἐπιμέλειαν τὸν ἀκροατήν. Ὅταν δὲ ὀψώνια τῆς ἁμαρτίας τὸν θάνατον καλῇ, φοβεῖ πάλιν, καὶ πρὸς τὰ μέλλοντα ἀσφαλίζεται. ∆ι' ὧν γὰρ αὐτοὺς ἀναμιμνήσκει τῶν προτέρων, διὰ τούτων καὶ εὐχαρίστους ποιεῖ, καὶ ἀσφαλεστέρους πρὸς τὰ ἐπιόντα ἅπαντα. Καταλύσας τοίνυν ἐνταῦθα τὸν τῶν ἠθικῶν λόγον, ἐπὶ τὰ δόγματα ἐκβαίνει πάλιν, οὕτω λέγων· Ἢ ἀγνοεῖτε, ἀδελφοί; γινώσκουσι γὰρ νόμον λαλῶ. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, δείκνυσιν ἐνταῦθα, ὅτι οὐ μόνον ἁμαρτία αὐτῶν οὐ κυριεύει, ἀλλ' οὐδὲ νόμος. Εἰ δὲ νόμος οὐ κυριεύει, πολλῷ μᾶλλον ἁμαρτία. Καὶ καταγλυκαίνων τὸν λόγον, ἀπὸ παραδείγματος ἀνθρωπίνου τοῦτο ποιεῖ φανερόν. Καὶ δοκεῖ μὲν ἕν τι λέγειν, δύο δὲ τίθησι τοῦ προκειμένου κατασκευὰς, μίαν μὲν, ὅτι ἀποθανόντος ἀνδρὸς, οὐχ ὑπόκειται γυνὴ νόμῳ τῷ τοῦ ἀνδρὸς, οὐδὲ ἔστιν ὁ κωλύων ἑτέρῳ γενέσθαι γυναῖκα· ἑτέραν δὲ, ὅτι ἐνταῦθα οὐ μόνον ὁ ἀνὴρ ἐτελεύτησεν, ἀλλὰ καὶ ἡ γυνή· ὥστε διπλῆς ἀπολαύειν τῆς ἐλευθερίας. Εἰ γὰρ τελευτήσαντος τοῦ ἀνδρὸς, ἀπήλλακται τῆς ἐξουσίας, ὅταν καὶ αὐτὴ τετελευτηκυῖα φανῇ, πολλῷ μᾶλλον ἠλευθέρωται. Εἰ γὰρ ἓν γενόμενον ἀπαλλάττει τῆς ἐξουσίας αὐτὴν, πολλῷ μᾶλλον ἀμφότερα συνελθόντα. Μέλλων τοίνυν ἐμβαίνειν εἰς τὴν περὶ τούτων ἀπόδειξιν, μετ' ἐγκωμίου τῶν ἀκροατῶν ἄρχεται λέγων, Ἢ ἀγνοεῖτε, ἀδελφοί; γινώσκουσι γὰρ νόμον λαλῶ. Τουτέστι, σφόδρα ὡμολογημένον λέγω καὶ σαφὲς, καὶ γινώσκουσι ταῦτα μετὰ ἀκριβείας ἅπαντα. Ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου, ἐφ' ὅσον χρόνον ζῇ. Οὐκ εἶπε, Τοῦ ἀνδρὸς, οὐδὲ Τῆς γυναικὸς, ἀλλὰ, Τοῦ ἀνθρώπου, ὅπερ ἐστὶ κοινὸν ἑκατέρου τοῦ ζώου ὄνομα. Ὁ γὰρ ἀποθανὼν, φησὶ, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Οὐκοῦν τοῖς ζῶσιν ὁ νόμος κεῖται, τοῖς δὲ τεθνηκόσιν οὐκέτι διατάττεται. Ὁρᾷς πῶς διπλῆν τὴν ἐλευθερίαν ἐδήλωσεν; Εἶτα ἐν τοῖς προοιμίοις τοῦτο αἰνιξάμενος, ἐπὶ τῆς γυναικὸς ἐν τῇ κατασκευῇ προάγει τὸν λόγον, οὕτω λέγων· Ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς, μοιχαλὶς χρηματίζει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀπο 60.497 θάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ 60.497 εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ. Συνεχῶς αὐτὸ περιστρέφει, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας· ἐπειδὴ σφόδρα θαῤῥεῖ τῷ ὑπ' αὐτοῦ κατασκευαζομένῳ. Καὶ τίθησιν ἐν τάξει μὲν τοῦ ἀνδρὸς τὸν νόμον, ἐν τάξει δὲ τῆς γυναικὸς τοὺς πιστεύσαντας ἅπαντας. Εἶτα τὸ συμπέρασμα οὐ κατὰ τὴν πρότασιν ἐπάγει· τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν· Ὥστε, ἀδελφοί μου, οὐ κυριεύσει ὑμῶν ὁ νόμος· ἀπέθανε γάρ. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλ' ἐν μὲν τῇ προτάσει τοῦτο ᾐνίξατο· ἐν δὲ τῇ ἐπαγωγῇ λοιπὸν, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὸν λόγον, τὴν γυναῖκα εἰσάγει τετελευτηκυῖαν, λέγων· Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ. Ὅταν γὰρ καὶ τοῦτο