88
τῷ μηδὲν πείθεσθαι βουλομένῳ πλείονα ἐπιτάττων, πλεονάζει τὸ παράπτωμα. ∆ιὰ τοῦτο οὐκ εἶπε, Τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ ὑπὸ τοῦ νόμου γινόμενα, ἀλλὰ, Τὰ διὰ τοῦ νόμου, καὶ οὐ προσέθηκε, Γινόμενα, ἀλλ' ἁπλῶς, ∆ιὰ τοῦ νόμου, τουτέστι, τὰ διὰ τοῦ νόμου φαινόμενα ἢ γνωριζόμενα. Εἶτα, ἵνα μηδὲ τῆς σαρκὸς κατηγορήσῃ, οὐκ εἶπεν, Ἃ ἐνήργει τὰ μέλη, ἀλλ' ἃ Ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· δεικνὺς ἑτέρωθεν οὖσαν τῆς πονηρίας τὴν ἀρχὴν, ἀπὸ τῶν ἐνεργούντων λογισμῶν, οὐκ ἀπὸ τῶν ἐνεργουμένων μελῶν. Ἡ μὲν γὰρ ψυχὴ τεχνίτου τάξιν ἐπεῖχε, κιθάρας δὲ τῆς σαρκὸς ἡ φύσις, οὕτως ἠχοῦσα, ὡς ἠνάγκαζεν ὁ τεχνίτης. Οὐκοῦν οὐ ταύτῃ τὸ ἀπηχὲς μέλος, ἀλλ' ἐκείνῃ πρὸ ταύτης λογιστέον ἡμῖν. Νῦν δὲ, φησὶ, κατηργήθημεν ἀπὸ τοῦ νόμου. Ὁρᾷς πῶς πάλιν ἐνταῦθα τῆς σαρκὸς καὶ τοῦ νόμου φείδεται; Οὐ γὰρ εἶπεν, ὅτι Κατηργήθη ὁ νόμος, οὐδ' ὅτι Κατηργήθη ἡ σὰρξ, ἀλλ' ὅτι Κατηργήθημεν ἡμεῖς. Καὶ πῶς ἡμεῖς κατηργήθημεν; Τοῦ κατεχομένου παρὰ τῆς ἁμαρτίας ἀνθρώπου παλαιοῦ ἀποθανόντος καὶ ταφέντος· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Ἀποθανόντες ἐν ᾧ κατειχόμεθα. Ὡσανεὶ ἔλεγεν, Ὁδεσμὸς, δι' οὗ κατεχόμεθα, ἐνεκρώθη καὶ διεῤῥύη, ὥστε τὸν κατέχοντα μηδὲν κατέχειν λοιπὸν, τουτέστι, τὴν ἁμαρτίαν. Ἀλλὰ μὴ ἀναπέσῃς μηδὲ ῥᾳθυμότερος γένῃ· κατηργήθης γὰρ ὥστε δουλεύειν πάλιν, ἀλλ' οὐχ ὁμοίως, ἀλλ' Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Τί δέ ἐστιν, ὅ φησιν; ἀναγκαῖον γὰρ αὐτὸ ἤδη ἐκκαλύψαι, ἵν', ὅταν εἰς τὸ χωρίον ἐμπέσωμεν, μὴ θορυβώμεθα. Ὅτε γὰρ, φησὶν, ἥμαρτεν ὁ Ἀδὰμ, καὶ τὸ σῶμα αὐτοῦ γέγονε θνητὸν καὶ παθητὸν, καὶ πολλὰ ἐλαττώματα ἐδέξατο φυσικὰ, καὶ βαρύτερος καὶ δυσήνιος ὁ ἵππος κατέστη· 60.499 ἀλλ' ὁ Χριστὸς ἐλθὼν, διὰ τοῦ βαπτίσματος κουφότερον ἡμῖν αὐτὸ ἐποίησεν τῷ πτερῷ διεγείρων τοῦ Πνεύματος. δʹ. ∆ιὰ δὴ τοῦτο οὐδὲ τὰ αὐτὰ κεῖται τοῖς παλαιοῖς καὶ ἡμῖν σκάμματα, ἐπειδὴ οὐδὲ οὕτω τότε εὔκολος ὁ δρόμος ἦν. ∆ιὸ καὶ αὐτὸς οὐχὶ φόνων ἀπαιτεῖ καθαροὺς εἶναι μόνον, ὥσπερ τοὺς ἀρχαίους, ἀλλὰ καὶ ὀργῆς· οὐδὲ μοιχείας, ἀλλὰ καὶ ἀκολάστου ὄψεως ἀπηλλάχθαι κελεύει· οὐδὲ ἐπιορκίας, ἀλλὰ καὶ εὐορκίας ἐκτὸς εἶναι, καὶ μετὰ τῶν φίλων καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν ἐπιτάττει· καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασι μακροτέρους ἐποίησε τοὺς διαύλους, κἂν μὴ πειθώμεθα, καὶ γέενναν ἠπείλησε, δεικνὺς ὅτι οὐ τῆς φιλοτιμίας τῶν ἀγωνιζομένων τὰ ζητούμενα, ὥσπερ ἡ παρθενία καὶ ἡ ἀκτημοσύνη, ἀλλὰ πάντως αὐτὰ ἀνυσθῆναι δεῖ. Καὶ γὰρ τῶν ἀναγκαίων ἐστὶ καὶ κατεπειγόντων, καὶ ὁ μὴ ποιήσας τὴν ἐσχάτην δίδωσι δίκην. ∆ιὰ τοῦτο ἔλεγεν· Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δὲ τὴν βασιλείαν οὐχ ὁρῶν, εἰς γέενναν πεσεῖται πάντως. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν· καὶ ἐνταῦθα πάλιν· Ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος. Οὐ γάρ ἐστι γράμμα καταδικάζον, τουτέστιν, ὁ νόμος ὁ παλαιὸς, ἀλλὰ πνεῦμα βοηθοῦν. ∆ιὰ τοῦτο ἐπὶ μὲν τῶν παλαιῶν εἴ πού τις ἐφάνη παρθενίαν ἀσκῶν, σφόδρα ἔκπληκτον ἦν· νῦν δὲ πανταχοῦ τῆς οἰκουμένης τὸ πρᾶγμα ἔσπαρται· καὶ θανάτου τότε μὲν ὀλίγοι μόλις ὑπερεῖδον ἄνδρες, νυνὶ δὲ καὶ ἐν κώμαις καὶ πόλεσι δῆμοι μαρτύρων ἄπειροι, οὐκ ἐξ ἀνδρῶν μόνον, ἀλλὰ καὶ ἐκ γυναικῶν συνεστηκότες. Εἶτα ἐπειδὴ ταῦτα εἶπεν, ἀντίθεσιν πάλιν ἀνακύπτουσαν λύει, ἐν τῇ λύσει κατασκευάζων ὃ βούλεται. ∆ιόπερ οὐδὲ προηγουμένως εἰσάγει τὴν λύσιν, ἀλλ' ἐξ ἀντιλογίας, ἵνα τῇ ἀνάγκῃ τῆς λύσεως ἀφορμὴν εἰς τὸ εἰπεῖν ἃ βούλεται λάβῃ, καὶ ἀνεπαχθέστερον ποιήσῃ τὴν κατηγορίαν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος, ἐπήγαγε· Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο. Καὶ γὰρ πρὸ τούτου ἦν εἰρηκὼς, ὅτι Τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· καὶ, Ἁμαρτία ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν· καὶ ὅτι, Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· καὶ, Νόμος