1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

88

καθεστηκότος πρεσβυτέ ρου." Οὕτω κἀνταῦθα· "Τὰ νήπια αὐτῆς ἐπορεύθη σαν ἐν αἰχμαλωσίᾳ κατὰ πρόσωπον θλίβοντος." ∆ιηγεῖται δὲ ὅπως ἀφῃρέθη τὴν προτέραν εὐπρέ πειαν, καὶ ἀπεικάζει τοὺς ἄρχοντας κριοῖς ἐστερη μένοις νομῆς· ἐγυμνώθησαν γὰρ τῆς προτέρας ἰσχύος. Εἶτα λέγει τῆς Ἱερουσαλὴμ παλαιᾶς εὐπρα ξίας καὶ δυσπραξίας μνησθῆναι, καὶ παραθεῖναι ἐκεί νοις τὰ νῦν ἐπελθόντα κακά· καὶ πλεῖον ἀνιᾶ σθαι διὰ τὸ γενέσθαι τοῖς δυσμενέσιν ἐπίχαρτον. Συνεχῶς δὲ διδάσκει τῶν συμφορῶν τὴν αἰτίαν, τὴν ὠφέλειαν πραγματευόμενος. ηʹ. Ἁμαρτίαν γὰρ, φησὶν, ἡμάρτηκεν Ἱερουσαλὴμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο. Οὗ δὴ χάριν καὶ οἱ πρότερον αὐτὴν γεραίροντες ἐξύβρισαν εἰς αὐτὴν, τὴν δυσκληρίαν αὐτῆς θεασάμενοι. Εἶτα τῶν παντοδαπῶν ἁμαρτημάτων ἀναμιμνήσκει. θʹ. Ἀκαθαρσία πρὸ ποδῶν αὐτῆς· οὐκ ἐμνή σθη ἐσχάτων αὑτῆς, καὶ πέπτωκε θαυμα 81.784 στῶς. Προσήκει γὰρ μὴ τῇ εὐπραξίᾳ θαῤῥεῖν, ἀλλὰ καὶ τὴν μεταβολὴν προσμένειν. Ἐπειδὴ τοίνυν, φη σὶν, οὐδεὶς ἀνθρώπων αὐτῇ προσφέρει παραψυχὴν, σὺ ∆έσποτα τὴν ἀθλίως κρατοῦσαν θεασάμενος, οἴκτειρον. Θρηνεῖ δὲ διαφερόντως τὸ τῶν ἀδύτων τοῦ ναοῦ κατατολμῆσαι τοὺς δυσμενεῖς, καί φησι· ιʹ. Χεῖρα αὑτοῦ ἐξεπέτασε θλίβων, ἐπὶ πάντα τὰ ἐπιθυμητὰ αὐτῆς· εἶδε γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν σου. Εἰς μὲν τὰ ἅγια τῶν ἁγίων μόνῳ τῷ ἀρχιερεῖ εἰσιτητὸν ἦν, καὶ τοῦτο μέντοι ἅπαξ τοῦ ἐνιαυτοῦ· εἰς δὲ τὰ πρὸ τούτων ἅγια οἱ ἱερεῖς εἰσῄεσαν μόνοι· εἰς δὲ τὴν ἐνδοτέραν αὐλὴν καὶ οἱ Λευΐται· εἰς δὲ τὴν ἐξωτέραν οἵ τε ἐκ γέ νους Ἰσραὴλ, καὶ οἱ περιτετμημένοι προσήλυτοι· πάντα γὰρ ἀπερίτμητον καὶ εἰς ἐκείνην εἰσελθεῖν ὁ νόμος ἐκώλυε· διαφερόντως μέντοι Μωαβίτας καὶ Ἀμμανίτας εἰσελθεῖν ἀπαγορεύει· "Ἀμμανίτης γὰρ, καὶ Μωαβίτης, οὐκ εἰσελεύσεται εἰς ἐκκλη σίαν Κυρίου, οὐδὲ εἰς τὸν αἰῶνα." Τοῦτον ἀνέ μνησε τὸν νόμον ὁ Θρῆνος· εἶτα διηγεῖται τὰ ἀπὸ τοῦ λιμοῦ συμβεβηκότα κακά. ιαʹ. Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζη τοῦντες ἄρτον. Ἔδωκαν γὰρ τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει, τοῦ ἐπιστρέψαι ψυχήν. Ἐν ταῦθα ἐπιθυμήματα τὰ βρέφη καλεῖ· ἐγεύσαντο γὰρ ἐν τῷ λιμῷ καὶ ἀνθρωπίνων κρεῶν. Αἰτεῖ μέντοι τὴν θείαν φιλανθρωπίαν. Ἴδε Κύριε, καὶ ἐπίβλεψον, ὅτι ἐγενόμην ἠτιμωμένη. Εἶτα τοὺς δι' αὐτὴν παρ ιόντας παρακαλεῖ τὴν ἀσύγκριτον αὐτῆς ὀδύνην ἰδεῖν. Ταύτην δὲ, φησὶν, ὁ ∆εσπότης ἐπήγαγέ μοι φθεγ ξάμενος ἐν ἐμοί· τουτέστι, προσέταξε μόνον, καὶ ἐπηνέχθη μοι τὰ κακά· τὸ δὲ Ἐπεφύλλισέ μοι. Ἧψέ μοι, ὁ Σύρος ἡρμήνευσε. ∆ιηγεῖται δὲ καὶ τὴν ἐπενεχθεῖσαν αὐτῇ θεήλατον πληγήν. ιγʹ. Ἐξ ὕψους αὑτοῦ ἐξαπέστειλε πῦρ ἐν τοῖς ὀστέοις μου, καὶ κατήγαγεν αὐτὸ ἐπ' ἐμέ. Αὐτὸς γὰρ συνεχώρησε τοῖς πολεμίοις, καὶ πολιορκῆ σαι, καὶ πορθῆσαι, καὶ ἐμπρῆσαι τὴν πόλιν. "∆ιεπέ τασε δίκτυον τοῖς ποσί μου, ἀπέστρεψέ με εἰς τὸ ὀπίσω· ἔδωκέ με ἠφανισμένην ὅλην τὴν ἡμέραν ὀδυνωμένην." ∆ίκτυον καλεῖ τὸ ἄφυκτον τῶν κακῶν· καὶ γὰρ οἱ ἀποδράντες ἑάλωσαν. ∆είκνυσι δὲ καὶ τῆς τιμωρίας τὸ δίκαιον. ιδʹ. Ἐγρηγόρησεν ἔτι τὰ ἀσεβήματά μου, ἐν χερσὶν αὑτοῦ συνέπλεξέ με. Ἀντὶ τοῦ, Συν επόδισε, καὶ τοῖς ἐχθροῖς παρέδωκεν. "Ἐβάρυνε τὸν ζυγὸν αὑτοῦ ἐπὶ τὸν τράχηλόν μου." Πικρῶς γὰρ τοῖς ὠμοτάτοις Βαβυλωνίοις δουλεύειν ἠνάγκασε. "Καὶ ἠσθένησεν ἡ ἰσχύς μου, ὅτι ἔδωκε Κύριος ἐν χερσί 81.785 μου ὀδύνας, ἃς οὐ μὴ δύνωμαι ὑποστῆναι." Ὀδύρεται δὲ καὶ τῶν ἀριστέων τὸν ὄλεθρον. ιεʹ. Ἐξῆρε πάντας τοὺς ἰσχυρούς μου· ὁ Κύριος ἐκάλεσεν ἐπ' ἐμὲ καιρὸν τοῦ συντρίψαι τοὺς ἐκλεκτούς μου. Τὴν συμφορὰν καὶ ὁ Σύρος, καὶ ὁ Ἑβραῖος, καιρόν καλεῖ· καὶ ἡμεῖς δὲ πολ λάκις εἰώθαμεν τῶν καιρῶν τὰς δυσκολίας ὀδύρε σθαι. Ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰού δα. (ιϛʹ.) Ἐπὶ τούτοις ἐγὼ κλαίω. Πολλάκις ἡ θεία Γραφὴ τὴν μεγίστην τιμωρίαν ἀπεικάζει ληνῷ, διὰ τὸ πάντας ἐν τοῖς ληνοῖς ἀποθλίβεσθαι τοὺς βότρυας, καὶ μηδεμίαν ὡς τὰ πολλὰ