1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

89

δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· καὶ, Ὁ νόμος ὀργὴν κατεργάζεται. Ἐπεὶ οὖν ταῦτα πάντα ἐδόκει διαβολὴν φέρειν τῷ νόμῳ, ὡς διορθούμενος τὴν ἐκ τούτων ὑπόνοιαν, τίθησι καὶ ἀντίθεσιν, καί φησι· Τί οὖν; ὁ νόμος ἁμαρτία; Μὴ γένοιτο. Πρὸ τῆς κατασκευῆς ἀπηγόρευσε, τὸν ἀκροατὴν οἰκειούμενος, καὶ τὸν σκανδαλιζόμενον θεραπεύων. Λοιπὸν γὰρ ἀκούσας, καὶ περὶ τῆς διαθέσεως αὐτοῦ πληροφορηθεὶς, ζητεῖ μετ' αὐτοῦ τὸ δοκοῦν εἶναι ἄπορον, καὶ οὐχ ὑποπτεύει τὸν λέγοντα· διὸ καὶ τὴν ἀντίθεσιν προλαβὼν ἐκείνην τέθεικεν. Οὐδὲ γὰρ εἶπε, Τί οὖν εἴποιμι ἄν; ἀλλὰ, Τί ἐροῦμεν; ὡς βουλῆς καὶ γνώμης προκειμένης, καὶ Ἐκκλησίας κοινῆς συγκεκροτημένης, καὶ οὐ παρ' αὐτοῦ, ἀλλὰ παρὰ τῆς τῶν εἰρημένων ἀκολουθίας καὶ τῆς τῶν πραγμάτων ἀληθείας τῆς ἀντιθέσεως φανείσης. Ὅτι μὲν γὰρ τὸ γράμμα ἀποκτείνει, οὐδεὶς ἀντερεῖ, φησί· καὶ ὅτι τὸ πνεῦμα ζωοποιεῖ, καὶ τοῦτο δῆλον, καὶ οὐδεὶς ἂν φιλονεικήσειεν. Εἰ τοίνυν ταῦτα ὡμολογημένα, τί ἂν εἴποιμεν περὶ τοῦ νόμου; ὅτι ἁμαρτία; Μὴ γένοιτο. Λῦσον 60.500 οὖν τὴν ἀπορίαν. Εἶδες πῶς μετ' αὐτοῦ τὸν ἀντίδικον ἵστησι, καὶ τὸ τοῦ διδάσκοντος ἀξίωμα λαβὼν, ἐπὶ τὴν λύσιν ἔρχεται; Τίς οὖν ἡ λύσις; Ἁμαρτία μὲν οὐκ ἔστι, φησίν. Ἁμαρτίαν δὲ οὐκ ἂν ἔγνων, εἰ μὴ διὰ νόμου. Ὅρα σοφίας ἐπίτασιν. Ὅπερ οὐκ ἔστιν ὁ νόμος, ἐξ ἀντιθέσεως τέθεικεν, ἵνα ἀναιρῶν τοῦτο, καὶ ταύτῃ χαριζόμενος τῷ Ἰουδαίῳ, πείσῃ τὸ ἔλαττον αὐτὸν καταδέξασθαι. Τί δέ ἐστι τὸ ἔλαττον; Ὅτι Τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου. Τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, φησὶν, εἰ μὴ ὁ νόμος ἔλεγεν. Οὐκ ἐπιθυμήσεις. Ὁρᾷς πῶς κατὰ μικρὸν οὐχὶ μόνον κατήγορον αὐτὸν ὄντα δείκνυσι τῆς ἁμαρτίας, ἀλλὰ καὶ ἠρέμα κατασκευαστικόν; οὐ μὴν παρὰ τὴν αἰτίαν τὴν αὐτοῦ, ἀλλὰ παρὰ τὴν τῶν ἀγνωμόνων Ἰουδαίων ἀποφαίνει τοῦτο συμβαῖνον. Καὶ γὰρ καὶ Μανιχαίων ἐσπούδακεν ἐμφράξαι τὰ στόματα τῶν κατηγορούντων τοῦ νόμου. Εἰπὼν γὰρ, ὅτι Τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου, καὶ τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις, ἐπήγαγεν· Ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς, κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν. εʹ. Εἶδες πῶς αὐτὸν ἀπήλλαξεν ἐγκλημάτων; Ἀφορμὴν γὰρ λαβοῦσα, φησὶν, ἡ ἁμαρτία, οὐχ ὁ νόμος, ηὔξησε τὴν ἐπιθυμίαν, καὶ τοὐναντίον οὗπερ ἐβούλετο ὁ νόμος, γέγονεν· ὅπερ ἀσθενείας ἦν, οὐ πονηρίας. Ὅταν γάρ τινος ἐπιθυμῶμεν, εἶτα κωλυώμεθα, αἴρεται μᾶλλον τῆς ἐπιθυμίας ἡ φλόξ. Ἀλλ' οὐ παρὰ τὸν νόμον τοῦτο· αὐτὸς μὲν γὰρ ἐκώλυσεν ὥστε ἀπαγαγεῖν· ἡ δὲ ἁμαρτία, τουτέστιν, ἡ ῥᾳθυμία ἡ σὴ καὶ ἡ γνώμη ἡ πονηρὰ, τῷ καλῷ πρὸς τὸ ἐναντίον ἐχρήσατο. Ἀλλ' οὐ τοῦ ἰατροῦ τοῦτο ἔγκλημα, ἀλλὰ τοῦ ἀῤῥωστοῦντος τῷ φαρμάκῳ κακῶς χρησαμένου. Οὐ γὰρ διὰ τοῦτο ἔδωκε τὸν νόμον, ἵνα ἀνάψῃ τὴν ἐπιθυμίαν, ἀλλ' ἵνα σβέσῃ· τοὐναντίον δὲ ἐξέβη· ἀλλ' οὐκ ἐκείνου, ἀλλ' ἡμῶν ἡ κατηγορία. Οὐδὲ γὰρ, εἴ τις τῷ πυρέττοντι, καὶ ψυχροποσίας ἀκαίρως ἐπιθυμοῦντι, μὴ παρασχὼν ἐμφορηθῆναι, τῆς ὀλεθρίας ταύτης ἡδονῆς αὐξήσειε τὴν ἐπιθυμίαν, ἐγκαλοῖτο ἂν δικαίως· τοῦ γὰρ ἰατροῦ τὸ κωλῦσαι ἦν μόνον, τὸ δὲ ἀποσχέσθαι τοῦ κάμνοντος. Τί γὰρ, εἰ ἡ ἁμαρτία τὴν ἀφορμὴν ἐξ αὐτοῦ ἔλαβε; Πολλοὶ γὰρ καὶ τῶν πονηρῶν ἐξ ἀγαθῶν ἐπιταγμάτων τὴν αὑτῶν πονηρίαν αὔξουσιν· ἐπεὶ καὶ ὁ διάβολος οὕτω τὸν Ἰούδαν ἀπώλεσεν, εἰς φιλοχρηματίαν ἐμβαλὼν, καὶ κλέπτειν τὰ τῶν πενήτων ποιήσας· ἀλλ' οὐ τὸ πιστευθῆναι τὸ γλωσσόκομον αὐτὸν τοῦτο εἰργάσατο, ἀλλ' ἡ τῆς γνώμης πονηρία. Καὶ ἡ Εὔα δὲ τὸν Ἀδὰμ ἀπὸ τοῦ ξύλου παρασκευάσασα φαγεῖν, ἐξέβαλεν ἐκ τοῦ παραδείσου· ἀλλ' οὐδὲ ἐκεῖ τὸ δένδρον αἴτιον, εἰ καὶ δι' αὐτοῦ ἡ ἀφορμὴ γέγονεν. Εἰ δὲ σφοδρότερον κέχρηται τῷ λόγῳ τῷ περὶ τοῦ νόμου, μὴ θαυμάσῃς· πρὸς γὰρ τὸ κατεπεῖγον ὁ Παῦλος ἵσταται, οὐκ ἀφεὶς μὲν οὐδὲ τοῖς ἄλλως ὑποπτεύουσι τὰ λεγόμενα λαβὴν παρασχεῖν, πολλὴν δὲ σπουδὴν ποιούμενος τὸ παρὸν διορθῶσαι. Μὴ τοίνυν γυμνὰ ἐξέταζε τὰ ἐντεῦθεν λεγόμενα, ἀλλὰ καὶ τὴν ὑπόθεσιν προστίθει, δι' ἣν ταῦτα εἰπεῖν προάγεται, καὶ τὴν μανίαν λογίζου τὴν Ἰουδαϊκὴν, καὶ τὴν εὔτονον αὐτῶν