1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

89

διαφεύγειν ῥᾶγα. "Καὶ οἱ ὀφθαλμοί μου κατήγαγον ὕδωρ, ὅτι ἐμακρύνθη ἀπ' ἐμοῦ ὁ παρακαλῶν με." Καὶ διδάσκων, τίς οὗ τος, ἐπήγαγεν· "Ὁ ἐπιστρέφων ψυχήν μου." ∆ιὰ γάρ τοι τοῦτο καὶ τὴν παιδείαν ἐπήγαγε, τῇ ψυχῇ τὴν ὠφέλειαν πραγματευόμενος. Θρηνεῖ δὲ καὶ τῶν υἱῶν τὴν ἀπώλειαν, καὶ τὴν τῶν ἐχθρῶν ἐπι κράτειαν. ∆είκνυσι δὲ αὐτῆς καὶ τὸ σχῆμα τοῦ πέν θους. ιζʹ. ∆ιεπέτασε Σιὼν τὰς χεῖρας αὑτῆς. Εἰ ώθασι γὰρ αἱ πενθοῦσαι, καὶ ἐκτείνειν, καὶ συστέλ λειν τὰς χεῖρας. Λέγει δὲ αὐτὴν καὶ ἀπαραμύθητον εἶναι, ἅτε δὴ τοῦ Θεοῦ τοῖς ἐχθροῖς ὁρμῆσαι κατ' αὐτῆς συγχωρήσαντος, καὶ τὴν καθιερωμένην μολῦ ναι. "Ἐγενήθη γὰρ, φησὶν, Ἱερουσαλὴμ, ὡς ἀποκαθημένη ἐν μέσῳ αὐτῶν." Ἀκάθαρτος δὲ ἦν κατὰ τὸν νόμον ἡ τοῦ αἵματος τὸν ῥοῦν ὑπομένουσα· ταύτῃ τοίνυν ἀπεικάζει τὴν πόλιν ἀλλοφύλων καὶ δυσσεβῶν πληρωθεῖσαν ἀνθρώπων. Συνεχῶς μέντοι ὁ προφήτης τῆς ψήφου τὸ δίκαιον εὐφημεῖ, τὴν ἐντεῦθεν ὠφέλειαν προσφέρων τοῖς ἐντυγχάνουσιν. ιηʹ. ∆ίκαιός ἐστι Κύριος, ὅτι τὸ στόμα αὐτοῦ παρεπίκρανα. Τοὺς γὰρ ὑπ' αὐτοῦ τεθέντας παρ έβην νόμους. Θρηνήσας δὲ τῶν παρθένων καὶ τῶν νεανίσκων ἀνδραποδισμὸν, διδάσκει, ὡς ἀνωφε λὴς ἡ τῶν εἰδώλων δουλεία. Ἐραστὰς γὰρ ἐκεῖνα καλεῖ. Ἱκετεύει δὲ τὸν λῦσαι δυνάμενον τὴν τῶν κακῶν ἀωρίαν, οἰκτεῖραι αὐτὴν ὁμολογοῦσαν τὴν ἁμαρτίαν. "Παραπικραίνουσα γὰρ, φησὶ, παρεπί κρανα." Ἀνιᾷ δὲ αὐτὴ διαφερόντως τὸ τοὺς ἐχθροὺς ἐπιτωθάζειν· καὶ τοῦτο δὲ, φησὶ, σοῦ νεύσαντος γέ γονεν. "Ἐπήγαγες γὰρ ἡμέραν, καὶ ἐκάλεσας και ρὸν, καὶ ἐγένοντό μοι οἴμοι, οἴμοι." Αἰτεῖ δὲ κἀκείνους ταῖς αὐταῖς περιπεσεῖν συμφοραῖς. κβʹ. Εἰσέλθοι γὰρ, φησὶ, πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου. Ὡς ἐθεάσω, φησὶ, τὴν ἐμὴν παρανομίαν, βλέπε καὶ τὴν ἐκείνων ἀσέβειαν. "Καὶ ἐπιφύλλισον αὐτοὺς, ὃν τρόπον ἐπεφύλλισας ἐμὲ 81.788 περὶ πάντων τῶν ἁμαρτιῶν μου· ὅτι πολλοὶ οἱ στε ναγμοί μου, καὶ ἡ καρδία μου λυπεῖται." Καὶ ἐν ταῦθα ὁ Σύρος τὸ ἐπιφύλλισον οὕτως ἡρμήνευσεν· "Θλῖψον αὐτοὺς, ὡς ἔθλιψας ἐμέ." Ὁ μὲν οὖν πρῶ τος Θρῆνος τοῦτο ἔχει τὸ τέλος. ΚΕΦΑΛ. Βʹ Τοῦ δὲ δευτέρου τὸ προοίμιον τοῦτο· αʹ. Πῶς ἐγνόφωσεν ὀργῇ αὑτοῦ Κύριος τὴν θυγατέρα Σιών; Κατέῤῥιψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξαν Ἰσραήλ; Καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ; Καὶ ἐν τεῦθεν δῆλον, ὡς "ὑποπόδιον τῶν ποδῶν αὐτοῦ" ὁ θεῖος ∆αβὶδ τὸν θεῖον ὀνομάζει ναόν· "Προσκυ νεῖτε γὰρ, φησὶ, τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ." Ὁ μέντοι προφήτης ἀπείκασε γνόφῳ τὴν συμφοράν· καὶ λέγει ἐξ οὐρανῶν εἰς γῆν ῥιφῆναι τὴν πόλιν Ἐπειδὴ τῆς ἐπανθούσης χάριτος ἐγυμνώθη, ἐγέ νετο τοῖς πολεμίοις εὐάλωτος. βʹ. Κατεπόντισε Κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ἰακώβ· καθεῖλεν ἐν θυμῷ αὑτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ἰούδα, ἐκόλλησεν αὐτὰ εἰς τὴν γῆν. Τουτέστι, μέχρις ἐδάφους κατ ήνεγκεν. "Ἐβεβήλωσε βασιλεῖς αὐτῆς, καὶ ἄρ χοντας αὐτῆς." Ταῦτα καὶ ὁ μακάριος προεῖπε ∆αβίδ· "Ἔθου, γὰρ, φησὶ, τὰ ὀχυρώματα αὐτοῦ δειλίαν, διήρπασαν αὐτὸν πάντες παραπορευόμενοι τὴν ὁδόν." γʹ. Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὑτοῦ πᾶν κέ ρας Ἰσραήλ. Κέρας καλεῖ τοὺς ἄρχοντας, καὶ τοὺς δυνάστας. "Ἀπέστρεψεν ὀπίσω δεξιὰν αὑτοῦ ἀπὸ προσώπου ἐχθροῦ, καὶ ἀνῆψεν ἐν Ἰακὼβ πῦρ φλέ γον, καὶ κατέφαγε πάντα τὰ κύκλῳ αὐτοῦ." Οὐ γὰρ ἠθέλησεν ἐπαμῦναι τῶν δυσμενῶν ἐπελθόντων, ἀλλ' ἐῴκει στρατηγῷ γενναίῳ καταλῦσαι ῥᾳδίως δυνα μένῳ τοὺς πολεμίους, καὶ τὰς χεῖρας εἰς τοὐπίσω μεταφέροντι, καὶ παραχωροῦντι τοῖς δυσμενέσι τὴν νίκην. Ἐπ' ἐμὲ δὲ, φησὶ, τοὐναντίον ἐχρήσατο ταῖς χερσίν. δʹ. Ἐνέτεινε γὰρ τὸ τόξον αὑτοῦ ὡς ἐχθρὸς, καὶ ἐστερέωσε δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος, καὶ ἀπέκτεινε πάντα τὰ ἐπιθυμήματά μου ἐν σκηνῇ θυγατρὸς Σιών· ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὑ τοῦ. Καὶ γὰρ ἐν τῷ ναῷ τὰς σφαγὰς ἐτόλμησαν οἱ πολέμιοι. ∆ιδάσκει δὲ ὁ λόγος, ὡς τοῦ Θεοῦ συγχω ρήσαντος ἐκεῖνα πάντα ἐγένετο·