1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

90

φιλονεικίαν, ἣν καταλῦσαι ἔσπευδε. ∆οκεῖ δὲ πολὺς κατὰ τοῦ νόμου πνεῖν, οὐχ ἵνα ἐκεῖνον διαβάλῃ, ἀλλ' ἵνα τούτων ἐκλύσῃ τὸν τόνον. Εἰ γὰρ ἔγκλημα τοῦ νόμου, τὸ δι' αὐτοῦ τὴν ἁμαρτίαν ἀφορμὴν λαβεῖν, εὑρεθήσεται καὶ ἐν τῇ Καινῇ τοῦτο συμβαῖνον. Καὶ γὰρ καὶ ἐν τῇ Καινῇ νόμοι μυρίοι, καὶ περὶ πολλῶν μειζόνων πραγμάτων· καὶ τὸ αὐτὸ ἴδοι τις ἂν ἐκβαῖνον 60.501 κἀκεῖ, οὐκ ἐπὶ τῆς ἐπιθυμίας μόνον, ἀλλ' ἐπὶ πάσης ἁπλῶς κακίας. Εἰ γὰρ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Οὐκοῦν ἐντεῦθεν ἡ ἁμαρτία τὴν ὑπόθεσιν ἔλαβε, καὶ ἡ μείζων κόλασις. Καὶ πάλιν περὶ τῆς χάριτος Παῦλος διαλεγόμενος, φησί· Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας; Οὐκοῦν καὶ ἡ χείρων τιμωρία τὴν ἀφορμὴν ἐντεῦθεν ἔχει ἀπὸ τῆς μείζονος εὐεργεσίας. Καὶ τοὺς Ἕλληνας δέ φησι διὰ τοῦτο ἀναπολογήτους εἶναι, ὅτι καὶ λόγῳ τιμηθέντες, καὶ τῆς κτίσεως τὸ κάλλος καταμαθόντες, καὶ ἀπ' αὐτῆς δυνάμενοι πρὸς τὸν ∆ημιουργὸν χειραγωγηθῆναι, τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ εἰς δέον ἐχρήσαντο. Ὅρα πανταχοῦ τοῖς πονηροῖς τὰς ἀφορμὰς τοῦ μειζόνως κολάζεσθαι ἀπὸ τῶν ἀγαθῶν γινομένας πραγμάτων. Ἀλλ' οὐ δήπου διὰ τοῦτο κατηγορήσομεν τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ἀλλὰ ταύτας μὲν θαυμασόμεθα μειζόνως καὶ μετὰ ταῦτα, τὴν δὲ γνώμην τῶν εἰς τἀναντία τοῖς ἀγαθοῖς κεχρημένων διαβαλοῦμεν. Τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ νόμου ποιῶμεν. Ἀλλὰ τοῦτο μὲν ῥᾴδιον καὶ εὔκολον· τὸ δὲ ἄπορον ἐκεῖνό ἐστι. Πῶς φησι, Τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν· Οὐκ ἐπιθυμήσεις· Εἰ γὰρ οὐκ ᾔδει τὴν ἐπιθυμίαν πρὶν ἢ λάβῃ τὸν νόμον ὁ ἄνθρωπος, πόθεν ὁ κατακλυσμὸς γέγονεν; πόθεν τὰ Σόδομα ἐνεπρήσθη; Τί οὖν φησι; Τὴν ἐπιτεταμένην. ∆ιὰ τοῦτο οὐκ εἶπε, Κατειργάσατο ἐν ἐμοὶ ἐπιθυμίαν, ἀλλὰ, Πᾶσαν ἐπιθυμίαν, τὸ σφοδρὸν ἐνταῦθα αἰνιττόμενος. Καὶ τί τοῦ νόμου τὸ κέρδος, εἰ τὸ πάθος ηὔξησε, φησίν; Οὐδὲν, ἀλλὰ καὶ πολὺ τὸ βλάβος· ἀλλ' οὐ τοῦ νόμου τὸ ἔγκλημα, ἀλλὰ τῆς ῥᾳθυμίας τῶν δεξαμένων. Ἡ γὰρ ἁμαρτία αὐτὸ κατειργάσατο, ἀλλὰ διὰ νόμου· ἀλλ' οὐ τοῦτο τοῦ νόμου σπουδάζοντος, ἀλλὰ καὶ τὸ ἐναντίον. Ἰσχυροτέρα οὖν γέγονεν ἡ ἁμαρτία, καὶ σφόδρα· ἀλλ' οὐδὲ τοῦτο ἔγκλημα τοῦ νόμου πάλιν, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Χωρὶς γὰρ νόμου ἡ ἁμαρτία νεκρά· τουτέστιν, οὐχ οὕτω γνώριμος. Ἤδεσαν μὲν γὰρ καὶ οἱ πρὸ τοῦ νόμου, ὅτι ἡμάρτανον, ἀκριβέστερον δὲ ἔμαθον μετὰ τὴν τοῦ νόμου δόσιν. ∆ιὰ τοῦτο καὶ μείζονος ἦσαν κατηγορίας ὑπεύθυνοι. Οὐδὲ γὰρ ἴσον ἦν φύσιν ἔχειν κατήγορον, καὶ μετὰ τῆς φύσεως καὶ τὸν νόμον φανερῶς διαγορεύοντα ἅπαντα. Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. Πότε, εἰπέ μοι; Πρὸ Μωϋσέως. Ὅρα πῶς δεῖξαι τὸν νόμον σπουδάζει, καὶ ἀφ' ὧν ἐποίησε, καὶ ἀφ' ὧν οὐκ ἐποίησε βαρήσαντα τὴν ἀνθρωπίνην φύσιν. Ὅτε γὰρ χωρὶς νόμου ἔζων, φησὶν, οὐχ οὕτω κατεδικαζόμην. Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον. Τοῦτο δοκεῖ μὲν εἶναι κατηγορία τοῦ νόμου· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἐγκώμιον αὐτοῦ φανεῖται ὄν. Οὐ γὰρ μὴ οὖσαν ὑπεστήσατο, ἀλλὰ κρυπτομένην ἔδειξεν· ὅπερ καὶ ἔπαινός ἐστι τοῦ νόμου, εἴ γε πρὸ τούτου μὲν ἀνεπαισθήτως ἡμάρτανον, τούτου δὲ ἐλθόντος, εἰ καὶ μηδὲν ἕτερον ἐκαρπώσαντο, τοῦτο γοῦν αὐτὸ ἀκριβῶς ἔμαθον, ὅτι ἡμάρτανον· ὅπερ οὐκ ἂν εἴη μικρὸν εἰς κακίας ἀπαλλαγήν. Εἰ δὲ μὴ ἀπηλλάγησαν τῆς κακίας, οὐδὲν τοῦτο πρὸς τὸν πάντα ὑπὲρ τούτου ποιήσαντα νόμον, ἀλλὰ πᾶσα ἡ κατηγορία τῆς ἐκείνων γνώμης ἐστὶ παρ' ἐλπίδα πᾶσαν διαφθαρείσης. ʹ. Οὐδὲ γὰρ κατὰ λόγον ἦν τὸ γινόμενον, τὸ διὰ τῶν ὠφελούντων βλάπτεσθαι· διὸ καὶ ἔλεγε· Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον. Οὐκ εἶπε, Γέγονε θάνατος, οὐδὲ, Ἔτεκε θάνατον, ἀλλ', Εὑρέθη, τὸ καινὸν καὶ παράδοξον τῆς ἀτοπίας οὕτως ἑρμηνεύων, 60.502 καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων περιτρέπων κεφαλήν. Ἂν γὰρ τὸν σκοπὸν αὐτῆς ἐθέλῃς ἰδεῖν, εἰς ζωὴν ἦγε, φησὶ, καὶ διὰ τοῦτο ἐδόθη· εἰ δὲ θάνατος ἐντεῦθεν ἐξέβη, τῶν λαβόντων τὴν ἐντολὴν τὸ ἔγκλημα, οὐ τῆς ἐπὶ τὴν ζωὴν ἀγούσης. Σαφέστερον δὲ αὐτὸ τοῦτο καὶ διὰ τῶν ἑξῆς