1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

90

ἐπειδὴ γὰρ ἐξ ήμαρτον, τὰ δυσμενῶν εἰργάσατο, καὶ διὰ τῶν πο λεμίων καὶ τοὺς περιβόλους κατέλυσε, καὶ τὰς οἰκίας ἐνέπρησε, καὶ ἀνδράσι καὶ γυναιξὶ τὸ πένθος ἐπ ήνεγκε. Τοῦτο γὰρ λέγει· Ἐπλήθυνε θυγατρὶ Ἰούδα τεταπεινωμένον 81.789 καὶ τεταπεινωμένην. (ϛʹ.) Ἐξέσπασεν ὡς ἄμ πελον τὸ σκήνωμα αὑτοῦ. Κατέκαυσαν γὰρ οἱ πολέμιοι τὸν θεῖον νεών. "∆ιέφθειρεν ἑορτὴν αὐ τοῦ." Οὐκ ἔτι γὰρ ἑορτὰς ἐπετέλουν, ἀλλὰ θρηνεῖν ἠναγκάζοντο. "Ἐπιλαθέσθαι ἐποίησε Κύριος Σιὼν ἑορτῆς, καὶ σαββάτου." Προστέθεικε δὲ καὶ τῶν βασιλέων καὶ τῶν ἱερέων τὸν ὄλεθρον, καὶ τοῦ ναοῦ τὴν ἐρημίαν, καὶ τοῦ θυσιαστηρίου τὸν μια σμὸν, καὶ τὴν τοῦ τείχους κατάλυσιν, καὶ τὸ πάν των ἀνιαρώτατον. "Φωνὴν πολέμου ἔδωκαν ἐν οἴκῳ Κυρίου·" ὡς ψαλμὸν Λευϊτῶν. "Ἐν ἡμέρᾳ ἑορτῆς." Ἀντὶ γὰρ τῆς συνήθους ὑμνῳδίας ὁ τῶν πολεμίων ἀλαλαγμὸς ἀνεπέμπετο. ηʹ. Ἐλογίσατο Κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιών· ἐξέτεινε μέτρον. Τουτέστι, τὴν ἴσην καὶ δικαίαν ψῆφον· τοῦτο καὶ ὁ μακάριος ἐθεάσατο Ζαχαρίας. Πάλιν δὲ τῶν πυλῶν, καὶ τῶν τειχῶν, καὶ τῶν ἀρχόντων μνημονεύσας, ἐπήγαγε, "Καὶ οὐκ ἔστι νόμος." Πρὸ γὰρ τῆς ἐφόδου τῶν πολεμίων, ἀδεῶς παρεβαίνετο· μετὰ δὲ τὴν τῆς πόλεως ἅλωσιν, καὶ τοῦ ναοῦ τὸν ἐμπρησμὸν, οὐδὲ βουλόμενοι πληροῦν τὴν κατὰ νόμον λατρείαν ἠδύ ναντο. "Καί γε προφῆται αὐτῆς οὐχ εὗρον ὅρασιν παρὰ Κυρίου." Τοὺς ψευδοπροφήτας λέγει, τοὺς τὰ ψευδῆ μαντευσαμένους αὐτῇ. Ὑποδείκνυσι καὶ τοὺς γεγηρακότας θρηνοῦντας, καὶ σάκκον περιεζωσμέ νους, καὶ αὐτὸς δὲ ὁ προφήτης βοᾷ· ιαʹ. Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ κοιλία μου· ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μοῦ. ∆είκνυσι δὲ καὶ τὸ πάντων ἐλεεινότατον πάθος. "Ἐν τῷ ἐκλύεσθαι νήπια καὶ θηλάζοντα ἐν πλατείαις πόλεως." Ὁ γὰρ λιμὸς καὶ τὴν τῆς φύσεως φιλοστοργίαν ἐνίκησε. Τοῦτο γὰρ ἐπ ήγαγεν· ιβʹ. Ταῖς μητράσιν αὑτῶν εἶπον, Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτούς. Λέγει δὲ μὴ εὑρίσκειν ἀξίαν εἰκόνα τοῦ πάθους. ιγʹ. Τί γὰρ, φησὶ, μαρτυρήσω σοι, καὶ τί ὁμοιώσω σοι, θύγατερ Ἱερουσαλήμ; Ἀναμιμνήσκει δὲ καὶ τῶν ψευδοπροφητῶν, τῶν τὰ χρηστὰ προλεγόντων. ιδʹ. Προφῆται γάρ σου, φησὶν, εἶδόν σοι μά ταια, καὶ ἀφροσύνην· καὶ οὐκ ἀπεκάλυψαν τὴν ἀδικίαν σου, τοῦ ἀποστρέψαι τὴν αἰχμα λωσίαν σου. Καὶ εἶδόν σοι λήμματα μάταια, καὶ ἔξωσάν σε. Ἐμποδὼν γὰρ ἐγένοντο τῇ μετα μελείᾳ τὰ θυμήρη προλέγοντες, καὶ οὐκ εἴων αὐτοὺς τῆς πολλῆς ἀποστῆναι παρανομίας. 81.792 ιεʹ. Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παρα πορευόμενοι τὴν ὁδόν· ἐσύρισαν, ἐκίνησαν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ἱερουσαλήμ. Ἴδιον τοῦτο τῶν θαυμαζόντων τὴν ἐπὶ τὰ χείρω μεταβολήν. Λέγει δὲ καὶ ἅπερ ἔλεγον· "Εἰ αὐτὴ ἦν ἡ πόλις στέφανος δόξης, καλὴ εὐπρέπεια, εὐφροσύνη πάσης τῆς γῆς;" Λέγει πάντα ταῦτα πεπληρῶσθαι κατὰ τὰς θείας προῤῥήσεις· διδάσκει δὲ καὶ οἵοις οἱ δυσμενεῖς ἐκέχρηντο λόγοις, ἐφ ηδόμενοι τοῖς συμβεβηκόσιν αὐτῇ κακοῖς. "Αὕτη γὰρ ἡ ἡμέρα ἢν προσεδοκῶμεν, εὕρομεν καὶ εἴδομεν αὐτήν." Τοῦτο γὰρ καὶ ὁ μακάριος προ εῖπε ∆αβίδ· "Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν." Καὶ πάλιν· "Ἔθου ἡμᾶς εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς." Πάλιν δὲ προσωποποιίᾳ κεχρημένος ὁ προφήτης, τοῖς περιβόλοις καὶ τῇ πόλει παρακελεύεται νύκτωρ καὶ μεθ' ἡμέραν δακρύειν, διὰ τὰς παντοδαπὰς συμφο ράς· λέγει δὲ καὶ τὴν ὑπερβολὴν τῶν κακῶν. "Εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὑτῶν; ἐπι φυλλίδα ἐποίησε μάγειρος." Τουτέστι, τὸν ὀψί γονον καρπὸν ἥψησε. Τοῦτο γὰρ ἐπήγαγε· "Φονευ θήσονται νήπια πολλὰ θηλάζοντα μασθούς." Προστίθησι δὲ καὶ τὴν ἑτέραν ἀτοπίαν· "Εἰ ἀπο κτενοῦσιν ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προφή την;" Καὶ τῇ τῶν προσώπων ποιότητι, καὶ τοῦ τόπου, ἔδειξε τὴν τοῦ πάθους ὑπερβολήν. Θρηνήσας δὲ