91
ἐδήλωσεν, εἰπών· Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ δι' αὐτῆς ἀπέκτεινεν. Εἶδες πῶς πανταχοῦ τῆς ἁμαρτίας ἔχεται, τὸν νόμον ἀπαλλάττων κατηγορίας ἁπάσης; ∆ιὸ καὶ ἐπήγαγε λέγων· Ὥστε ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Ἀλλ', εἰ βούλεσθε, καὶ τῶν παραποιούντων τὰς ἐξηγήσεις ταύτας εἰς μέσον τὸν λόγον ἀγάγωμεν· οὕτω γὰρ σαφέστερα ἔσται τὰ παρ' ἡμῶν λεγόμενα. Τινὲς γὰρ ἐνταῦθα οὐ περὶ τοῦ νόμου Μωϋσέως αὐτόν φασι λέγειν τὰ λεγόμενα, ἀλλ' οἱ μὲν περὶ τοῦ φυσικοῦ, οἱ δὲ περὶ τῆς ἐντολῆς τῆς ἐν τῷ παραδείσῳ δοθείσης. Καὶ μὴν πανταχοῦ σκοπὸς τῷ Παύλῳ τοῦτον ἀναπαῦσαι τὸν νόμον, πρὸς δὲ ἐκείνους οὐδένα λόγον ἔχει· καὶ μάλα εἰκότως· τοῦτο γὰρ οἱ Ἰουδαῖοι δεδοικότες καὶ φρίττοντες, ἐφιλονείκουν τῇ χάριτι. Τὴν δὲ ἐντολὴν τὴν ἐν τῷ παραδείσῳ οὐδὲ νόμον φαίνεταί ποτε καλέσας, οὔτε αὐτὸς οὔτε ἄλλος οὐδείς. Ἵνα δὲ καὶ ἀπ' αὐτῶν τῶν εἰρημένων τοῦτο σαφέστερον γένηται, ἐπεξέλθωμεν τοῖς ῥήμασι, μικρὸν ἀνωτέρω τὸν λόγον ἀναγαγόντες. Περὶ γὰρ πολιτείας ἀκριβῶς αὐτοῖς διαλεχθεὶς, ἐπήγαγε λέγων· Ἢ ἀγνοεῖτε, ἀδελφοὶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ; Ὥστε ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ. Οὐκοῦν εἰ περὶ τοῦ φυσικοῦ ταῦτα εἴρηται, εὑρεθησόμεθα νόμον μὴ ἔχοντες φυσικόν· εἰ δὲ τοῦτο ἀληθὲς, τῶν ἀλόγων ἐσμὲν ἀνοητότεροι. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Περὶ γὰρ τοῦ ἐν τῷ παραδείσῳ οὐδὲ φιλονεικεῖν ἀναγκαῖον, ἵνα μὴ περιττὸν ἀναδεξώμεθα πόλεμον, πρὸς τὰ ὡμολογημένα ἀποδυόμενοι. Πῶς οὖν φησι, Τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου; Οὐ τὴν καθόλου λέγων ἄγνοιαν, ἀλλὰ τὴν ἀκριβεστέραν γνῶσιν. Εἰ γὰρ περὶ τοῦ φυσικοῦ τοῦτο εἴρηται, πῶς ἂν τὸ ἑξῆς ἔχοι λόγον; Ἐγὼ γὰρ, φησὶν, ἔζων χωρὶς νόμου ποτέ. Οὔτε γὰρ ὁ Ἀδὰμ, οὔτε ἄλλος ἄνθρωπος οὐδεὶς οὐδέποτε φαίνεται χωρὶς νόμου ζήσας φυσικοῦ· ὁμοῦ τε γὰρ αὐτὸν ἔπλαττεν ὁ Θεὸς, καὶ ἐκεῖνον ἐνετίθει τὸν νόμον αὐτῷ, σύνοικον ἀσφαλῆ παρακαθιστὰς τῇ φύσει πάσῃ. Χωρὶς δὲ τούτων οὐδαμοῦ φαίνεται ἐντολὴν τὸν φυσικὸν νόμον καλέσας· τοῦτον δὲ καὶ ἐντολὴν, καὶ δικαίαν, καὶ ἁγίαν καλεῖ, καὶ νόμον πνευματικόν. Ὁ δὲ φυσικὸς οὐκ ἀπὸ Πνεύματος ἡμῖν ἐδόθη· καὶ γὰρ καὶ βάρβαροι καὶ Ἕλληνες καὶ πάντες ἄνθρωποι τοῦτον τὸν νόμον ἔχουσιν. Ὅθεν δῆλον, ὅτι περὶ τοῦ Μωσαϊκοῦ καὶ ἄνω καὶ κάτω καὶ πανταχοῦ διαλέγεται. ∆ιὸ καὶ ἅγιον αὐτὸν καλεῖ λέγων· Ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Εἰ γὰρ καὶ ἀκάθαρτοι γεγόνασιν οἱ Ἰουδαῖοι μετὰ τὸν νόμον, καὶ ἄδικοι καὶ πλεονέκται, οὐ καταργεῖ τοῦτο τοῦ νόμου τὴν ἀρετὴν, ὥσπερ τοῦ Θεοῦ τὴν πίστιν οὐκ ἀναιρεῖ ἡ ἀπιστία αὐτῶν. Ὥστε ἐξ ἁπάντων τούτων δῆλον, ὅτι περὶ τοῦ Μωσαϊκοῦ ταῦτα διαλέγεται νόμου. Τὸ οὖν ἀγαθὸν, φησὶν, ἐμοὶ γέγονε θάνατος; Μὴ γένοιτο· ἀλλ' ἡ ἁμαρτία, ἵνα φανῇ ἡ ἁμαρτία. Τουτέστιν, ἵνα δειχθῇ ὅσον κακὸν ἡ ἁμαρτία, ἡ ῥᾴθυμος προαίρεσις καὶ ἡ ἐπὶ τὸ χεῖρον ὁρμὴ, καὶ αὐτὴ δὲ ἡ πρᾶξις καὶ ἡ διεφθαρμένη γνώμη· τοῦτο γὰρ πάντων αἴτιον τῶν κακῶν. 60.503 Αὔξει δὲ αὐτὴν, δεικνὺς τῆς τοῦ Χριστοῦ χάριτος τὴν ὑπερβολὴν, καὶ διδάσκων οἵου κακοῦ τὸ τῶν ἀνθρώπων ἀπήλλαξε γένος, ὃ καὶ διὰ τῶν ἰατρικῶν φαρμάκων χεῖρον ἐγίνετο, καὶ διὰ τῶν κωλυόντων ηὔξετο· διὸ καὶ ἐπάγει λέγων· Ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. Εἶδες πανταχοῦ πῶς ταύτῃ συμπλέκεται; Καὶ δι' ὧν αὐτῆς κατηγορεῖ, δείκνυσι πάλιν μειζόνως τοῦ νόμου τὴν ἀρετήν. Οὐδὲ γὰρ μικρὸν ἤνυσε δείξας ὅσον ἡ ἁμαρτία κακὸν, καὶ πάντα τὸν ἰὸν αὐτῆς ἐκκαλύψας, καὶ εἰς μέσον προθείς· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. Τουτέστιν, ἵνα φανῇ ἡλίκον κακὸν, ἡλίκος ὄλεθρος ἡ ἁμαρτία· τοῦτο δὲ διὰ τῆς ἐντολῆς ἐδείχθη. Ἐκ τούτων καὶ τὴν ὑπεροχὴν δείκνυσι τῆς χάριτος πρὸς τὸν νόμον· τὴν ὑπεροχὴν, οὐ τὴν μάχην. Μὴ γὰρ τοῦτο ἴδῃς, ὅτι χείρους ἐγένοντο οἱ δεξάμενοι, ἀλλ' ἐκεῖνο σκόπει, ὅτι οὐ μόνον εἰς ἐπίτασιν τὴν κακίαν ἀγαγεῖν οὐκ ἤθελεν ὁ νόμος, ἀλλὰ καὶ τὴν προϋπάρχουσαν ἐκκόψαι ἐσπούδαζεν. Εἰ δὲ οὐκ