1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

92

ἴσχυσε, στεφάνου μὲν ἐκεῖνον ἀπὸ τῆς γνώμης· προσκύνει δὲ μειζόνως τοῦ Χριστοῦ τὴν δύναμιν, ὅτι ποικίλον οὕτω κακὸν καὶ δυσκαταγώνιστον ἠφάνισέ τε καὶ πρόῤῥιζον ἐκτεμοῦσα ἀνέσπασεν. Ἁμαρτίαν δὲ ὅταν ἀκούσῃς, μὴ δύναμίν τινα ἐνυπόστατον νομίσῃς, ἀλλὰ τὴν πρᾶξιν τὴν πονηρὰν, ἐπιγινομένην τε καὶ ἀπογινομένην ἀεὶ, καὶ οὔτε πρὸ τοῦ γενέσθαι οὖσαν, καὶ μετὰ τὸ γενέσθαι πάλιν ἀφανιζομένην. ∆ιὰ γὰρ τοῦτο καὶ νόμος ἐδόθη· νόμος δὲ οὐδέποτε ἐπ' ἀναιρέσει τῶν φυσικῶν δίδοται, ἀλλ' ἐπὶ διορθώσει τῆς κατὰ προαίρεσιν πονηρᾶς πράξεως. ζʹ. Καὶ τοῦτο καὶ οἱ ἔξωθεν ἴσασι νομοθέται, καὶ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις. Τὰ γὰρ ἐκ ῥᾳθυμίας γινόμενα κακὰ ἀναστέλλουσι μόνον, οὐ τὰ τῇ φύσει συγκεκληρωμένα ἐπαγγέλλονται ἐκκόπτειν· οὐδὲ γὰρ δυνατόν. Τὰ γὰρ τῆς φύσεως ἀκίνητα μένει, ὃ πολλάκις πρὸς ὑμᾶς καὶ ἐν ἑτέραις εἴρηκα διαλέξεσι. ∆ιόπερ τοὺς ἀγῶνας τούτους ἀφέντες, τὸν ἠθικὸν πάλιν γυμνάσωμεν λόγον· μᾶλλον δὲ καὶ τοῦτο τὸ μέρος τῶν ἀγώνων ἐκείνων ἐστίν. Ἂν γὰρ κακίαν ἐκβάλ[λ]ωμεν, καὶ ἀρετὴν εἰσαγάγωμεν· καὶ διὰ τούτων σαφῶς διδάξομεν, ὅτι οὐ φύσει πονηρὸν ἡ κακία, καὶ τοὺς ζητοῦντας πόθεν τὰ κακὰ, οὐκ ἀπὸ λόγων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν πραγμάτων δυνησόμεθα ῥᾳδίως ἐπιστομίσαι, τῆς μὲν αὐτῆς κοινωνοῦντες αὐτοῖς φύσεως, ἀπηλλαγμένοι δὲ τῆς πονηρίας αὐτῶν. Μὴ γὰρ τοῦτο δὴ ἴδωμεν, ὅτι ἐπίπονον ἡ ἀρετὴ, ἀλλ' ὅτι κατορθωθῆναι δυνατόν· ἐὰν δὲ σπουδάζωμεν, καὶ κοῦφον ἡμῖν ἔσται καὶ εὔκολον. Εἰ δὲ τὴν ἡδονήν μοι λέγεις τῆς κακίας, λέγε καὶ τὸ τέλος αὐτῆς· εἰς γὰρ θάνατον αὕτη καταστρέφει, καθάπερ ἡ ἀρετὴ εἰς ζωὴν ἡμᾶς χειραγωγεῖ. Μᾶλλον δὲ, εἰ δοκεῖ, καὶ πρὸ τοῦ τέλους ἑκάτερον αὐτῶν ἐξετάσωμεν· ὀψόμεθα γὰρ τὴν μὲν κακίαν πολλὴν ἔχουσαν τὴν ὀδύνην, τὴν δὲ ἀρετὴν τὴν ἡδονήν. Τί γὰρ ἀλγεινότερον, εἰπέ μοι, συνειδότος πονηροῦ; τί δὲ ἥδιον ἐλπίδος χρηστῆς; Οὐδὲν γὰρ οὕτως, οὐδὲν κόπτειν ἡμᾶς εἴωθεν καὶ πιέζειν, ὡς προσδοκία πονηρά· οὐδὲν οὕτως ἀνέχει, καὶ μικροῦ πέτεσθαι ποιεῖ, ὡς συνειδὸς ἀγαθόν. Καὶ τοῦτο ἀπὸ τῶν παρ' ἡμῖν γινομένων ἔστι καταμαθεῖν. Τῶν γὰρ διὰ τοῦ στενωποῦ χωρούντων ἐπαιτῶν, καὶ μηδὲν ἑαυτοῖς συνειδότων πονηρὸν, οἱ τὸ δεσμωτήριον οἰκοῦντες καὶ καταδίκην ἀναμένοντες, κἂν μυρίας τροφῆς ἀπολαύσωσιν, ἀλγεινότερον ζῶσιν· ἡ γὰρ προσδοκία τῶν δεινῶν οὐκ ἀφίησι τῶν ἐν χερσὶν ἡδέων αἰσθάνεσθαι. Καὶ τί λέγω τοὺς δεσμώ 60.504 τας; Τῶν γὰρ ἔξω διατριβόντων καὶ πλουτούντων πονηρά τε συνειδότων ἑαυτοῖς, ἄμεινόν εἰσι πολλῷ διακείμενοι οἱ κάμνοντες χειροτέχναι, καὶ δι' ὅλης ἡμέρας πόνοις συζῶντες. Καὶ τοὺς μονομάχους δὲ διὰ τοῦτο ταλανίζομεν· καίτοι γε ἐν καπηλείοις ὁρῶντες μεθύοντας, τρυφῶντας, γαστριζομένους, καὶ πάντων ἀθλιωτέρους εἶναί φαμεν, ὅτι πολλῷ μείζων τῆς ἡδονῆς ἐκείνης ἡ τῆς προσδοκωμένης τελευτῆς συμφορά. Εἰ δὲ ἐκείνοις ἡδὺς οὗτος ὁ βίος εἶναι δοκεῖ, ἀναμνήσθητε τοῦ λόγου, οὗ συνεχῶς λέγω πρὸς ὑμᾶς, ὅτι οὐδὲν θαυμαστὸν μὴ φυγεῖν κακίας πικρίαν καὶ λύπην ἐν κακίᾳ ζῶντα. Ἰδοὺ γὰρ πρᾶγμα οὕτως ἐπάρατον ἐπέραστον τοῖς μετιοῦσιν εἶναι δοκεῖ. Ἀλλ' οὐ διὰ τοῦτο αὐτοὺς μακαρίζομεν, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο ταλανίζομεν, ὅτι οὐδὲ οἷ τῶν κακῶν εἰσιν, ἴσασι. Τί δὲ ἂν εἴποις περὶ τῶν μοιχῶν, οἳ διὰ μικρὰν ἡδονὴν καὶ δουλείαν ἀπρεπῆ καὶ χρημάτων δαπάνην καὶ φόβον διηνεκῆ, καὶ βίον ἁπλῶς τὸν τοῦ Κάϊν ὑπομένουσι, μᾶλλον δὲ καὶ ἐκείνου πολλῷ χαλεπώτερον, καὶ τὰ παρόντα δεδοικότος καὶ τὰ μέλλοντα τρέμοντες, καὶ φίλους καὶ ἐχθροὺς ὑποπτεύοντες, καὶ τοὺς εἰδότας καὶ τοὺς μηδὲν εἰδότας; Καὶ οὐδὲ ἡνίκα ἂν καθεύδωσι, ταύτης ἀπαλλάττονται τῆς ἀγωνίας, τοῦ πονηροῦ συνειδότος ὀνείρατα πολλῶν γέμοντα φόβων ἀναπλάττοντος αὐτοῖς, καὶ ἐκδειματοῦντος οὕτως. Ἀλλ' οὐχὶ ὁ σώφρων τοιοῦτος, ἀλλ' ἐν ἀνέσει καὶ ἐλευθερίᾳ πολλῇ τὸν παρόντα διάγει βίον. Ἀντίστησον τοίνυν τῇ μικρᾷ ἡδονῇ τὰ πολλὰ κύματα τῶν φόβων τούτων, καὶ τῷ βραχεῖ πόνῳ τῆς ἐγκρατείας τὴν γαλήνην τῆς διηνεκοῦς ζωῆς, καὶ ὄψει ταύτην ἐκείνης οὖσαν ἡδίω. Ὁ δὲ ἁρπάζειν βουλόμενος, εἰπέ μοι, καὶ