93
τοῖς ἀλλοτρίοις ἐπιτίθεσθαι χρήμασιν, οὐχὶ μυρίους ὑπομένει πόνους, περιτρέχων, κολακεύων δούλους, ἐλευθέρους, θυρωροὺς, φοβῶν, ἀπειλῶν, ἀναισχυντῶν, ἀγρυπνῶν, τρέμων, ἀγωνιῶν, ὑφορώμενος ἅπαντα; Ἀλλ' οὐχ ὁ χρημάτων καταφρονῶν τοιοῦτος, ἀλλὰ καὶ οὗτος πάλιν πολλῆς ἀπολαύει τῆς ἡδονῆς, ἐν ἀδείᾳ ζῶν καὶ μετὰ ἀσφαλείας ἁπάσης. Καὶ τὰ ἄλλα δὲ εἴ τις ἐπέλθοι τῆς κακίας μέρη, πολὺν τὸν θόρυβον ὄψεται, πολλοὺς τοὺς σκοπέλους. Καὶ τὸ δὴ μεῖζον, ὅτι ἐπὶ μὲν τῆς ἀρετῆς πρῶτα μὲν τὰ ἐπίπονα, μετὰ δὲ ταῦτα τὰ ἡδέα· ὥστε καὶ ταύτῃ τὸν πόνον κουφίζεσθαι· ἐπὶ δὲ τῆς κακίας ἀντιστρόφως· μετὰ τὴν ἡδονὴν αἱ ὀδύναι καὶ αἱ κολάσεις· ὥστε καὶ ἐντεῦθεν τὴν ἡδονὴν ἀφανίζεσθαι. Ὥσπερ γὰρ ὁ στεφάνους ἀναμένων, οὐδενὸς αἰσθάνεται τῶν παρόντων φορτικῶν· οὕτως ὁ μετὰ τὴν ἡδονὴν κολάσεις προσδοκῶν, οὐ δύναται καρποῦσθαι καθαρὰν εὐφροσύνην, τοῦ φόβου πάντα διαταράττοντος. Μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ πρὸ τῆς κολάσεως τῆς ἐπὶ τούτοις κειμένης πολλὴν καὶ ἐν αὐτῷ τῷ τολμᾶσθαι τὴν κακίαν ὀδύνην εὕροι τις ἂν γινομένην. ηʹ. Καὶ εἰ δοκεῖ, τοῦτο ἐπὶ τῶν τὰ ἀλλότρια ἁρπαζόντων ἐξετάσωμεν, ἢ καὶ τῶν ὁπωσοῦν χρήματα περιβαλλομένων· καὶ φόβους ἀποστήσαντες καὶ κινδύνους καὶ τρόμον καὶ ἀγωνίαν καὶ φροντίδα καὶ πάντα ταῦτα, ὑποθώμεθα εἶναί τινα ἀπραγμόνως πλουτοῦντα, καὶ περὶ τῆς φυλακῆς τῶν ὄντων θαῤῥοῦντα, ὅπερ ἀμήχανον, πλὴν ἀλλ' ὅμως κείσθω τῷ λόγῳ· ποίαν οὖν οὗτος καρπώσεται ἡδονήν; Ὅτι πολλὰ περιεβάλ[λ]ετο; Ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο οὐκ ἀφίησιν αὐτὸν εὐφραίνεσθαι· ἕως γὰρ ἂν τῶν ἑτέρων πλειόνων ἐπιθυμῇ, ἐπιτείνεται τὰ τῆς βασάνου. Ἡ γὰρ ἐπιθυμία ὅταν στῇ, τότε παρ 60.505 έχει τὴν ἡδονήν· ἐπεὶ καὶ οἱ διψῶντες τότε ἀνακτώμεθα ἑαυτοὺς, ὅταν ὅσον βουλόμεθα πίνωμεν· ἕως δ' ἂν διψῶμεν, κἂν πάσας ἐξαντλήσωμεν τὰς πηγὰς, μείζων ἡμῖν ἡ βάσανος γίνεται, κἂν μυρίους ἐκπίωμεν ποταμοὺς, χαλεπώτερα τὰ τῆς κολάσεως. Καὶ σὺ τοίνυν ἂν τὰ τοῦ κόσμου λάβῃς, ἔτι δὲ ἐπιθυμῇς, μείζονα εἰργάσω τὴν κόλασιν, ὅσῳ πλειόνων ἀπεγεύσω. Μὴ τοίνυν ἀπὸ τοῦ πολλὰ περιβάλλεσθαι νόμιζέ σοι προσγίνεσθαί τινα ἡδονὴν, ἀλλ' ἀπὸ τοῦ μὴ θέλειν πλουτεῖν· ἐὰν δὲ ἐπιθυμῇς πλουτεῖν, οὐδέποτε παύσῃ μαστιζόμενος. Ἔρως γάρ ἐστιν οὗτος ἀτέλεστος, καὶ ὅσῳπερ ἂν πλείονα προέλθῃς ὁδὸν, τοσούτῳ μᾶλλον τοῦ τέλους ἀφέστηκας. Ἆρ' οὖν οὐκ αἴνιγμα τοῦτο καὶ παραπληξία καὶ ἐσχάτη μανία; Ἀποστῶμεν τοίνυν ἐκ πρώτης τῶν κακῶν· μᾶλλον δὲ μηδὲ ὅλως ἁψώμεθα τῆς τοιαύτης ἐπιθυμίας· κἂν ἁψώμεθα δὲ, ἐκ προοιμίων ἀποπηδήσωμεν· ὅπερ ὁ Παροιμιαστὴς παραινεῖ περὶ πόρνης γυναικὸς λέγων· Ἀποπήδησον, μὴ ἐγχρονίσῃς, καὶ μὴ ἔλθῃς ἐπὶ θύρας οἴκων αὐτῆς. Τοῦτό σοι καὶ ἐγὼ περὶ τῆς φιλοχρηματίας λέγω. Ἂν γὰρ ἐμπέσῃς κατὰ μικρὸν εἰς τὸ πέλαγος εἰσιὼν τῆς μανίας ἐκείνης, δυσκόλως ἐπανελθεῖν δυνήσῃ· καὶ καθάπερ ἐν τοῖς ἴλιγξι κἂν μυριάκις φιλονεικῇς, οὐ περιέσῃ ῥᾳδίως· οὕτω, καὶ πολλῷ χαλεπώτερον, εἰς τὸ βάθος τῆς ἐπιθυμίας ταύτης ἐμπεσὼν, ἀπολεῖς σεαυτὸν μετὰ τῶν ὄντων ἁπάντων. ∆ιὸ, παρακαλῶ, τὴν ἀρχὴν φυλαττώμεθα, καὶ τὰ μικρὰ φύγωμεν κακά· τὰ γὰρ μεγάλα ἀπὸ τούτων τίκτεται. Ὁ γὰρ καθ' ἕκαστον ἁμάρτημα μαθὼν λέγειν, Οὐδὲν παρὰ τοῦτο, κατὰ μικρὸν πάντα ἀπολεῖ. Τοῦτο γοῦν τὴν κακίαν εἰσήγαγε, τοῦτο τὰς θύρας ἀνέῳξε τῷ λῃστῇ, τοῦτο τῆς πόλεως τὰ τείχη κατέβαλε, τὸ καθ' ἕκαστον λέγειν· Οὐδὲν παρὰ τοῦτο. Οὕτω καὶ ἐπὶ τῶν σωμάτων τὰ μέγιστα αὔξεται νοσήματα, ὅταν τὰ μικρὰ καταφρονῆται. Ὁ Ἡσαῦ εἰ μὴ προέδωκε τὰ πρωτοτόκια, οὐκ ἂν ἀνάξιος ἐγένετο τῶν εὐλογιῶν· εἰ μὴ τῶν εὐλογιῶν ἀνάξιον ἑαυτὸν κατέστησεν, οὐκ ἂν εἰς ἀδελφοκτονίαν προελθεῖν ἐπεθύμησεν. Ὁ Κάϊν εἰ μὴ τῶν πρωτείων ἠράσθη, ἀλλὰ τῷ Θεῷ παρεχώρησε τούτων, οὐκ ἂν ἔσχε τὰ δευτερεῖα· τὰ δευτερεῖα ἔχων πάλιν, εἰ τῆς παραινέσεως ἤκουσεν, οὐκ ἂν ὤδινε τὸν φόνον· πάλιν τὸν φόνον ἐργασάμενος, εἰ πρὸς μετάνοιαν ἦλθε, τοῦ Θεοῦ καλοῦντος αὐτὸν, καὶ μὴ ἀναισχύντως ἀπεκρίνετο, οὐκ ἂν τὰ μετὰ ταῦτα ὑπέμεινε δεινά. Εἰ δὲ οἱ πρὸ τοῦ