1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

94

νόμου ἀπὸ τῆς ῥᾳθυμίας ταύτης κατὰ μικρὸν εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας ἦλθον, ἐννόησον τί πεισόμεθα ἡμεῖς οἱ πρὸς μείζονα καλούμενοι σκάμματα, ἂν μὴ μετὰ ἀκριβείας ἑαυτοῖς προσέχωμεν, καὶ τοὺς σπινθῆρας τῶν κακῶν, πρὶν ἢ τὴν πυρὰν ἀναφθῆναι, προλαβόντες σβεννύωμεν. Οἷόν τι λέγω· Ἐπιορκεῖς συνεχῶς; Μὴ πρὸς τοῦτο στῇς μόνον, ἀλλὰ καὶ τὸ ὀμνύναι ἄνελε, καὶ οὐ δεήσῃ πόνου λοιπόν· πολὺ γὰρ δυσκολώτερον, ὀμνύντα μὴ ἐπιορκεῖν, ἢ μηδὲ ὀμνύναι ὅλως. Ὑβριστὴς εἶ καὶ λοίδορος καὶ πλήκτης; Γράψον σεαυτῷ νόμον μὴ ὀργίζεσθαι μηδὲ κράζειν ὅλως, καὶ συναναιρεῖται τῇ ῥίζῃ καὶ ὁ καρπός. Λάγνος εἶ καὶ ἄσωτος; Τίθει σεαυτῷ πάλιν ὅρον, ὥστε μὴ ὁρᾷν εἰς γυναῖκα, μήτι δὲ εἰς τὸ θέατρον ἀναβαίνειν, μηδὲ ἐν ἀγορᾷ τὰ ἀλλότρια περιεργάζεσθαι κάλλη. Πολὺ γὰρ εὐκολώτερον, τὴν ἀρχὴν μηδὲ ἰδεῖν εὔμορφον γυναῖκα, ἢ θεασάμενον, καὶ δεξάμενον τὴν ἐπιθυμίαν, ἐκβάλλειν τὸν ἐκ ταύτης θόρυβον. Κουφότεροι γὰρ ἐν προοιμίοις οἱ ἀγῶνες· μᾶλλον δὲ οὐδὲ ἀγῶνος ἡμῖν δεῖ, ἂν μὴ τὰς θύρας ἀνοίξωμεν τῷ πολεμίῳ, μηδὲ τὰ σπέρματα τῆς 60.506 κακίας δεξώμεθα. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τὸν ἀκολάστως ὁρῶντα εἰς γυναῖκα ἐκόλασεν, ἵνα πλείονος ἡμᾶς ἀπαλλάξῃ πόνου, πρὶν ἢ γενέσθαι τὸν ἀνταγωνιστὴν ἰσχυρὸν κελεύων ἐκβάλλειν τῆς οἰκίας, ὅτε καὶ εὐκόλως ἐκβάλλεσθαι δύναται. Ποία γὰρ ἀνάγκη πράγματα ἔχειν περιττὰ, καὶ συμπλέκεσθαι τοῖς ἀνταγωνισταῖς, παρὸν χωρὶς συμπλοκῆς στῆσαι τὸ τρόπαιον, καὶ πρὸ τῆς πάλης ἁρπάσαι τὸ βραβεῖον; Οὐ γὰρ τοσοῦτος πόνος μὴ ὁρᾷν γυναῖκας ὡραίας, ὅσος πόνος ὁρῶντα κατέχειν· μᾶλλον δὲ οὐδὲ πόνος τὸ πρότερον ἂν εἴη, ἀλλὰ πολὺς ἱδρὼς καὶ μόχθος μετὰ τὸ ἰδεῖν ἐγγίνεται. θʹ. Ὅταν οὖν καὶ ὁ πόνος ἐλάττων ᾖ, μᾶλλον δὲ μηδὲ ὅλως ᾖ μόχθος τις μηδὲ πόνος, καὶ τὸ κέρδος μεῖζον, τί σπουδάζομεν εἰς τὸ πέλαγος ἐμπεσεῖν τῶν μυρίων κακῶν; Οὐδὲ γὰρ εὐκολώτερον μόνον ὁ μὴ ὁρῶν γυναῖκα, ἀλλὰ καὶ καθαρώτερον περιέσται τῆς τοιαύτης ἐπιθυμίας, ὥσπερ οὖν ὁ ὁρῶν καὶ μετὰ πόνου πλείονος, καὶ μετὰ κηλῖδός τινος ἀπαλλάττεται, ἐὰν ἄρα ποτὲ ἀπαλλαγῇ. Ὁ μὲν γὰρ μὴ ἰδὼν τὴν εὔμορφον ὄψιν, καὶ τῆς ἐπιθυμίας τῆς ἐντεῦθέν ἐστι καθαρός· ὁ δὲ ἐπιθυμήσας ἰδεῖν, πρότερον καταβαλὼν τὸν λογισμὸν, καὶ μολύνας αὐτὸν μυριάκις, τότε ἐκβάλλει τὴν ἀπὸ τῆς ἐπιθυμίας κηλῖδα, ἐὰν ἄρα ἐκβάλῃ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς, ἵνα μὴ ταῦτα πάσχωμεν, οὐ φόνον κωλύει μόνον, ἀλλὰ καὶ ὀργήν· οὐ μοιχείαν, ἀλλὰ καὶ ὄψιν ἀκόλαστον· οὐκ ἐπιορκίαν, ἀλλὰ καὶ τὸ ὀμνύναι καθόλου. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται τοῦ μέτρου τῆς ἀρετῆς, ἀλλ' ἐπειδὴ ταῦτα ἐνομοθέτησε, καὶ ἐπὶ τὸ μεῖζον πρόεισιν. Ἀποστήσας γὰρ τῶν φόνων, καὶ κελεύσας καθαρὸν εἶναι ὀργῆς, κελεύει καὶ πρὸς τὸ πάσχειν κακῶς ἕτοιμον εἶναι, καὶ μὴ τοσοῦτον παρεσκευάσθαι παθεῖν, ὅσον ὁ ἐπιβουλεύων βούλεται, ἀλλ' ὑπερβαίνειν περαιτέρω, καὶ νικᾷν αὐτοῦ τῆς μανίας τὴν ὑπερβολὴν τῇ τῆς οἰκείας φιλοσοφίας περιουσίᾳ. Οὐδὲ γὰρ εἶπεν, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, φέρε γενναίως καὶ ἡσύχασον, ἀλλὰ προσέθηκε τούτῳ καὶ τὸ τὴν ἑτέραν αὐτῷ παρασχεῖν· Στρέψον γὰρ αὐτῷ, φησὶ, καὶ τὴν ἄλλην. Τοῦτο γὰρ ἡ λαμπρὰ νίκη, τὸ πλεῖον αὐτῷ παρασχεῖν ὧν βούλεται, καὶ τοὺς ὅρους τῆς πονηρᾶς ἐπιθυμίας αὐτοῦ τῇ δαψιλείᾳ τῆς οἰκείας ὑπερβῆναι μακροθυμίας. Οὕτω γοῦν καὶ τὴν ἐκείνου καταλύσεις μανίαν, καὶ τοῦ προτέρου λήψῃ μισθὸν ἐκ τοῦ δευτέρου, καὶ τὴν ἐπ' ἐκείνῳ καταλύσεις ὀργήν. Ὁρᾷς ὅτι πανταχοῦ τοῦ μὴ κακῶς πάσχειν ἡμεῖς ἐσμεν κύριοι, οὐχ οἱ ποιοῦντες ἡμᾶς; Μᾶλλον δὲ οὐ τοῦ μὴ πάσχειν κακῶς μόνον, ἀλλὰ καὶ τοῦ παθεῖν εὖ αὐτοὶ τὴν ἐξουσίαν ἔχομεν· ὃ δὴ μάλιστά ἐστι θαυμαστὸν, ὅτι οὐ μόνον οὐκ ἀδικούμεθα, ἐὰν νήφωμεν, ἀλλὰ καὶ εὐεργετούμεθα καὶ δι' αὐτῶν ὧν ἀδικούμεθα παρ' ἑτέρων. Σκόπει δέ· Ὕβρισεν ὁ δεῖνα; Σὺ κύριος εἶ ποιῆσαι τὴν ὕβριν ταύτην ἐγκώμιον σόν. Ἂν μὲν γὰρ ἀνθυβρίσῃς, ἐπέτεινες τὴν αἰσχύνην· ἐὰν δὲ εὐλογήσῃς τὸν ὑβρικότα, πάντας ὄψει τοὺς παρόντας στεφανοῦντάς σε καὶ ἀνακηρύττοντας. Εἶδες πῶς δι' ὧν ἀδικούμεθα εὐεργετούμεθα, ἂν θέλωμεν; Τοῦτο καὶ ἐπὶ χρημάτων, τοῦτο καὶ ἐπὶ