95
πληγῶν, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ἔστιν ἰδεῖν συμβαῖνον. Ἂν γὰρ τοῖς ἐναντίοις αὐτοὺς ἀμειβώμεθα, καὶ ὑπὲρ ὧν κακῶς ἐπάθομεν, καὶ ὑπὲρ ὧν εὐεργετοῦμεν, διπλοῦν ἑαυτοῖς ὑφαίνομεν στέφανον. Ὅταν τοίνυν ἐλθών τις εἴπῃ, ὅτι Ὁ δεῖνά σε 60.507 ὕβρισε, καὶ κακῶς σε πρὸς ἅπαντας λέγων διατελεῖ, ἐπαίνεσον πρὸς τοὺς λέγοντας τὸν ὑβρικότα· οὕτω γὰρ, κἂν ἀμύνασθαι βουληθῇς, δυνήσῃ δίκην λαβεῖν. Οἱ γὰρ ἀκούοντες κἂν σφόδρα ἀνόητοι ὦσι, σὲ μὲν ἐπαινέσονται, μισήσουσι δὲ ἐκεῖνον ὡς θηρίου παντὸς χαλεπώτερον, ὅτι ὁ μὲν οὐδὲν ἠδικημένος ἐλύπησε, σὺ δὲ καὶ κακῶς παθὼν, τοῖς ἐναντίοις ἠμείψω. Καὶ τὰ εἰρημένα δὲ πάντα οὕτω δεῖξαι δυνήσῃ ἕωλα ὄντα. Ὁ μὲν γὰρ δακνόμενος τοῦ συνειδέναι τοῖς εἰρημένοις ἀπόδειξιν παρέχεται τὸ ἀλγεῖν· ὁ δὲ καταγελάσας, αὐτῷ τούτῳ παρὰ τοῖς παροῦσι πάσης ἑαυτὸν ἀπήλλαξεν ὑποψίας. Σκόπει τοίνυν πόσα ἐκ τούτου συλλέγεις καλά· πρότερον ἀπαλλάττεις σεαυτὸν θορύβου καὶ ταραχῆς· εἶτα δὲ, μᾶλλον τοῦτο κείσθω πρῶτον, κἂν ἁμαρτήματα ἔχῃς, καὶ ταῦτα ἀποδύσῃ, καθάπερ ὁ τελώνης τὴν τοῦ Φαρισαίου κατηγορίαν πράως ἐνεγκών. Πρὸς τούτοις, φιλόσοφον κατασκευάζεις σου τὴν ψυχὴν τῇ τοιαύτῃ μελέτῃ, καὶ μυρίων παρὰ πάντων ἀπολαύσεις ἐπαίνων, καὶ τὴν ἐπὶ τοῖς εἰρημένοις ὑποψίαν ἀποδύσῃ πᾶσαν. Εἰ δὲ καὶ ἐκεῖνον ἀμύνασθαι ἐπιθυμεῖς, καὶ τοῦτο ἐκ περιουσίας ἕψεται, 60.508 καὶ τοῦ Θεοῦ κολάζοντος αὐτὸν ἀνθ' ὧν εἴρηκε, καὶ πρὸ τῆς κολάσεως ἐκείνης τῆς σῆς φιλοσοφίας ἀντὶ καιρίας αὐτῷ γινομένης πληγῆς. Οὐδὲν γὰρ οὕτω τοὺς ὑβρίζοντας ἡμᾶς δάκνειν εἴωθεν, ὡς τὸ τοὺς ὑβριζομένους ἡμᾶς τῶν ὕβρεων καταγελᾷν. Ὥσπερ οὖν ἐκ τοῦ φιλοσοφεῖν τοσαῦτα ἔσται καλὰ, οὕτως ἐκ τοῦ μικροψύχους εἶναι τὰ ἐναντία συμβήσεται ἅπαντα. Καὶ γὰρ ἑαυτοὺς καταισχύνομεν, καὶ ὑπεύθυνοι παρὰ τοῖς παροῦσι δοκοῦμεν εἶναι τοῖς λεγομένοις, καὶ τὴν ψυχὴν θορύβου πληροῦμεν, καὶ τὸν ἐχθρὸν εὐφραίνομεν, καὶ τὸν Θεὸν παροξύνομεν, καὶ τοῖς ἁμαρτήμασι προστίθεμεν τοῖς ἡμετέροις. Ταῦτα οὖν ἅπαντα ἐννοήσαντες, φύγωμεν τῆς μικροψυχίας τὸ βάραθρον, καὶ πρὸς τὸν λιμένα τῆς μακροθυμίας καταδράμωμεν, ἵνα καὶ ἐνταῦθα εὕρωμεν ἀνάπαυσιν ταῖς ψυχαῖς ἡμῶν, καθὼς καὶ ὁ Χριστὸς ἀπεφήνατο, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΓʹ.
Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι,
πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. αʹ. Ἐπειδὴ εἶπεν, ὅτι μεγάλα γέγονε κακὰ, καὶ ἡ ἁμαρτία δυνατωτέρα κατέστη τῆς ἐντολῆς ἐπιλαβομένη, καὶ τοὐναντίον οὗπερ ἐσπούδαζεν ὁ νόμος ἐξέβη, καὶ εἰς πολλὴν τὸν ἀκροατὴν ἐνέβαλεν ἀπορίαν, λέγει καὶ τὸν λογισμὸν λοιπὸν, καθ' ὃν ταῦτα γέγονε, πρότερον ἀπαλλάξας τὸν νόμον τῆς πονηρᾶς ὑποψίας. Ἵνα γὰρ μὴ ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀφορμὴν ἔλαβε, καὶ ὅτι ἐλθούσης αὐτῆς ἡ ἁμαρτία ἀνέζησε, καὶ ὅτι δι' αὐτῆς ἐξηπάτησε καὶ ἀπέκτεινεν· ἵν' οὖν μὴ τὸν νόμον τῶν κακῶν τούτων αἴτιον νομίσῃ τις εἶναι, πρότερον τὴν ὑπὲρ αὐτοῦ τίθησιν ἀπολογίαν μετὰ πολλῆς τῆς περιουσίας, οὐ μόνον κατηγορίας αὐτὸν ἀπαλλάττων, ἀλλὰ καὶ ἐγκώμιον αὐτῷ πλέκων μέγιστον. Καὶ τοῦτο οὐχ ὡς αὐτὸς χαριζόμενος τίθησιν, ἀλλ' ὡς κοινὴν ἐκφέρων ψῆφον. Οἴδαμεν γὰρ, φησὶν, ὅτι ὁ νόμος πνευματικός ἐστιν. Ὡσανεὶ ἔλεγεν· Ὡμολογημένον τοῦτο καὶ δῆλόν ἐστιν, ὅτι πνευματικός ἐστι· τοσοῦτον ἀπέχει ἁμαρτίας αἴτιος εἶναι, καὶ τῶν γεγενημένων κακῶν ὑπεύθυνος. Καὶ ὅρα πῶς οὐ κατηγορίας αὐτὸν ἀπαλλάττει μόνον, ἀλλὰ καὶ ἐπαινεῖ μεθ' ὑπερβολῆς ἁπάσης. Πνευματικὸν γὰρ εἰπὼν, διδάσκαλον αὐτὸν ἀρετῆς δείκνυσιν ὄντα, καὶ κακίας πολέμιον· τοῦτο γάρ ἐστιν