1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

96

εἶναι πνευματικὸν, τὸ πάντων ἁμαρτημάτων ἀπάγειν· ὅπερ οὖν καὶ ὁ νόμος ἐποίει, φοβῶν, νουθετῶν, κολάζων, διορθούμενος, τὰ περὶ ἀρετῆς συμβουλεύων ἅπαντα. Πόθεν οὖν, φησὶν, ἡ ἁμαρτία ἐγεγόνει, εἰ οὕτω θαυμαστὸς ὁ διδάσκαλος; Παρὰ τὴν τῶν μαθητῶν ῥᾳθυμίαν. ∆ιὸ ἐπήγαγε λέγων, Ἐγὼ δὲ σαρκικός εἰμι, τὸν ἐν τῷ νόμῳ καὶ πρὸ τοῦ νόμου πολιτευόμενον ἄνθρωπον ὑπογράφων. Πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Μετὰ γὰρ τοῦ θανάτου, φησὶ, καὶ ὁ τῶν παθῶν ἐπεισῆλθεν ὄχλος. Ὅτε γὰρ θνητὸν ἐγένετο τὸ σῶμα, ἐδέξατο καὶ ἐπιθυμίαν ἀναγκαίως λοιπὸν, καὶ ὀργὴν καὶ λύπην καὶ τὰ ἄλλα πάντα, ἃ πολλῆς ἐδεῖτο φιλοσοφίας, ἵνα μὴ πλημμύραντα ἐν ἡμῖν καταποντίσῃ τὸν λογισμὸν εἰς τὸν τῆς ἁμαρτίας βυθόν. Αὐτὰ μὲν γὰρ οὐκ ἦν ἁμαρτία· ἡ δὲ ἀμετρία αὐτῶν μὴ χαλινουμένη, τοῦτο εἰργάζετο. Οἷον, ἵν' ὡς ἐπὶ ὑποδείγματος ἓν αὐ 60.508 τῶν μεταχειρίσας εἴπω, ἡ ἐπιθυμία ἁμαρτία μὲν οὐκ ἔστιν, ὅταν δὲ εἰς ἀμετρίαν ἐκπέσῃ, εἴσω τῶν τοῦ νόμου γάμων οὐκ ἐθέλουσα μένειν, ἀλλὰ καὶ ἀλλοτρίαις ἐπιπηδῶσα γυναιξὶ, τότε λοιπὸν μοιχεία τὸ πρᾶγμα γίνεται, ἀλλ' οὐ παρὰ τὴν ἐπιθυμίαν, ἀλλὰ παρὰ τὴν ταύτης πλεονεξίαν. Καὶ σκόπει σοφίαν Παύλου. Ἐγκωμιάσας γὰρ τὸν νόμον, ἐπὶ τὸν ἀνωτέρω χρόνον ἔδραμεν εὐθέως, ἵνα δείξας πῶς καὶ τότε τὸ γένος διέκειτο τὸ ἡμέτερον καὶ ἡνίκα τὸν νόμον ἔλαβεν, ἀποφήνῃ τῆς χάριτος ἀναγκαίαν οὖσαν τὴν περιουσίαν· ὅπερ πανταχοῦ κατασκευάσαι ἐσπούδακε. Τὸ γὰρ, Πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν, ὅταν λέγῃ, οὐ περὶ τῶν ἐν τῷ νόμῳ λέγει μόνον, ἀλλὰ καὶ περὶ τῶν πρὸ τοῦ νόμου βεβιωκότων, καὶ τῶν ἐξ ἀρχῆς γενομένων ἀνθρώπων. Εἶτα καὶ τὸν τρόπον λέγει τῆς πράσεως, καὶ τῆς ἐκδόσεως. Ὃ γὰρ κατεργάζομαι, φησὶν, οὐ γινώσκω. Τί ἐστιν, Οὐ γινώσκω; Ἀγνοῶ. Καὶ πότε τοῦτο γέγονεν; οὐδεὶς γὰρ οὐδέποτε ἐν ἀγνοίᾳ ἥμαρτεν. Ὁρᾷς ὅτι, ἂν μὴ μετὰ τῆς προσηκούσης εὐλαβείας τὰς λέξεις ἐκλεξώμεθα, καὶ πρὸς τὸν ἀποστολικὸν ἴδωμεν σκοπὸν, μυρία ἕψεται τὰ ἄτοπα; Εἰ γὰρ ἀγνοοῦντες ἡμάρτανον, οὐδὲ δίκην ἦσαν ἄξιοι δοῦναι. Ὥσπερ οὖν ἀνωτέρω ἔλεγε, Χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά· οὐ τοῦτο δηλῶν, ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες, ἀλλ' ὅτι ᾔδεσαν μὲν, οὐχ οὕτω δὲ ἀκριβῶς· διόπερ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς· καὶ πάλιν, Τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, οὐ τὴν καθόλου ἄγνοιαν δηλῶν, ἀλλὰ τὴν σαφεστάτην γνῶσιν ἐμφαίνων· ἔλεγε δὲ, ὅτι Κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν, οὐ τοῦτο λέγων, ὅτι ἡ ἐντολὴ τὴν ἐπιθυμίαν ἐποίησεν, ἀλλ' ὅτι τὴν ἐπίτασιν τῆς ἐπιθυμίας ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐπεισήγαγεν· οὕτω καὶ ἐνταῦθα οὐ τὴν καθόλου ἄγνοιαν δηλοῖ, λέγων, Ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· ἐπεὶ πῶς συνήδετο τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον; Τί οὖν ἐστιν, Οὐ γινώσκω; Σκοτοῦμαι, φησὶ, συναρπάζομαι, ἐπήρειαν ὑπομένω, οὐκ οἶδα πῶς ὑποσκελίζομαι· ὅπερ καὶ ἡμεῖς εἰώθαμεν λέγειν, Οὐκ οἶδα πῶς ὁ δεῖνα ἐλθὼν συνήρπασεν, οὐκ ἄγνοιαν προβαλλόμενοι, ἀλλὰ ἀπάτην τινὰ καὶ περίστασιν καὶ ἐπιβουλὴν ἐμφαίνοντες. Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, 60.509 ἀλλ' ὃ μισῶ, τοῦτο ποιώ. Πῶς οὖν οὐ γινώσκεις, ὃ κατεργάζῃ; Εἰ γὰρ θέλεις τὸ καλὸν, καὶ μισεῖς τὸ πονηρὸν, γνώσεως τοῦτο ἀπηρτισμένης ἐστίν. Ὅθεν δῆλον, ὅτι καὶ τὸ, Ὃ οὐ θέλω, εἴρηκεν, οὐχὶ τὸ αὐτεξούσιον ἀναιρῶν, οὐδὲ ἀνάγκην τινὰ εἰσάγων βεβιασμένην. Εἰ γὰρ οὐχ ἑκόντες, ἀλλ' ἀναγκαζόμενοι ἁμαρτάνομεν, πάλιν τὰ τῶν κολάσεων τῶν ἔμπροσθεν γεγενημένων οὐκ ἂν ἔχοι λόγον. Ἀλλ' ὥσπερ, Οὐ γινώσκω, λέγων, οὐκ ἄγνοιαν ἐνέφηνεν, ἀλλ' ἅπερ εἰρήκαμεν· οὕτω καὶ τὸ, Ὃ οὐ θέλω, προσθεὶς, οὐκ ἀνάγκην ἐδήλωσεν, ἀλλὰ τὸ μὴ ἐπαινεῖν τὰ γινόμενα· ἐπεὶ εἰ μὴ τοῦτο ἦν δηλώσας τῷ εἰπεῖν, Ὃ οὐ θέλω, τοῦτο πράσσω, πῶς οὐκ ἐπήγαγεν, Ἀλλ' ὃ ἀναγκάζομαι καὶ βιάζομαι, τοῦτο ποιῶ; τοῦτο γὰρ τῷ θέλειν καὶ τῇ ἐξουσίᾳ ἀντίκειται. Νυνὶ δὲ οὐ τοῦτο εἴρηκεν, ἀλλ' ἀντὶ τούτου τὸ, Ὃ μισῶ, τέθεικεν, ἵνα μάθῃς ὡς καὶ ἐν τῷ εἰπεῖν, Ὃ οὐ θέλω, οὐ τὴν ἐξουσίαν ἀνεῖλε. Τί οὖν ἐστι τὸ, Ὃ οὐ θέλω; Ὃ μὴ ἐπαινῶ, ὃ μὴ ἀποδέχομαι, ὃ μὴ φιλῶ· οὗ πρὸς ἀντιδιαστολὴν καὶ τὰ ἑξῆς ἐπήγαγεν εἰπών· Ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ. Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ