97
νόμῳ ὅτι καλός. βʹ. Ὁρᾷς τέως τὴν διάνοιαν οὐ διεφθαρμένην, ἀλλὰ ἐν τῇ πράξει τὴν οἰκείαν διατηροῦσαν εὐγένειαν; Εἰ γὰρ καὶ μετέρχεται τὴν κακίαν, ἀλλὰ μισοῦσα μετέρχεται, ὃ καὶ τοῦ φυσικοῦ νόμου καὶ τοῦ γραπτοῦ μέγιστον ἐγκώμιον ἂν εἴη. Ὅτι γὰρ καλὸς ὁ νόμος, φησὶ, δῆλον ἐξ ὧν ἐμαυτοῦ κατηγορῶ, παρακούων τοῦ νόμου καὶ μισῶν τὸ γεγενημένον· καίτοι εἰ ἁμαρτίας αἴτιος ἦν ὁ νόμος, πῶς αὐτῷ συνηδόμενος τὸ ὑπ' αὐτοῦ κελευόμενον γενέσθαι, ἐμίσει; Σύμφημι γὰρ τῷ νόμῳ, φησὶν, ὅτι καλός. Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Οἶδα γὰρ, ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν. Ἐνταῦθα ἐπιτίθενται οἱ τὴν σάρκα διαβάλλοντες, καὶ τῆς τοῦ Θεοῦ δημιουργίας ἀλλοτριοῦντες. Τί οὖν ἂν εἴποιμεν; Ἃ καὶ περὶ τοῦ νόμου πρώην διαλεγόμενοι εἰρήκαμεν, ὅτι, ὥσπερ ἐκεῖ τὸ πᾶν τῆς ἁμαρτίας εἶναί φησιν, οὕτω καὶ ἐνταῦθα. Οὐ γὰρ εἶπεν, ὅτι Ἡ σὰρξ αὐτὸ κατεργάζεται, ἀλλὰ καὶ τοὐναντίον, ὅτι Οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Εἰ δὲ λέγει, ὅτι οὐκ οἰκεῖ ἐν αὐτῇ ἀγαθὸν, οὔπω τοῦτο ἔγκλημα τῆς σαρκός· οὐ γὰρ τὸ μὴ οἰκεῖν ἀγαθὸν ἐν αὐτῇ, πονηρὰν αὐτὴν δείκνυσιν οὖσαν. Ἡμεῖς δὲ ἐλάττονα μὲν ὁμολογοῦμεν εἶναι τῆς ψυχῆς τὴν σάρκα καὶ καταδεεστέραν, οὐ μὴν ἐναντίαν οὐδὲ μαχομένην οὐδὲ πονηρὰν, ἀλλ' ὡς κιθάραν κιθαριστῇ, καὶ ὡς ναῦν κυβερνήτῃ, οὕτως αὐτὴν ὑποκεῖσθαι τῇ ψυχῇ· ἅπερ οὐκ ἐναντία τοῖς ἄγουσι καὶ χρωμένοις ἐστὶν, ἀλλὰ καὶ σφόδρα συμβαίνοντα, οὐ μὴν ὁμότιμα τῷ τεχνίτῃ. Ὥσπερ οὖν ὁ λέγων, ὅτι Οὐκ ἐν τῇ κιθάρᾳ, οὐδ' ἐν τῇ νηῒ ἡ τέχνη, ἀλλ' ἐν τῷ κυβερνήτῃ καὶ τῷ κιθαρῳδῷ, οὐ τὰ ἔργα διέβαλεν, ἀλλὰ τὸ μέσον ὅσον πρὸς τὸν τεχνίτην τῆς τέχνης ἔδειξεν· οὕτω καὶ ὁ Παῦλος εἰπὼν, ὅτι Οὐκ οἰκεῖ ἐν τῇ σαρκί μου ἀγαθὸν, οὐ τὸ σῶμα διέβαλεν, ἀλλὰ τὸ ὑπερέχον τῆς ψυχῆς ἔδειξεν. Αὕτη 60.510 γάρ ἐστιν ἡ τὸ πᾶν ἐγκεχειρισμένη τῆς κυβερνήσεως, καὶ τῆς κιθαρῳδίας· ὅπερ καὶ Παῦλος ἐνταῦθα δείκνυσι, τὸ κῦρος τῆς ψυχῆς τιθέμενος. Καὶ εἰς δύο ταῦτα τὸν ἄνθρωπον διελὼν, ψυχὴν καὶ σῶμα, λέγει ὅτι ἀλογωτέρα μὲν ἡ σὰρξ, καὶ συνέσεως ἔρημος, καὶ τῶν ἀγομένων, ἀλλ' οὐ τῶν ἀγόντων· σοφωτέρα δὲ ἡ ψυχὴ, καὶ τὸ πρακτέον καὶ τὸ μὴ πρακτέον συνιδεῖν δυναμένη, οὐ μὴν ἀρκοῦσα πρὸς τὸ τὸν ἵππον ἄρχειν ὡς βούλεται· ὅπερ οὐ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῆς ψυχῆς γένοιτ' ἂν ἔγκλημα, εἰδυίας μὲν ἅπερ δεῖ πράττειν, οὐκέτι δὲ εἰς ἔργον ἐκφερούσης τὰ δόξαντα. Τὸ γὰρ θέλειν παράκειταί μοι, φησὶ, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω. Ἐνταῦθα πάλιν εἰπὼν, Οὐχ εὑρίσκω, οὐκ ἄγνοιάν φησιν, οὐδὲ ἀπορίαν, ἀλλ' ἐπήρειάν τινα καὶ ἐπιβουλὴν τῆς ἁμαρτίας· ὅπερ οὖν καὶ σαφέστερον δεικνὺς ἐπήγαγεν· Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθὸν, ἀλλ' ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω. Εἰ δὲ ὃ ἐγὼ οὐ θέλω, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. Εἶδες πῶς καὶ τὴν οὐσίαν τῆς ψυχῆς, καὶ τὴν οὐσίαν τῆς σαρκὸς ἀπαλλάξας ἐγκλήματος, τὸ πᾶν ἐπὶ τὴν πονηρὰν πρᾶξιν μετέστησεν; Εἰ γὰρ οὐ θέλει τὸ κακὸν, ἀπήλλακται ἡ ψυχὴ, καὶ εἰ αὐτὸς αὐτὸ μὴ κατεργάζεται, ἠλευθέρωται καὶ τὸ σῶμα, καὶ μόνης τῆς πονηρᾶς προαιρέσεώς ἐστι τὸ πᾶν. Οὐ γὰρ ταυτὸν ψυχῆς οὐσία καὶ σώματος καὶ προαιρέσεως, ἀλλὰ τὰ μέν ἐστιν ἔργα Θεοῦ, τὸ δὲ ἐξ ἡμῶν αὐτῶν γινομένη κίνησις, πρὸς ὅπερ ἂν αὐτὴν βουληθῶμεν ἀγαγεῖν. Ἡ μὲν γὰρ βούλησις, ἔμφυτον καὶ παρὰ Θεοῦ· ἡ δὲ τοιάδε βούλησις, ἡμέτερον καὶ τῆς γνώμης ἡμῶν. Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. Ἀσαφὲς τὸ εἰρημένον· τί οὖν ἐστι τὸ λεγόμενον; Ἐπαινῶ τὸν νόμον, φησὶ, κατὰ τὸ συνειδὸς, καὶ αὐτὸν δὲ εὑρίσκω ἐμοὶ τῷ βουλομένῳ τὸ καλὸν ποιεῖν συνήγορον, καὶ ἐπιτείνοντά μοι τὸ βούλημα· ὥσπερ γὰρ ἐγὼ αὐτῷ συνήδομαι, οὕτω καὶ αὐτὸς ἐπαινεῖ τὴν γνώμην τὴν ἐμήν. Ὁρᾷς πῶς δείκνυσι τὴν μὲν τῶν καλῶν καὶ τῶν μὴ τοιούτων γνῶσιν ἐξ ἀρχῆς ἡμῖν καταβεβλημένην, τὸν δὲ νόμον Μωϋσέως ἐπαινοῦντα αὐτὴν, καὶ ἐπαινούμενον παρ' αὐτῆς; Οὐδὲ γὰρ ἀνωτέρω εἶπεν, ὅτι ∆ιδάσκομαι παρὰ τοῦ νόμου, ἀλλὰ, Σύμφημι τῷ