98
νόμῳ· οὔτε προεῖπεν, ὅτι Παιδεύομαι παρ' αὐτοῦ, ἀλλ', ὅτι Συνήδομαι αὐτῷ. Τί δέ ἐστι, Συνήδομαι; Ὁμολογῶ ὡς καλῶς ἔχοντι, ὥσπερ οὖν καὶ αὐτὸς ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν. Ὥστε τὸ θέλειν τὸ καλὸν, καὶ τὸ μὴ θέλειν τὸ πονηρὸν, ἄνωθεν ἦν προκαταβεβλημένον· ὁ δὲ νόμος ἐλθὼν, καὶ ἐν τοῖς κακοῖς κατήγορος ἐγένετο πλειόνων, καὶ ἐν τοῖς ἀγαθοῖς ἐπαινέτης μειζόνων. Ὁρᾷς πανταχοῦ ἐπίτασίν τινα καὶ προσθήκην αὐτῷ μαρτυροῦντα μόνον, πλεῖον δὲ οὐδέν; Καὶ γὰρ ἐπαινοῦντος αὐτοῦ, καὶ ἐμοῦ συνηδομένου καὶ θέλοντος τὸ καλὸν, τὸ κακὸν ἔτι παράκειται, καὶ ἡ πρᾶξις αὐτοῦ οὐκ ἀνῄρηται. Ὥστε ὁ νόμος τῷ προῃρημένῳ καλόν τι ποιῆσαι κατὰ τοῦτο σύμμαχος γίνεται μόνον, καθὸ καὶ αὐτὸς τὰ αὐτὰ αὐτῷ βούλεται. Εἶτα ἐπειδὴ ἀσαφῶς αὐτὸ τέθεικε, προϊὼν ἑρμηνεύει αὐτὸ καὶ σαφέστερον ποιεῖ, δεικνὺς πῶς τὸ κακὸν παράκειται, καὶ πῶς τῷ θέλοντι ποιεῖν τὸ καλὸν ὁμοῦ ὁ νόμος ἐστί. 60.511 Συνήδομαι γὰρ, φησὶ, τῷ νόμῳ τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον. Ἤδειν μὲν γὰρ καὶ πρὸ τούτου, φησὶ, τὸ καλὸν, εὑρὼν δὲ αὐτὸ καὶ ἐν γράμμασι κείμενον, ἐπαινῶ. Βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου. γʹ. Νόμον ἐνταῦθα πάλιν ἀντιστρατευόμενον τὴν ἁμαρτίαν ἐκάλεσεν, οὐ διὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν σφοδρὰν ὑπακοὴν τῶν πειθομένων αὐτῇ. Ὥσπερ οὖν κύριον τὸν μαμμωνᾶν καλεῖ, καὶ θεὸν τὴν κοιλίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν, ἀλλὰ διὰ τὴν πολλὴν τῶν ὑποτεταγμένων δουλείαν· οὕτω καὶ ἐνταῦθα νόμον ἐκάλεσεν ἁμαρτίαν, διὰ τοὺς οὕτως αὐτῇ δουλεύοντας καὶ φοβουμένους ἀφεῖναι αὐτὴν, ὥσπερ δεδοίκασιν οἱ νόμον λαβόντες ἀφεῖναι τὸν νόμον. Αὕτη οὖν, φησὶν, ἀντίκειται τῷ νόμῳ τῷ φυσικῷ· τοῦτο γάρ ἐστι, Τῷ νόμῳ τοῦ νοός μου. Καὶ εἰσάγει λοιπὸν παράταξιν καὶ μάχην, καὶ τὸν ἀγῶνα ὅλον ἀνατίθησι τῷ φυσικῷ νόμῳ. Ὁ γὰρ Μωϋσέως ἐκ περιουσίας ὕστερον προσετέθη· ἀλλ' ὅμως καὶ οὗτος κἀκεῖνος, ὁ μὲν διδάξας, ὁ δὲ ἐπαινέσας τὰ δέοντα, οὐδὲν ἐν τῇ μάχῃ ταύτῃ μέγα ἤνυσαν· τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννὶς, νικῶσα καὶ περιγινομένη. Ὅπερ οὖν ὁ Παῦλος ἐμφαίνων, καὶ τὴν κατὰ κράτος ἧτταν δηλῶν ἔλεγε· Βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με. Οὐ γὰρ εἶπε, Νικῶντα ἁπλῶς, ἀλλ', Αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας. Οὐκ εἶπε, Τῇ ὁρμῇ τῆς σαρκὸς, οὐδὲ, Τῇ φύσει τῆς σαρκὸς, ἀλλὰ, Τῷ νόμῳ τῆς ἁμαρτίας, τουτέστι, τῇ τυραννίδι, τῇ δυνάμει. Πῶς οὖν φησι, Τῷ ὄντι ἐν τοῖς μέλεσί μου; Καὶ τί τοῦτο; οὐ γὰρ τοῦτο ἁμαρτίαν τὰ μέλη ποιεῖ, ἀλλὰ χωρίζει μάλιστα τῆς ἁμαρτίας· ἕτερον γὰρ τὸ, ἔν τινι ὂν, καὶ τὸ, ἐν ᾧ ἐστιν ἐκεῖνο. Ὥσπερ οὖν ἡ ἐντολὴ οὐκ ἔστι πονηρὰ, ἐπειδὴ δι' αὐτῆς ἀφορμὴν ἔλαβεν ἡ ἁμαρτία· οὕτως οὐδὲ τῆς σαρκὸς ἡ φύσις, εἰ καὶ δι' αὐτῆς ἡμᾶς καταγωνίζεται· ἐπεὶ οὕτως ἔσται καὶ ἡ ψυχὴ πονηρὰ, καὶ πολλῷ μᾶλλον ἐκείνη, ὅσῳ καὶ τὸ κῦρος τῶν πρακτέων ἔχει. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὐδὲ γὰρ εἰ θαυμαστὸν οἶκον καὶ βασιλικὰς αὐλὰς τύραννος λάβῃ καὶ λῃστὴς, διαβολὴ τῆς οἰκίας τὸ γινόμενον, ἀλλ' ἡ κατηγορία πᾶσα τῶν τὰ τοιαῦτα ἐπιβουλευσαμένων ἐστίν. Ἀλλ' οἱ τῆς ἀληθείας ἐχθροὶ μετὰ τῆς ἀσεβείας καὶ ἀνοίᾳ πολλῇ περιπίπτοντες, οὐκ αἰσθάνονται. Οὐδὲ γὰρ τῆς σαρκὸς μόνον κατηγοροῦσιν, ἀλλὰ καὶ τὸν νόμον διαβάλλουσι· καίτοιγε εἰ πονηρὸν ἡ σὰρξ, καλὸν ὁ νόμος· ἀντιστρατεύεται γὰρ καὶ ἐναντιοῦται· εἰ δὲ οὐ καλὸν ὁ νόμος, καλὸν ἡ σάρξ· μάχεται γὰρ αὐτῷ κατ' ἐκείνους καὶ πολεμεῖ. Πῶς οὖν ἀμφότερα τοῦ διαβόλου φασὶν εἶναι, ἐναντία ἀλλήλοις εἰσάγοντες; Ὁρᾷς ὅση μετὰ τῆς ἀσεβείας καὶ ἡ ἄνοια; Ἀλλ' οὐ τῆς Ἐκκλησίας τὰ δόγματα τοιαῦτα, ἀλλὰ τὴν ἁμαρτίαν κατακρίνει μόνον, καὶ τὸν νόμον ἑκάτερον παρὰ Θεοῦ δεδομένον, καὶ τὸν τῆς φύσεως, καὶ τὸν τοῦ Μωϋσέως, ταύτῃ πολέμιον εἶναί φησιν, οὐ τῇ σαρκί· οὐδὲ γὰρ τὴν σάρκα ἁμαρτίαν εἶναι, ἀλλ' ἔργον Θεοῦ σφόδρα, καὶ πρὸς ἀρετὴν ἡμῖν ἐπιτήδειον, ἐὰν νήφωμεν. Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εἶδες πόση τῆς κακίας ἡ τυραννὶς, ὅτι καὶ συνηδόμενον τῷ νόμῳ τὸν νοῦν νικᾷ; Οὐδὲ γὰρ ἔχει τις