99
εἰπεῖν, φησὶν, ὅτι μισοῦντά με τὸν νόμον καὶ ἀποστρεφόμενον ἡ ἁμαρτία χειροῦται· συνήδομαι γὰρ αὐτῷ καὶ σύμφημι, καὶ καταφεύγω πρὸς αὐτὸν, ἀλλ' ὅμως ἐκεῖνος μὲν οὐδὲ φεύγοντα πρὸς αὐτὸν ἴσχυσε σῶσαι, ὁ δὲ Χριστὸς καὶ φεύγοντα ἀπ' αὐτοῦ 60.512 ἔσωσεν. Εἶδες πόση τῆς χάριτος ἡ ὑπερβολή; Ἀλλ' οὕτω μὲν οὐκ ἔθηκεν αὐτὸ ὁ Ἀπόστολος· ἀνοιμώξας δὲ μόνον καὶ θρηνήσας μέγα, ὡς ἐν ἐρημίᾳ τῶν βοηθησόντων, διὰ τῆς ἀπορίας δείκνυσι τοῦ Χριστοῦ τὴν δύναμιν, καί φησι· Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Νόμος οὐκ ἴσχυσε, τὸ συνειδὸς οὐκ ἤρκεσε· καίτοι γε ἐπῄνουν τὰ καλὰ, καὶ οὐκ ἐπῄνουν μόνον, ἀλλὰ καὶ ἀπεμαχόμην πρὸς τὰ ἐναντία. Τῷ γὰρ εἰπεῖν, Ἀντιστρατευόμενον, ἔδειξε καὶ αὐτὸν ἀντιταττόμενον. Πόθεν οὖν ἔσται σωτηρίας ἐλπίς; Εὐχαριστῶ τῷ Θεῷ, φησὶ, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Εἶδες πῶς ἔδειξεν ἀναγκαίαν τῆς χάριτος τὴν παρουσίαν, καὶ κοινὰ Πατρὸς καὶ Υἱοῦ τὰ κατορθώματα; Εἰ γὰρ καὶ τῷ Πατρὶ εὐχαριστεῖ, ἀλλὰ τῆς εὐχαριστίας ταύτης καὶ ὁ Υἱὸς αἴτιος. Ὅταν δὲ ἀκούσῃς λέγοντος αὐτοῦ, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; μὴ νόμιζε τῆς σαρκὸς αὐτὸν κατηγορεῖν. Οὐδὲ γὰρ εἶπε σῶμα ἁμαρτίας, ἀλλὰ σῶμα θανάτου· τουτέστι τὸ θνητὸν σῶμα, τὸ χειρωθὲν ὑπὸ τοῦ θανάτου, οὐ τὸ γεννῆσαν τὸν θάνατον· ὅπερ οὐ τῆς πονηρίας τῆς σαρκὸς, ἀλλὰ τῆς ἐπηρείας ἧς ὑπέμεινε, δεῖγμά ἐστιν. Ὥσπερ ἂν εἴ τις αἰχμαλωτισθεὶς παρὰ βαρβάρων, λέγοιτο εἶναι τῶν βαρβάρων, οὐκ ἐπειδὴ βάρβαρός ἐστιν, ἀλλ' ἐπειδὴ ὑπ' ἐκείνων κατέχεται· οὕτω καὶ τὸ σῶμα θανάτου λέγεται, ἐπειδὴ κατεσχέθη παρ' αὐτοῦ, οὐκ ἐπειδὴ προεξένησεν αὐτόν. ∆ιόπερ οὐδὲ αὐτὸς τοῦ σώματος ῥυσθῆναι βούλεται, ἀλλὰ τοῦ θνητοῦ σώματος, αἰνιττόμενος ὃ πολλάκις ἔφην, ὅτι ἐκ τοῦ παθητὸν αὐτὸ γενέσθαι, καὶ εὐεπιχείρητον γέγονε τῇ ἁμαρτίᾳ. δʹ. Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τοσαύτη τῆς ἁμαρτίας ἡ τυραννὶς πρὸ τῆς χάριτος ἦν, ἐκολάσθησαν οἱ ἁμαρτάνοντες; Ὅτι τοιαῦτα ἐπετάγησαν, οἷα δυνατὸν ἦν καὶ τῆς ἁμαρτίας κρατούσης κατορθοῦν. Οὐδὲ γὰρ εἰς ἄκραν αὐτοὺς εἷλκε πολιτείαν, ἀλλὰ καὶ χρημάτων ἀπολαύειν ἐπέτρεπε, καὶ γυναιξὶ κεχρῆσθαι πλείοσιν οὐκ ἐκώλυε, καὶ θυμῷ χαρίσασθαι μετὰ τοῦ δικαίου, καὶ τρυφῇ χρήσασθαι συμμέτρῳ· καὶ τοσαύτη ἦν ἡ συγκατάβασις, ὡς καὶ ἐλάττονα ὧν ὁ φυσικὸς διηγόρευσε νόμος, τὸν γραπτὸν ἀπαιτεῖν. Ὁ μὲν γὰρ τῆς φύσεως νόμος ἕνα ἄνδρα μιᾷ γυναικὶ διηνεκῶς ὁμιλεῖν ἐκέλευεν· ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν, ὅτι Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ὁ δὲ Μωϋσέως νόμος οὔτε τὴν μὲν ἐκβαλεῖν, τὴν δὲ ἀντεισάγειν ἐκώλυεν, οὔτε δύο κατὰ ταυτὸν ἔχειν ἀπηγόρευε. Χωρὶς δὲ τούτου, καὶ ἕτερα πλείονα τῶν ἐν τῷ νόμῳ τοὺς πρὸ τούτου κατορθωκότας ἴδοι τις ἂν τῷ τῆς φύσεως παιδευομένους νόμῳ. Οὐ τοίνυν ἐπηρεάσθησαν οἱ ἐν τῇ Παλαιᾷ πολιτευσάμενοι, συμμέτρου νομοθεσίας οὕτως εἰσενεχθείσης αὐτοῖς. Εἰ δὲ μηδὲ οὕτως ἤρκεσαν περιγενέσθαι, τῆς αὐτῶν ῥᾳθυμίας τὸ ἔγκλημα. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος εὐχαριστεῖ, ὅτι οὐδὲν τούτων ἀκριβολογησάμενος ὁ Χριστὸς, οὐ μόνον τῶν ἡμετέρων οὐκ ἀπῄτησεν εὐθύνας, ἀλλὰ καὶ ἐπιτηδείους ἐποίησε πρὸς μείζονα δρόμον. ∆ιό φησιν, Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ. Καὶ τὴν σωτηρίαν ἀφεὶς ὡμολογημένην, ἐκ τῶν ἤδη κατασκευασθέντων ἐπ' ἄλλο μεταβαίνει πλέον λέγων, ὅτι οὐ τῶν προτέρων ἀπηλλάγημεν μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀχείρωτοι γεγόναμεν. Οὐδὲν γὰρ, φησὶ, κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα 60.513 περιπατοῦσιν. Ἀλλ' οὐ πρότερον αὐτὸ εἴρηκεν, ἕως ἀνέμνησε πάλιν τῆς προτέρας καταστάσεως. Πρότερον γὰρ εἰπὼν, Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμω Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας, τότε ἐπήγαγεν· Οὐδὲν ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ. Εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ τὸ πολλοὺς καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνειν, διὰ τοῦτο πρὸς αὐτὸ ἐπείγεται. Καὶ οὐχ ἁπλῶς φησι, Τοῖς ἐν Χριστῷ Ἰησοῦ, ἀλλὰ, Τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι· δεικνὺς, ὅτι ἐκ