1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

100

ῥᾳθυμίας τὸ πᾶν λοιπὸν τῆς ἡμετέρας· δυνατὸν γὰρ νῦν μὴ κατὰ σάρκα περιπατεῖν, τότε δὲ δύσκολον ἦν. Εἶτα γὰρ ἑτέρως αὐτὸ κατασκευάζει διὰ τῶν ἑξῆς λέγων· Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με· νόμον Πνεύματος ἐνταῦθα τὸ Πνεῦμα καλῶν. Ὥσπερ γὰρ νόμον ἁμαρτίας τὴν ἁμαρτίαν, οὕτω νόμον Πνεύματος τὸ Πνεῦμά φησι. Καίτοι καὶ τὸν Μωϋσέως οὕτως ἐκάλει λέγων, Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος πνευματικός ἐστι· τί οὖν τὸ μέσον; Πολὺ καὶ ἄπειρον· ἐκεῖνος μὲν γὰρ πνευματικὸς, οὗτος δὲ νόμος Πνεύματος. Καὶ τί τοῦτο ἐκείνου διέστηκεν; Ὅτι ὁ μὲν ὑπὸ τοῦ Πνεύματος ἐδόθη μόνον, οὗτος δὲ καὶ Πνεῦμα ἐχορήγει τοῖς δεχομένοις αὐτὸν δαψιλές. ∆ιὸ καὶ ζωῆς αὐτὸν νόμον ἐκάλεσε, πρὸς ἀντιδιαστολὴν ἐκείνου τοῦ τῆς ἁμαρτίας, οὐ τοῦ Μωϋσαϊκοῦ. Ὅταν γὰρ λέγῃ, Ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, οὐ τὸν Μωϋσέως νόμον λέγει ἐνταῦθα· οὐδαμοῦ γὰρ αὐτὸν νόμον ἁμαρτίας καλεῖ· πῶς γὰρ, ὃν δίκαιον καὶ ἅγιον πολλάκις ὠνόμασε, καὶ ἁμαρτίας ἀναιρετικόν; ἀλλ' ἐκεῖνον τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός. Τοῦτον γὰρ τὸν χαλεπὸν κατέλυσε πόλεμον θανατώσασα τὴν ἁμαρτίαν ἡ τοῦ Πνεύματος χάρις, καὶ ποιήσασα τὸν ἀγῶνα κοῦφον ἡμῖν, καὶ πρότερον στεφανώσασα, καὶ τότε μετὰ πολλῆς τῆς συμμαχίας ἐπὶ τὰ παλαίσματα ἑλκύσασα. Καὶ ὅπερ ἀεὶ ποιεῖ, ἀπὸ τοῦ Υἱοῦ εἰς τὸ Πνεῦμα μεταβαίνων, ἀπὸ τοῦ Πνεύματος εἰς τὸν Υἱὸν καὶ τὸν Πατέρα, καὶ τῇ Τριάδι πάντα τὰ παρ' ἡμῶν λογιζομένος· τοῦτο καὶ ἐνταῦθα ἐργάζεται. Καὶ γὰρ εἰπὼν, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἔδειξε Πατέρα διὰ Υἱοῦ τοῦτο ποιοῦντα· εἶτα πάλιν τὸ Πνεῦμα τὸ ἅγιον μετὰ τοῦ Υἱοῦ· Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με, φησίν· εἶτα πάλιν τὸν Πατέρα καὶ τὸν Υἱόν· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, φησὶν, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Πάλιν δοκεῖ μὲν διαβάλλειν τὸν νόμον· εἰ δέ τις ἀκριβῶς προσέχοι, καὶ σφόδρα αὐτὸν ἐπαινεῖ, σύμφωνον τῷ Χριστῷ δεικνὺς, καὶ τὰ αὐτὰ προῃρημένον. Οὐδὲ γὰρ εἶπε, Τὸ πονηρὸν τοῦ νόμου, ἀλλὰ, Τὸ ἀδύνατον· καὶ πάλιν, Ἐν ᾧ ἠσθένει, οὐκ, Ἐν ᾧ ἐκακούργει, ἢ ἐπεβούλευε. Καὶ οὐδὲ τὴν ἀσθένειαν αὐτῷ λογίζεται, ἀλλὰ τῇ σαρκὶ, λέγων· Ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός· σάρκα πάλιν ἐνταῦθα οὐχὶ τὴν οὐσίαν αὐτὴν καὶ τὸ ὑποκείμενον, ἀλλὰ τὸ σαρκικώτερον φρόνημα καλῶν, δι' ὧν καὶ τὸ σῶμα καὶ τὸν νόμον ἀπαλλάττει κατηγορίας· οὐ διὰ τούτων δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς. εʹ. Εἰ γὰρ ἐναντίος ἦν ὁ νόμος, πῶς ὁ Χριστὸς εἰς 60.514 βοήθειαν αὐτοῦ παραγέγονε, καὶ τὸ δικαίωμα αὐτοῦ πληροῖ, καὶ χεῖρα ὤρεξε κατακρίνας τὴν ἁμαρτίαν ἐν τῇ σαρκί; Τοῦτο γὰρ ὑπολέλειπτο, ἐπειδήπερ ἐν τῇ ψυχῇ πάλαι ὁ νόμος αὐτὴν κατακρίνας ἦν. Τί οὖν; τὸ μεῖζον ὁ νόμος ἐποίησε, τὸ δὲ ἔλαττον ὁ τοῦ Θεοῦ Μονογενής; Οὐδαμῶς. Μάλιστα μὲν γὰρ κἀκεῖνο ὁ Θεὸς εἰργάσατο, ὁ τὸν φυσικὸν δεδωκὼς νόμον, καὶ τὸν γραπτὸν προσθείς· ἄλλως δὲ οὐδὲν ὄφελος τοῦ μείζονος ἦν, τοῦ ἐλάττονος μὴ προσκειμένου. Τί γὰρ ὄφελος εἰδέναι τὰ πρακτέα μὴ μετιόντα αὐτά; Οὐδὲν, ἀλλὰ καὶ μείζων κατάκρισις. Ὥστε ὁ καὶ τὴν ψυχὴν σώσας, οὗτός ἐστιν ὁ καὶ τὴν σάρκα εὐήνιον καταστήσας. Τὸ μὲν γὰρ διδάξαι, εὔκολον· τὸ δὲ καὶ ὁδόν τινα δεῖξαι, δι' ἧς μετ' εὐκολίας ταῦτα ἐγένετο, τοῦτό ἔστι τὸ θαυμαστόν. ∆ιὰ δὲ τοῦτο ἦλθεν ὁ Μονογενὴς, καὶ οὐ πρότερον ἀπέστη, ἕως ἂν ἀπήλλαξεν ἡμᾶς τῆς δυσκολίας ἐκείνης. Καὶ τὸ δὴ μεῖζον, ὁ τρόπος τῆς νίκης· οὐδὲ γὰρ ἑτέραν ἔλαβε σάρκα, ἀλλ' αὐτὴν ταύτην τὴν καταπονουμένην· ὥσπερ ἂν εἴ τις ἐν ἀγορᾷ γυναῖκα εὐτελῆ καὶ ἀγοραίαν τυπτομένην ἰδὼν, εἴποι αὐτῆς εἶναι υἱὸς, βασιλέως ὢν υἱὸς, καὶ οὕτως αὐτὴν ἀπαλλάξειε τῶν ἐπηρεαζόντων. Ὅπερ αὐτὸς ἐποίησε, καὶ υἱὸς ἀνθρώπου εἶναι ὁμολογήσας, καὶ παραστὰς αὐτῇ, καὶ κατακρίνας τὴν ἁμαρτίαν. Οὐ τοίνυν ἐτόλμησε τυπτῆσαι αὐτὴν λοιπὸν, μᾶλλον δὲ ἐτύπτησε μὲν τῇ τοῦ θανάτου πληγῇ· τούτῳ δὲ αὐτῷ κατεκρίθη καὶ ἀπώλετο, οὐχ ἡ τυπτηθεῖσα σὰρξ, ἀλλ' ἡ τυπτήσασα