101
ἁμαρτία· ὅπερ ἁπάντων ἐστὶ θαυμαστότερον. Εἰ μὴ γὰρ ἐν τῇ σαρκὶ νίκη γέγονεν, οὐχ οὕτω θαυμαστὸν ἦν, ἐπεὶ καὶ ὁ νόμος τοῦτο εἰργάζετο· τὸ δὲ θαυμαστὸν, ὅτι μετὰ σαρκὸς τὸ τρόπαιον ἔστη, καὶ ἡ μυριάκις ὑπὸ τῆς ἁμαρτίας καταβληθεῖσα, αὕτη λαμπρὰν κατ' αὐτῆς τὴν νίκην ἤρατο. Ὅρα γὰρ πόσα τὰ παράδοξα γέγονεν· ἓν μὲν, ὅτι οὐκ ἐνίκησεν ἡ ἁμαρτία τὴν σάρκα· ἕτερον δὲ, ὅτι καὶ ἐνικήθη, καὶ παρ' αὐτῆς ἐνικήθη· οὐ γάρ ἐστιν ἴσον μὴ νικηθῆναι, καὶ νικῆσαι τὴν ἀεὶ καταβάλλουσαν. Τρίτον, ὅτι οὐ μόνον ἐνίκησεν, ἀλλὰ καὶ ἐκόλασε· τῷ μὲν γὰρ μὴ ἁμαρτεῖν οὐκ ἐνικήθη· τῷ δὲ ἀποθανεῖν ἐνίκησε καὶ κατέκρινεν αὐτὴν, φοβερὰν αὐτῇ τὴν σάρκα ἀποφήνας τὴν πρότερον οὖσαν εὐκαταφρόνητον. Οὕτω γοῦν καὶ τὴν δύναμιν αὐτῆς ἐξέλυσε, καὶ τὸν δι' αὐτῆς εἰσενεχθέντα θάνατον ἀνεῖλεν. Ἕως μὲν γὰρ ἁμαρτωλοὺς ἐλάμβανε, κατὰ τὸν τοῦ δικαίου λόγον ἐπῆγε τὴν τελευτήν· ἐπειδὴ δὲ ἀναμάρτητον εὑροῦσα σῶμα τῷ θανάτῳ παρέδωκεν, ὡς ἀδικήσασα κατεκρίθη. Ὁρᾷς ὅσα τὰ νικητήρια γέγονε, τὸ μὴ ἡττηθῆναι τὴν σάρκα ὑπὸ τῆς ἁμαρτίας, τὸ καὶ νικῆσαι αὐτὴν καὶ καταδικάσαι, τὸ μὴ ἁπλῶς καταδικάσαι, ἀλλὰ καὶ ὡς ἁμαρτοῦσαν καταδικάσαι; Πρότερον γὰρ ἐλέγξας ἠδικηκυῖαν, οὕτως αὐτὴν κατεδίκασεν, οὐχ ἁπλῶς ἰσχύϊ καὶ ἐξουσίᾳ, ἀλλὰ καὶ τῷ τοῦ δικαίου λόγῳ. Τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν περὶ ἁμαρτίας· Κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ὡσανεὶ ἔλεγεν, ὅτι Μέγα ἡμαρτηκυῖαν ἤλεγξε, καὶ τότε αὐτὴν κατεδίκασεν. Ὁρᾷς πανταχοῦ τὴν ἁμαρτίαν καταδικαζομένην, οὐχὶ τὴν σάρκα, ἀλλὰ ταύτην καὶ στεφανουμένην, καὶ τὴν ἀπόφασιν κατ' αὐτῆς ἐκφέρουσαν; Εἰ δὲ ἐν ὁμοιώματι σαρκός φησι πέμψαι τὸν Υἱὸν, μὴ διὰ τοῦτο ἄλλην ἐκείνην σάρκα εἶναι νόμιζε· ἐπειδὴ γὰρ εἶπεν ἁμαρτίας, διὰ τοῦτο καὶ τὸ 60.515 ὁμοίωμα τέθεικεν. Οὐδὲ γὰρ ἁμαρτωλὸν σάρκα εἶχεν ὁ Χριστὸς, ἀλλ' ὁμοίαν μὲν τῇ ἡμετέρᾳ τῇ ἁμαρτωλῷ, ἀναμάρτητον δὲ, καὶ τῇ φύσει τὴν αὐτὴν ἡμῖν. Ὥστε καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐκ ἦν πονηρὰ τῆς σαρκὸς ἡ φύσις. Οὔτε γὰρ ἑτέραν ἀντὶ τῆς προτέρας λαβὼν ὁ Χριστὸς, οὔτε αὐτὴν ταύτην μεταβαλὼν κατ' οὐσίαν, οὕτως αὐτὴν ἀναμαχήσασθαι παρεσκεύασεν· ἀλλ' ἀφεὶς μένειν ἐπὶ τῆς αὐτῆς φύσεως, τὸν στέφανον ἀναδήσασθαι ἐποίησε κατὰ τῆς ἁμαρτίας· καὶ τότε αὐτὴν μετὰ τὴν νίκην ἀνέστησε, καὶ ἀθάνατον εἰργάσατο. Τί οὖν, φησὶ, πρός με τοῦτο, εἰ ταῦτα ἐν ἐκείνῃ τῇ σαρκὶ γέγονε; Πρὸς σὲ μὲν οὖν μάλιστα· διὸ καὶ ἐπήγαγεν· Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι. Τί ἐστι, Τὸ δικαίωμα; Τὸ τέλος, ὁ σκοπὸς, τὸ κατόρθωμα. Τί γὰρ ἐκεῖνος ἐβούλετο, καὶ τί ποτε ἐπέταττεν; Ἀναμάρτητον εἶναι. Τοῦτο τοίνυν κατώρθωται νῦν ἡμῖν διὰ Χριστοῦ· καὶ τὸ μὲν ἀντιστῆναι καὶ περιγενέσθαι, γέγονεν ἐκείνου· τὸ δὲ ἀπολαῦσαι τῆς νίκης, ἡμέτερον. Οὐκοῦν οὐχ ἁμαρτησόμεθα λοιπὸν, οὐχ ἁμαρτησόμεθα, ἂν μὴ σφόδρα ὦμεν ἐκλελυμένοι καὶ ἀναπεπτωκότες· διὸ καὶ προσέθηκε· Τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν. Ἵνα γὰρ μὴ, ἀκούσας, ὅτι σε ἐῤῥύσατο ὁ Χριστὸς τοῦ πολέμου τῆς ἁμαρτίας, καὶ ὅτι τὸ δικαίωμα τοῦ νόμου πεπλήρωται ἐν σοὶ, τῆς ἁμαρτίας κατακριθείσης ἐν τῇ σαρκὶ, καταλύσῃς τὴν παρασκευὴν ἅπασαν· διὰ τοῦτο καὶ ἐκεῖ εἰπὼν, Οὐδὲν ἄρα κατάκριμα, προσέθηκε· Τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι· καὶ ἐνταῦθα, Ἵνα πληρωθῇ τὸ δικαίωμα τοῦ νόμου ἐν ἡμῖν, λέγων, τὸ αὐτὸ τοῦτο ἐπήγαγε· μᾶλλον δὲ οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ πολλῷ πλέον. Εἰπὼν γὰρ, ὅτι Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἐπήγαγεν, Ἀλλὰ κατὰ πνεῦμα· δεικνὺς, ὅτι οὐ κακῶν ἀπέχεσθαι δεῖ μόνον, ἀλλὰ καὶ ἐν ἀγαθῷ κομᾷν. Τὸ μὲν γὰρ δοῦναί σοι τὸν στέφανον, ἐκείνου· τὸ δὲ κατασχεῖν τὰ δοθέντα, σόν. Καὶ γὰρ ὅπερ ἦν δικαίωμα τοῦ νόμου τὸ μὴ γενέσθαι ὑπεύθυνον τῇ ἀρᾷ, τοῦτο ἤνυσέ σοι ὁ Χριστός. ʹ. Μὴ τοίνυν προδῷς τὴν τοσαύτην δωρεὰν, ἀλλὰ μένε φυλάττων τὸν καλὸν τοῦτον θησαυρόν. ∆είκνυσι γὰρ ἐνταῦθά σοι, ὅτι οὐκ ἀρκεῖ τὸ λουτρὸν ἡμῖν εἰς σωτηρίαν, ἂν μὴ μετὰ τὸ λουτρὸν ἄξιον ἐπιδειξώμεθα βίον τῆς δωρεᾶς. Ὥστε πάλιν τῷ νόμῳ συνηγορεῖ, ταῦτα λέγων. Καὶ γὰρ μετὰ τὸ