1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

102

πεισθῆναι τῷ Χριστῷ, πάντα δεῖ ποιεῖν καὶ πραγματεύεσθαι, ὥστε τὸ ἐκείνου δικαίωμα μένειν ἐν ἡμῖν ὅπερ ἐπλήρωσεν ὁ Χριστὸς, καὶ μὴ διαφθαρῆναι. Οἱ γὰρ κατὰ σάρκα ὄντες, φησὶ, τὰ τῆς σαρκὸς φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη. ∆ιότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. Ἀλλ' οὐδὲ τοῦτο διαβολὴ τῆς σαρκός. Ἕως μὲν γὰρ ἂν τὴν οἰκείαν φυλάττῃ τάξιν, οὐδὲν ἄτοπον γίνεται· ὅταν δὲ αὐτῇ πάντα ἐπιτρέπωμεν, καὶ τοὺς οἰκείους ὑπερβᾶσα ὅρους κατεξανίσταται τῆς ψυχῆς, τότε πάντα ἀπόλλυσι καὶ διαφθείρει, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀμετρίαν καὶ τὴν ἐκ ταύτης ἀταξίαν. Οἱ δὲ κατὰ πνεῦμα, τὰ τοῦ πνεύματος· τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος. Οὐκ εἶπεν, Ἡ γὰρ τῆς σαρκὸς φύσις, οὐδὲ, Ἡ οὐσία τοῦ σώματος, ἀλλὰ, Τὸ φρόνημα· ὃ διορθωθῆναι δύναιτ' ἂν καὶ ἀναιρεθῆναι. Τοῦτο δὲ λέγει οὐ τῇ σαρκὶ λογισμὸν διδοὺς ἴδιον, ἄπαγε, ἀλλὰ τὴν παχυ 60.516 τέραν τῆς διανοίας ὁρμὴν ἐνδεικνύμενος, καὶ ἀπὸ τοῦ χείρονος αὐτὴν καλῶν, ὥσπερ οὖν καὶ σάρκα πολλάκις ὁλόκληρον ἄνθρωπον καὶ ψυχὴν ἔχοντα εἴωθε καλεῖν. Τὸ δὲ φρόνημα τοῦ πνεύματος. Πάλιν κἀνταῦθα τὴν πνευματικὴν διάνοιαν λέγει, ὥσπερ οὖν καὶ προϊών φησιν, Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος· καὶ δείκνυσι πολλὰ τὰ ἐκ ταύτης ἀγαθὰ καὶ ἐν τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι. Τῶν γὰρ κακῶν, ὧν τὸ φρόνημα εἰσάγει τὸ σαρκικὸν, πολλῷ πλείονα ἀγαθὰ παρέχει τὸ πνευματικόν· ἅπερ ἐδήλωσεν εἰπὼν, Ζωὴ καὶ εἰρήνη· τὸ μὲν πρὸς ἀντιδιαστολὴν τοῦ προτέρου· Τὸ γὰρ φρόνημα, φησὶ, τῆς σαρκὸς, θάνατος· τὸ δὲ πρὸς ἀντιδιαστολὴν τοῦ ἑξῆς· εἰπὼν γὰρ, Εἰρήνη, ἐπήγαγε, ∆ιότι τὸ φρόνημα τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· ὃ τοῦ θανάτου χεῖρόν ἐστιν. Εἶτα δεικνὺς, πῶς καὶ θάνατος καὶ ἔχθρα· Τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, φησίν· οὐδὲ γὰρ δύναται. Ἀλλὰ μὴ θορυβηθῇς ἀκούων, Οὐδὲ γὰρ δύναται· καὶ γὰρ εὔκολον ἡ ἀπορία αὕτη τὴν λύσιν ἔχει. Φρόνημα γὰρ σαρκὸς ἐνταῦθά φησι τὸν γεώδη λογισμὸν, τὸν παχὺν, τὸν πρὸς τὰ βιωτικὰ καὶ τὰς πονηρὰς πράξεις ἐπτοημένον· τοῦτόν φησιν ἀδύνατον εἶναι ὑποταγῆναι Θεῷ. Καὶ ποία λοιπὸν ἐλπὶς σωτηρίας, εἰ ἀδύνατον κακὸν ὄντα γενέσθαι καλόν; Οὐ τοῦτό φησιν· ἐπεὶ πῶς ὁ Παῦλος ἐγένετο τοιοῦτος; πῶς ὁ λῃστής; πῶς ὁ Μανασσῆς; πῶς οἱ Νινευῖται; πῶς ὁ ∆αυῒδ πεσὼν, ἑαυτὸν ἀνεκτήσατο; πῶς ὁ Πέτρος ἀρνησάμενος, ἑαυτὸν ἀνέλαβε; πῶς ὁ πεπορνευκὼς, εἰς τὴν ἀγέλην κατελέγη τοῦ Χριστοῦ; πῶς οἱ Γαλάται τῆς χάριτος ἐκπεσόντες, πρὸς τὴν προτέραν ἐπανῆλθον εὐγένειαν; Οὐ τοίνυν τοῦτό φησιν ὅτι ἀδύνατον τὸν πονηρὸν γενέσθαι καλὸν, ἀλλ' ὅτι ἀδύνατον πονηρὸν μένοντα ὑποταγῆναι τῷ Θεῷ· μεταβαλ[λ]όμενον μέντοι, καλὸν γενέσθαι καὶ ὑποταγῆναι, ῥᾴδιον. Οὐ γὰρ εἶπεν, ὅτι ὁ ἄνθρωπος οὐ δύναται ὑποταγῆναι τῷ Θεῷ, ἀλλ' ὅτι ἡ πονηρὰ πρᾶξις οὐ δύναται εἶναι καλή· ὡσανεὶ ἔλεγεν· Ἡ πορνεία οὐ δύναται εἶναι σωφροσύνη, οὐδὲ ἡ κακία ἀρετή. Ὅπερ οὖν καὶ ἐν τῷ Εὐαγγελίῳ φησὶν, Οὐ δύναται δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν, οὐ τὴν ἀπὸ κακίας εἰς ἀρετὴν μεταβολὴν κωλύων, ἀλλὰ τὴν ἐν τῇ κακίᾳ διατριβὴν λέγων μὴ δύνασθαι φέρειν καρποὺς καλούς. Οὐ γὰρ εἶπεν, Οὐ δύναται δένδρον πονηρὸν καλὸν γενέσθαι, ἀλλ' ὅτι φέρειν καρποὺς καλοὺς οὐ δύναται μένον πονηρόν· ἐπεὶ ὅτι γε δυνατὸν μεταβληθῆναι, καὶ ἐντεῦθεν καὶ ἐξ ἄλλης ἔδειξε τοῦτο παραβολῆς, ὅταν εἰσάγῃ τὰ ζιζάνια σῖτον γινόμενα. ∆ιὸ καὶ ἐκριζῶσαι αὐτὰ κωλύει· Μή ποτε γὰρ, φησὶ, σὺν αὐτοῖς ἀνασπάσητε καὶ τὸν σῖτον· τουτέστι, τὸν μέλλοντα γίνεσθαι ἐξ αὐτῶν. Φρόνημα τοίνυν σαρκὸς τὴν κακίαν φησὶ, καὶ φρόνημα πνεύματος τὴν χάριν τὴν δεδομένην καὶ τὴν ἐνέργειαν τὴν τῇ προαιρέσει κρινομένην τῇ χρηστῇ, οὐδαμοῦ περὶ ὑποστάσεως καὶ οὐσίας διαλεγόμενος ἐνταῦθα, ἀλλὰ περὶ ἀρετῆς καὶ κακίας. Ὅπερ γὰρ οὐκ ἴσχυσας ἐν τῷ νόμῳ, φησὶ, τοῦτο δυνήσῃ νῦν, ὀρθὰ βαδίζειν καὶ ἀδιάπτωτα, εἰ τῆς τοῦ Πνεύματος ἐπιλάβοιο βοηθείας. Οὐ γὰρ ἀρκεῖ τὸ μὴ κατὰ