1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

103

σάρκα περιπατεῖν, ἀλλὰ δεῖ καὶ κατὰ πνεῦμα βαδίζειν· ἐπειδήπερ οὐκ ἀπόχρη πρὸς σωτηρίαν ἡμῖν τὸ ἐκκλῖναι ἀπὸ κακοῦ, ἀλλὰ δεῖ καὶ τὰ ἀγαθὰ ποιεῖν. Τοῦτο δὲ ἔσται, ἂν τῷ πνεύματι τὴν ψυχὴν ἐκδῶμεν, καὶ τὴν σάρκα πείθωμεν τὴν οἰκείαν τάξιν ἐπιγινώσκειν. Οὕτω γὰρ καὶ αὐτὴν ἐργασόμεθα πνευματικήν· ὥσπερ οὖν, ἐὰν ῥᾳθυμῶμεν, καὶ τὴν ψυχὴν ποιήσομεν σαρκικήν. 60.517 ζʹ. Ἐπειδὴ γὰρ οὐκ ἀνάγκη φύσεως τὸ δῶρον ἐνέθηκεν, ἀλλ' ἐλευθερία προαιρέσεως ἐνεχείρισεν, ἐν σοὶ λοιπόν ἐστι καὶ τοῦτο γενέσθαι κἀκεῖνο. Τὰ γὰρ παρ' αὐτοῦ πάντα ἀπήρτισται· οὐδὲ γὰρ ἀντιστρατεύεται τῷ νόμῳ τοῦ νοὸς ἡμῶν ἡ ἁμαρτία, οὐδὲ αἰχμαλωτίζει, καθάπερ ἔμπροσθεν, ἀλλὰ πάντα ἐκεῖνα πέπαυται καὶ καταλύεται, καὶ κατέπτηχε τὰ πάθη δεδοικότα καὶ τρέμοντα τὴν τοῦ Πνεύματος χάριν. Εἰ δὲ σὺ τὸ φῶς σβεννύεις, τὸν ἡνίοχον ἐκβάλλεις, καὶ τὸν κυβερνήτην ἐλαύνεις, σαυτῷ λογίζου λοιπὸν τὸ κλυδώνιον. Ὅτι γὰρ νῦν εὐκολωτέρα ἡ ἀρετὴ γέγονε, διὸ καὶ πολλὴ ἡ ἐπίτασις τῆς φιλοσοφίας, κατάμαθε πῶς μὲν, ἡνίκα ὁ νόμος ἐκράτει, τὰ τῶν ἀνθρώπων διέκειτο πράγματα, πῶς δὲ νῦν, ἐπειδὴ ἡ χάρις ἔλαμψεν. Ἃ γὰρ μηδενὶ πρότερον ἐδόκει εἶναι δυνατὰ, παρθενία, καὶ θανάτου ὑπεροψία, καὶ τῶν ἄλλων τῶν πλειόνων παθῶν, ταῦτα πανταχοῦ τῆς οἰκουμένης κατώρθωται νῦν. Καὶ οὐ παρ' ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ Σκύθαις καὶ Θρᾳξὶ καὶ Ἰνδοῖς καὶ Πέρσαις, καὶ ἑτέροις δὲ βαρβάροις πλείοσι, καὶ παρθένων χοροὶ καὶ μαρτύρων δῆμοι καὶ μοναχῶν συμμορίαι, καὶ πλείους οὗτοι λοιπὸν τῶν γεγαμηκότων εἰσὶ, καὶ νηστείας ἐπίτασις καὶ ἀκτημοσύνης ὑπερβολή· ἅπερ, πλὴν ἑνὸς ἢ δυεῖν, οὐ φαντασθῆναι ὄναρ οἱ κατὰ τὸν νόμον ἠδυνήθησαν πολιτευόμενοι. Ὁρῶν τοίνυν σάλπιγγος λαμπρότερον βοῶσαν τὴν τῶν πραγμάτων ἀλήθειαν, μὴ καταμαλακίζου, μηδὲ προδίδου τὴν τοσαύτην χάριν. Οὐδὲ γὰρ δυνατὸν, οὐδὲ μετὰ τὴν πίστιν, ῥᾳθυμοῦντα σωθῆναι. Εὔκολα γὰρ τὰ παλαίσματα, ἵνα νικήσῃς ἀγωνιζόμενος, οὐχ ἵνα καθεύδῃς, οὐδ' ἵνα τῷ μεγέθει τῆς χάριτος πρὸς ῥᾳθυμίας ὑπόθεσιν ἀποχρήσῃ, τῷ βορβόρῳ πάλιν ἐγκαλινδούμενος τῷ προτέρῳ. ∆ιὸ καὶ ἐπάγει λέγων· Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Τί οὖν; κατακόψομεν τὸ σῶμα, φησὶν, ἵνα ἀρέσωμεν τῷ Θεῷ, καὶ ἐξέλθωμεν ἀπὸ τῆς σαρκὸς, καὶ ἀνδροφόνους ἡμᾶς εἶναι κελεύεις, ἐπ' ἀρετὴν ἄγων; Ὁρᾷς πόσα ἄτοπα τίκτεται, ἐὰν ἁπλῶς τὰ λεγόμενα ἐκδεξώμεθα; Σάρκα καὶ ἐνταῦθα οὐ τὸ σῶμά φησιν, οὐδὲ τὴν οὐσίαν τοῦ σώματος, ἀλλὰ τὸν σαρκικὸν βίον καὶ κοσμικὸν, καὶ τρυφῆς καὶ ἀσωτίας γέμοντα, τὸν ὅλον σάρκα ποιοῦντα τὸν ἄνθρωπον. Ὥσπερ γὰρ οἱ τῷ πνεύματι πτερούμενοι, καὶ τὸ σῶμα πνευματικὸν ἐργάζονται· οὕτως οἱ τούτου μὲν ἀποπηδῶντες, γαστρὶ δὲ καὶ ἡδονῇ δουλεύοντες, καὶ τὴν ψυχὴν σάρκα ποιοῦσιν, οὐ τὴν οὐσίαν αὐτῆς μεταβάλλοντες, ἀλλὰ τὴν εὐγένειαν αὐτῆς ἀπολλύντες. Καὶ οὗτος τῆς λέξεως ὁ τρόπος καὶ ἐν τῇ Παλαιᾷ πολλαχοῦ κεῖται, σάρκα σημαίνων τὸν παχὺν καὶ πηλώδη βίον, καὶ ἡδοναῖς ἐμπεπλεγμένον ἀτόποις. Καὶ γὰρ τῷ Νῶέ φησιν· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Καίτοι καὶ αὐτὸς ὁ Νῶε σάρκα περιέκειτο· ἀλλ' οὐκ ἦν τοῦτο ἔγκλημα τὸ περικεῖσθαι σάρκα· τοῦτο γὰρ τῆς φύσεως· ἀλλὰ τὸ σαρκικὸν ἀνῃρῆσθαι βίον. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται· καὶ ἐπήγαγεν, Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, οὐχ ἁπλῶς σάρκα λέγων πάλιν, ἀλλὰ τὴν τοιαύτην σάρκα, τὴν συρομένην ὑπὸ τῶν παθῶν, τὴν τυραννουμένην. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐχ οὕτως εἶπεν, οὐδὲ τὴν διαφορὰν τέθεικεν; Ἐπαίρων τὸν ἀκροατὴν, καὶ δεικνὺς ὅτι οὐδὲ ἐν σώματι ἔσται ὁ ὀρθῶς βιῶν. Ἐπειδὴ γὰρ τὸ ἐν ἁμαρτίᾳ 60.518 μὴ εἶναι τὸν πνευματικὸν, παντί που δῆλον ἦν, οὗτος τὸ μεῖζον τίθησιν, ὅτι οὐ μόνον ἐν ἁμαρτίᾳ, ἀλλ' ὅτι οὐδὲ ἐν σαρκὶ λοιπόν ἐστιν ὁ πνευματικὸς ἄνθρωπος, ἄγγελος ἐντεῦθεν ἤδη γενόμενος, καὶ πρὸς τὸν οὐρανὸν ἀναβὰς, καὶ λοιπὸν τὸ σῶμα ἁπλῶς περιφέρων. Εἰ δὲ διὰ τοῦτο τὴν σάρκα διαβάλλεις, ἐπειδὴ τῷ ὀνόματι αὐτῆς τὸν σαρκικὸν καλεῖ βίον· καὶ τὸν κόσμον οὕτω διαβαλεῖς, ἐπειδὴ καὶ