104
ἐντεῦθεν ἡ πονηρία καλεῖται πολλάκις, καθάπερ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου· καὶ τοῖς ἀδελφοῖς τοῖς ἑαυτοῦ ἔλεγε πάλιν· Οὐ δύναται ὁ κόσμος ὑμᾶς μισεῖν, ἐμὲ δὲ μισεῖ. Καὶ τὴν ψυχὴν δὲ ἀλλοτρίαν εἶναι φήσεται τοῦ Θεοῦ, ἐπειδὴ τοὺς ἐν πλάνῃ ζῶντας ψυχικοὺς ἐκάλεσεν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. Οὐ γὰρ ἁπλῶς ταῖς λέξεσιν, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος ἀναγκαῖον πανταχοῦ προσέχειν, καὶ τὴν ἀκριβῆ τῶν εἰρημένων εἰδέναι διαίρεσιν. Τὰ μὲν γάρ ἐστιν ἀγαθὰ, τὰ δὲ κακὰ, τὰ δὲ μέσα, οἷον ψυχὴ καὶ σὰρξ τῶν μέσων ἐστὶ, καὶ τοῦτο κἀκεῖνο γενέσθαι δυναμένη· τὸ δὲ πνεῦμα, τῶν ἀγαθῶν ἀεὶ, καὶ οὐδέποτε ἕτερόν τι γινόμενον. Πάλιν τὸ φρόνημα τῆς σαρκὸς, τουτέστιν, ἡ πονηρὰ πρᾶξις, τῶν ἀεὶ κακῶν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται. Ἂν τοίνυν τῷ βελτίονι δῷς τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐγένου τῆς ἐκείνου μερίδος· ἂν τῷ χείρονι πάλιν, τῆς ἐνταῦθα ἀπωλείας κατέστης κοινωνὸς, οὐ παρὰ τὴν φύσιν τῆς ψυχῆς καὶ τῆς σαρκὸς, ἀλλὰ παρὰ τὴν γνώμην τὴν κυρίαν ἀμφότερα ταῦτα ἑλέσθαι. Καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ οὐ σαρκὸς διαβολὴ τὰ εἰρημένα, πάλιν αὐτὴν μεταχειρίσαντες τὴν λέξιν, ἐξετάσωμεν ἀκριβέστερον. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, φησί. ηʹ. Τί οὖν; οὐκ ἦσαν ἐν σαρκὶ, ἀλλ' ἀσώματοι περιῄεσαν; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ὁρᾷς, ὅτι τὸν σαρκικὸν βίον ᾐνίξατο; Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν ἁμαρτίᾳ; Ἵνα μάθῃς, ὅτι οὐ τὴν τυραννίδα τῆς ἁμαρτίας ἔσβεσε μόνον ὁ Χριστὸς, ἀλλὰ καὶ τὴν σάρκα κουφοτέραν καὶ πνευματικωτέραν ἐποίησεν, οὐ τῷ τὴν φύσιν μεταβαλεῖν, ἀλλὰ τῷ πτερῶσαι μᾶλλον αὐτήν. Καθάπερ γὰρ πυρὸς ὁμιλοῦντος σιδήρῳ, καὶ ὁ σίδηρος γίνεται πῦρ ἐν τῇ οἰκείᾳ μένων φύσει· οὕτω καὶ τῶν πιστῶν καὶ πνεῦμα ἐχόντων ἡ σὰρξ λοιπὸν πρὸς ἐκείνην μεθίσταται τὴν ἐνέργειαν, ὅλη πνευματικὴ γινομένη, σταυρουμένη πάντοθεν, καὶ τῇ ψυχῇ συναναπτερουμένη· οἷον ἦν καὶ τὸ σῶμα τοῦ ταῦτα λέγοντος. ∆ιὸ τρυφῆς μὲν ἁπάσης καὶ ἡδονῆς κατεγέλα, ἐνετρύφα δὲ λιμῷ καὶ μάστιξι καὶ δεσμωτηρίοις, καὶ οὐδὲ ἤλγει ταῦτα πάσχων. Καὶ τοῦτο δηλῶν ἔλεγε· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν· οὕτως ἦν καλῶς καὶ τὴν σάρκα παιδεύσας συντρέχειν τῷ πνεύματι. Εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Τὸ, Εἴπερ, τοῦτο πολλαχοῦ οὐκ ἀμφιβάλλων τίθησιν, ἀλλὰ καὶ σφόδρα πιστεύων, καὶ ἀντὶ τοῦ Ἐπείπερ, ὡς ὅταν λέγῃ· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν· πάλιν, Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει. Οὐκ εἶπεν, Εἰ δὲ ὑμεῖς οὐκ ἔχετε, ἀλλ' ἐπ' ἄλλων προήγαγε τὸ λυπηρόν. Οὗτος οὐκ ἔστιν αὐτοῦ, φησίν. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν. Πάλιν τὸν Χριστὸν ἐπ' αὐτῶν. Καὶ τὸ μὲν λυπηρὸν, βραχὺ καὶ μέσον· τὸ δὲ ποθεινὸν, ἑκατέρωθεν καὶ διὰ πολλῶν, ὥστε ἐκεῖνο συσκιάσαι. Τοῦτο δὲ ἔλεγεν, οὐ τὸ Πνεῦμα Χριστὸν λέγων, 60.519 ἄπαγε, ἀλλὰ δεικνὺς ὅτι ὁ τὸ Πνεῦμα ἔχων, οὐ μόνον τοῦ Χριστοῦ χρηματίζει, ἀλλὰ καὶ αὐτὸν ἔχει τὸν Χριστόν. Οὐ γὰρ ἔστι Πνεύματος παρόντος, μὴ καὶ Χριστὸν παρεῖναι. Ὅπου γὰρ ἂν μία τῆς Τριάδος ὑπόστασις παρῇ, πᾶσα πάρεστιν ἡ Τριάς· ἀδιασπάστως γὰρ ἔχει πρὸς ἑαυτὴν, καὶ ἥνωται μετ' ἀκριβείας ἁπάσης. Καὶ τί ἔσται, φησὶν, ἐὰν ᾖ Χριστὸς ἐν ὑμῖν; Τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν· τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἶδες ὅσα κακὰ ἐκ τοῦ μὴ ἔχειν Πνεῦμα ἅγιον, θάνατος, ἔχθρα εἰς Θεὸν, τὸ μὴ δύνασθαι ἀρέσαι τοῖς ἐκείνου νόμοις, τὸ μὴ εἶναι ὡς χρὴ τοῦ Χριστοῦ, τὸ μὴ ἔχειν αὐτὸν ἔνοικον. Σκόπει τοίνυν καὶ ὅσα ἀγαθὰ ἐκ τοῦ Πνεῦμα ἔχειν· τὸ Χριστοῦ εἶναι, τὸ αὐτὸν ἔχειν τὸν Χριστὸν, τὸ τοῖς ἀγγέλοις ἁμιλλᾶσθαι. Τοῦτο γάρ ἐστι νεκρῶσαι τὴν σάρκα, τὸ ζωὴν ἀθάνατον ζῇν, τὸ ἐντεῦθεν ἤδη τῆς ἀναστάσεως ἔχειν τὰ ἐνέχυρα, τὸ μετ' εὐκολίας τὸν τῆς ἀρετῆς τρέχειν δρόμον. Οὐδὲ γὰρ εἶπεν, ἀργεῖν τὸ σῶμα λοιπὸν τὴν ἁμαρτίαν, ἀλλὰ καὶ νεκρὸν εἶναι· ἐπιτείνων τὴν εὐκολίαν τῶν δρόμων. Χωρὶς δὲ πραγμάτων καὶ πόνων ὁ τοιοῦτος στεφανοῦται λοιπόν. ∆ιὰ τοῦτο καὶ, Τῇ ἁμαρτίᾳ, προσέθηκεν, ἵνα μάθῃς, ὅτι τὴν πονηρίαν, ἀλλ' οὐ τὴν φύσιν τοῦ σώματος καθάπαξ ἀνεῖλεν. Εἰ γὰρ