105
τοῦτο γένοιτο, πολλὰ καὶ τῶν τὴν ψυχὴν ὠφελῆσαι δυναμένων ἀνῄρηται. Οὐ τοίνυν τοῦτό φησιν, ἀλλὰ ζῶν καὶ μένον, νεκρὸν εἶναι βούλεται. Τοῦτο γὰρ τοῦ τὸν Υἱὸν ἔχειν, τοῦ τὸ Πνεῦμα ἐν ἡμῖν εἶναι σημεῖόν ἐστιν, τὸ μηδὲν τῶν ἐν τῇ σορῷ κειμένων σωμάτων διαφέρειν ἡμῶν τὰ σώματα πρὸς τὴν τοῦ σώματος ἐργασίαν. Ἀλλὰ μὴ φοβηθῇς, νέκρωσιν ἀκούσας· ἔχεις γὰρ τὴν ὄντως ζωὴν, ἣν οὐδεὶς διαδέξεται θάνατος. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος· οὐκ εἴκει θανάτῳ λοιπὸν, ἀλλ' ἀναλίσκει θάνατον καὶ δαπανᾷ, καὶ ὅπερ ἔλαβεν, ἀθάνατον διατηρεῖ. ∆ιόπερ εἰπὼν τὸ σῶμα νεκρὸν, οὐκ εἶπε, τὸ Πνεῦμα ζῶν, ἀλλὰ ζωὴν, ἵνα δείξῃ καὶ ἑτέροις τοῦτο δυνάμενον παρασχεῖν. Εἶτα πάλιν ἐπισφίγγων τὸν ἀκροατὴν, λέγει καὶ τὴν αἰτίαν τῆς ζωῆς καὶ τὴν ἀπόδειξιν· αὕτη δέ ἐστιν ἡ δικαιοσύνη. Ἁμαρτίας γὰρ οὐκ οὔσης, οὐδὲ θάνατος φαίνεται· θανάτου δὲ μὴ φαινομένου, ἀκατάλυτος ζωή. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Κύριον ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. Πάλιν τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον, ἐπειδὴ αὕτη μάλιστα τὸν ἀκροατὴν ἤλειφεν ἡ ἐλπὶς, καὶ βεβαιοῖ αὐτὸν ἀπὸ τῶν ἐπὶ τοῦ Χριστοῦ συμβάντων. Μὴ γὰρ δὴ φοβηθῇς, φησὶν, ὅτι νεκρὸν περίκεισαι σῶμα· ἔχε τὸ Πνεῦμα, καὶ ἀναστήσεται πάντως. Τί οὖν; τὰ μὴ ἔχοντα Πνεῦμα σώματα οὐκ ἀνίσταται; καὶ πῶς ἅπαντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ; πῶς δὲ ὁ τῆς γεέννης ἀξιόπιστος ἔσται λόγος; Εἰ γὰρ οἱ μὴ ἔχοντες Πνεῦμα οὐκ ἀνίστανται, οὐδὲ γέεννα ἔσται. Τί οὖν ἐστι τὸ λεγόμενον; Πάντες μὲν ἀναστήσονται, οὐ πάντες δὲ εἰς ζωὴν, ἀλλ' οἱ μὲν εἰς κόλασιν, οἱ δὲ εἰς ζωήν. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἀναστήσει, ἀλλὰ, Ζωοποιήσει· ὃ πλέον τῆς ἀναστάσεως ἦν, καὶ τοῖς δικαίοις μόνοις δεδωρημένον. Καὶ τὴν αἰτίαν τῆς τοσαύτης τιμῆς τιθεὶς, προσέθηκε λέγων, ∆ιὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. Ὥστε ἂν ἀπελάσῃς ἐνταῦθα ὢν τοῦ Πνεύματος τὴν χάριν, καὶ μὴ σώαν αὐτὴν ἔχων ἀπέλθῃς, ἀπολῇ πάντως, κἂν ἀναστῇς. Ὥσπερ γὰρ οὐκ ἀνέχεται, τὸ Πνεῦμα αὐτοῦ 60.520 λάμπον ὁρῶν ἐν σοὶ τότε, κολάσει σε παραδοῦναι, οὕτως οὐ καταδέξεται, ἐσβεσμένον ἰδὼν, εἰς τὸν νυμφῶνα εἰσαγαγεῖν, καθάπερ οὐδὲ τὰς παρθένους ἐκείνας. Μὴ τοίνυν ἀφῇς ζῆσαι τὸ σῶμα νῦν, ἵνα τότε ζήσῃ· ποίησον αὐτὸ ἀποθανεῖν, ἵνα μὴ ἀποθάνῃ. Ἐὰν γὰρ μένῃ ζῶν, οὐ ζήσεται· ἐὰν δὲ ἀποθάνῃ, τότε ζήσεται. Τοῦτο καὶ ἐπὶ τῆς ἀναστάσεως γίνεται τῆς καθόλου· πρότερον γὰρ ἀποθανεῖν αὐτὸ δεῖ καὶ ταφῆναι, καὶ τότε γενέσθαι ἀθάνατον. Τοῦτο καὶ ἐν τῷ λουτρῷ γέγονεν· ἐσταυρώθη γοῦν τὸ πρότερον καὶ ἐτάφη, καὶ τότε ἠγέρθη. Τοῦτο καὶ ἐπὶ τοῦ σώματος τοῦ Κυριακοῦ· καὶ γὰρ καὶ ἐκεῖνο ἐσταυρώθη καὶ ἐτάφη καὶ τότε ἀνέστη. θʹ. Τοῦτο τοίνυν καὶ ἡμεῖς ποιῶμεν· ἐπὶ τῶν ἔργων αὐτῶν διηνεκῶς αὐτὸ νεκρώσωμεν. Οὐχὶ τὴν οὐσίαν λέγω, μὴ γένοιτο, ἀλλὰ τὰς ὁρμὰς τὰς ἐπὶ τὰς πονηρὰς πράξεις. Καὶ γὰρ καὶ τοῦτο ζωὴ, μᾶλλον δὲ τοῦτο μόνον ζωὴ, τὸ μηδὲν ἀνθρώπινον ὑπομένειν, μηδὲ ἡδοναῖς δουλεύειν. Ὁ γὰρ ταύταις ἑαυτὸν ὑποτάξας, οὐδὲ ζῇν δύναται λοιπὸν διὰ τὰς ἐξ αὐτῶν ἀθυμίας, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τῶν μυρίων παθῶν ἐσμόν. Ἄν τε γὰρ θάνατος προσδοκηθῇ, τέθνηκε πρὸ τοῦ θανάτου τῷ δέει· ἄν τε νόσον ὑποπτεύσῃ, ἂν ὕβριν, ἂν πενίαν, ἂν ἄλλο τι τῶν ἀδοκήτων, ἀπόλωλε καὶ διέφθαρται. Τί τοίνυν τῆς ζωῆς ταύτης γένοιτ' ἂν ἀθλιώτερον; Ἀλλ' οὐχ ὁ τῷ Πνεύματι ζῶν τοιοῦτος, ἀλλὰ καὶ φόβων καὶ λύπης καὶ κινδύνων καὶ μεταβολῆς ἁπάσης ἕστηκεν ἀνώτερος, οὐ τῷ μηδὲν ὑπομένειν, ἀλλ', ὃ πολλῷ μεῖζόν ἐστι, τῷ καὶ ἐπιόντων αὐτῶν καταφρονεῖν. Πῶς δὲ τοῦτο ἔσται; Ἐὰν τὸ Πνεῦμα διόλου κατοικῇ ἐν ἡμῖν· οὐδὲ γὰρ ἁπλῶς αὐτὸ εἶπεν οἰκεῖν πρὸς βραχὺ, ἀλλ' ἐνοικεῖν διηνεκῶς. ∆ιὰ τοῦτο οὐκ εἶπε, Τὸ ἐνοικῆσαν Πνεῦμα, ἀλλὰ, Τὸ ἐνοικοῦν, τὴν διόλου μονὴν ἐνδεικνύμενος. Οὐκοῦν ζῶν οὗτος μάλιστά ἐστιν ὁ νεκρωθεὶς τῷ βίῳ. ∆ιὸ καὶ ἔλεγε· Τὸ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Καὶ ἵνα σαφέστερον τὸ λεγόμενον γένηται, δύο παρ[αγ]άγωμεν ἀνθρώπους, τὸν μὲν