106
ἐκδεδομένον ἀσωτίαις καὶ ἡδοναῖς καὶ τῇ ἀπάτῃ τοῦ βίου· τὸν δὲ νενεκρωμένον τούτοις· καὶ ἴδωμεν τίς ἐστι μᾶλλον ὁ ζῶν. Ἔστω γὰρ τοῖν δυοῖν τούτοιν ὁ μὲν σφόδρα πλούσιος καὶ ἐπίσημος, παρασίτους τρέφων καὶ κόλακας, καὶ πᾶσαν εἰς τοῦτο ἀναλισκέτω τὴν ἡμέραν, κωμάζων καὶ κραιπαλῶν· ὁ δὲ ἕτερος, πενίᾳ συζῶν καὶ νηστείᾳ καὶ τῇ λοιπῇ σκληραγωγίᾳ τε καὶ φιλοσοφίᾳ, ἐν ἑσπέρᾳ τῆς ἀναγκαίας μεταλαμβανέτω τροφῆς μόνον, ἢ, εἰ βούλει, καὶ δύο καὶ τρεῖς ἄσιτος ἡμέρας μενέτω· τίς οὖν ἡμῖν ἔσται ἐκ τῶν δύο τούτων ὁ μάλιστα ζῶν; Οἱ μὲν πολλοὶ εὖ οἶδ' ὅτι ἐκεῖνον ἡγήσονται, τὸν σκιρτῶντα, καὶ σκορπίζοντα τὰ αὑτοῦ· ἡμεῖς δὲ ἐκεῖνον τὸν συμμετρίας ἀπολαύοντα. Οὐκοῦν ἐπειδὴ μάχη καὶ φιλονεικία τέως ἐστὶν, εἰς τὰς ἑκατέρων εἰσέλθωμεν οἰκίας, καὶ τότε, ὅτε σοι μάλιστα δοκεῖ ζῇν ὁ πλούσιος, ἐν αὐτῷ τῷ καιρῷ τῆς τρυφῆς, καὶ εἰσελθόντες κατίδωμεν ἐν τίσιν ἐστὶν ἑκάτερος τούτων· ἀπὸ γὰρ τῶν πράξεων καὶ ὁ ζῶν καὶ ὁ τεθνηκὼς φαίνεται. Οὐκοῦν τὸν μὲν ἐν βίβλοις εὑρήσομεν ὄντα, ἢ ἐν εὐχῇ καὶ νηστείᾳ, ἢ ἐν ἄλλῳ τινὶ τῶν ἀναγκαίων ἐγρηγορότα, καὶ νήφοντα, καὶ Θεῷ διαλεγόμενον· τὸν δὲ ὑπὸ τῆς μέθης βαπτισθέντα, καὶ νεκροῦ οὐδὲν ἄμεινον διακείμενον ὀψόμεθα· κἂν μέχρι τῆς ἑσπέρας μείνω 60.521 μεν, πλείονα τὸν θάνατον τοῦτον ἐπιόντα αὐτῷ θεασόμεθα, κἀκεῖθεν πάλιν ὕπνον διαδεχόμενον· τὸν δὲ καὶ ἐν νυκτὶ νήφοντα καὶ ἐγρηγορότα. Τίνα οὖν ἂν εἴποιμεν μᾶλλον ζῇν, τὸν ἀναισθήτως κείμενον, καὶ προκείμενον ἅπασι γέλωτα· ἢ τὸν ἐνεργοῦντα, καὶ Θεῷ διαλεγόμενον; Ἐκείνῳ μὲν γὰρ ἂν προσέλθῃς καὶ εἴπῃς τι τῶν ἀναγκαίων, οὐδὲν ἀκούσῃ φθεγγομένου, ὥσπερ οὐδὲ τοῦ νεκροῦ· τούτῳ δὲ κἂν ἐν νυκτὶ, κἂν ἐν ἡμέρᾳ συγγενέσθαι ἐπιθυμήσῃς, ἄγγελον μᾶλλον ὄψει ἢ ἄνθρωπον, καὶ φιλοσοφοῦντα ἀκούσῃ περὶ τῶν ἐν οὐρανῷ πραγμάτων. Ὁρᾷς ὅτι ὁ μὲν ὑπὲρ τοὺς ζῶντας ζῇ, ὁ δὲ καὶ τεθνηκότων ἐλεεινότερον κεῖται; Κἂν ἐνεργεῖν δόξῃ, ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ, καὶ τοῖς μαινομένοις ἔοικε, μᾶλλον δὲ ἐκείνων ἐστὶν ἀθλιώτερος. Εἰς ἐκείνους μὲν γὰρ ἄν τις ὑβρίσῃ, καὶ ἐλεοῦμεν πάντες τὸν ὑβριζόμενον, καὶ ἐπιτιμῶμεν τῷ ὑβρίζοντι· τούτῳ δὲ κἂν ἐναλλόμενόν τινα ἴδωμεν, οὐ μόνον οὐκ ἐπικαμπτόμεθα εἰς ἔλεον, ἀλλὰ καὶ καταψηφιζόμεθα αὐτοῦ κειμένου. Τοῦτο οὖν, εἰπέ μοι, ζωή; ἀλλ' οὐ μυρίων θανάτων χαλεπώτερον; Ὁρᾷς ὅτι οὐ μόνον νεκρὸς ὁ τρυφῶν, ἀλλὰ καὶ νεκροῦ χείρων, καὶ δαιμονῶντος ἀθλιώτερος; Ὁ μὲν γὰρ ἐλεεῖται, ὁ δὲ μισεῖται· καὶ ὁ μὲν συγγνώμης ἀπολαύει, ὁ δὲ κόλασιν δίδωσιν ὑπὲρ ὧν νοσεῖ. Εἰ δὲ ἔξωθεν οὕτως ἐστὶ καταγέλαστος, σεσηπότα σίελον ἔχων, καὶ οἴνου πνέων ὀδωδότος, ἐννόησον τὴν ἀθλίαν ψυχὴν τὴν ὥσπερ ἐν τάφῳ τῷ τοιούτῳ σώματι κατωρυγμένην, πῶς εἰκὸς διακεῖσθαι. Ταυτὸν γὰρ ἔστιν ἰδεῖν, οἷον ἂν εἰ κόρῃ κοσμίᾳ καὶ σώφρονι καὶ ἐλευθέρᾳ καὶ εὐγενεῖ καὶ καλῇ θεραπαινίδα βάρβαρόν τινα καὶ αἰσχρὰν καὶ ἀκάθαρτον ἐνάλλεσθαι καὶ ἐνυβρίζειν μετὰ πολλῆς τις παρασκευάσειε τῆς ἐξουσίας. Τοιοῦτον γὰρ ἡ μέθη. ιʹ. Τίς οὖν οὐκ ἂν ἕλοιτο τῶν νοῦν ἐχόντων μυριάκις ἀποθανεῖν, ἢ μίαν οὕτω ζῆσαι ἡμέραν; Κἂν γὰρ ἡμέρας γενομένης ἐκ τῆς κωμῳδίας ἐκείνης ἀναστὰς δόξῃ νήφειν, οὐδὲ τότε καθαρᾶς ἀπολαύει σωφροσύνης, ἔτι τῆς νεφέλης ἐκείνης τῆς ἀπὸ τοῦ χειμῶνος τῆς μέθης πρὸ τῶν ὀφθαλμῶν ἱσταμένης. Εἰ δὲ καὶ δῴη αὐτὸν καθαρῶς νήφειν, τί τὸ ὄφελος; Εἰς οὐδὲν γὰρ αὐτῷ χρήσιμος ἡ νῆψις αὕτη, ἀλλ' ἢ εἰς τὸ τοὺς κατηγόρους ἰδεῖν. Ὅταν μὲν γὰρ ἀσχημονῇ, τοσοῦτον κερδαίνει, ὅσον οὐκ αἰσθάνεται τῶν γελώντων· ἡμέρας δὲ γενομένης, καὶ ταύτην ἀπόλλυσι τὴν παραμυθίαν, καὶ οἰκετῶν γογγυζόντων, καὶ γυναικὸς αἰσχυνομένης, καὶ φίλων διαβαλλόντων, καὶ ἐχθρῶν καταγελώντων αἰσθανόμενος. Τί ταύτης ἐλεεινότερον γένοιτ' ἂν τῆς ζωῆς, γελᾶσθαι μεθ' ἡμέραν ὑπὸ πάντων, καὶ δείλης πάλιν τὰ αὐτὰ ἀσχημονεῖν; Ἀλλὰ τί; βούλει τοὺς πλεονέκτας εἰς μέσον ἀγάγωμεν; Καὶ γὰρ αὕτη πάλιν ἑτέρα μέθη χαλεπωτέρα· εἰ δὲ μέθη, καὶ θάνατος πάντως πολλῷ χείρων ἐκείνου, ἐπειδὴ καὶ ἡ μέθη χαλεπωτέρα. Καὶ γὰρ οὐχ οὕτω δεινὸν τὸ οἴνῳ μεθύειν, ὡς ἐπιθυμίᾳ χρημάτων· ἐκεῖ μὲν γὰρ ἡ ζημία μέχρι τοῦ