109
Πνεύματι· τὸ γὰρ εἰπεῖν, ὅτι Οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ, τοῦτο ἐδήλωσε. Καὶ πανταχοῦ τοῦτο κατασκευάζει, δεικνὺς ὅτι τὰ μὲν παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς γεγενημένα οὐκ ὀφειλῆς ἦν, ἀλλὰ γυμνῆς χάριτος· τὰ δὲ παρ' ἡμῶν μετὰ ταῦτα γινόμενα, οὐκέτι φιλοτιμίας, ἀλλ' ὀφειλῆς. Καὶ γὰρ ὅταν λέγῃ· Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων, τοῦτο αἰνίττεται· καὶ ὅταν γράφῃ, Οὐκ ἐστὲ ἑαυτῶν, τὸ αὐτὸ τοῦτο δηλοῖ. Καὶ ἑτέρωθι δὲ πάλιν τῶν αὐτῶν ἀναμιμνήσκει τούτων, οὕτω λέγων, ὅτι Εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσι. Τοῦτο δὴ καὶ ἐνταῦθα κατασκευάζων φησίν· Ὀφειλέται ἐσμέν. Εἶτα, ἐπειδὴ εἶπεν, Οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ, ἵνα μὴ τὰ λεγόμενα πάλιν εἰς τὴν τῆς σαρκὸς λάβοις φύσιν, οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγε· Τοῦ κατὰ σάρκα ζῇν Καὶ γὰρ πολλὰ αὐτῇ ὀφείλομεν, τὸ τρέφειν αὐτὴν, 60.524 τὸ θάλπειν, τὸ ἀναπαύειν, τὸ θεραπεύειν νοσοῦσαν, τὸ περιβάλλειν, καὶ μυρία ἕτερα λειτουργεῖν. Ἵν' οὖν μὴ νομίσῃς, ὅτι ταύτην ἀναιρεῖ τὴν διακονίαν, εἰπὼν, Οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ, ἑρμηνεύει αὐτὸ λέγων· Τοῦ κατὰ σάρκα ζῇν. Ἐκείνην γὰρ ἀναιρῶ τὴν σπουδὴν, φησὶ, τὴν ἐπὶ ἁμαρτίαν ἄγουσαν, ὡς τά γε θεραπεύοντα αὐτὴν βούλομαι γίνεσθαι· ὅπερ καὶ προϊὼν ἐδήλωσεν. Εἰπὼν γὰρ τῆς σαρκὸς μὴ ποιεῖσθαι πρόνοιαν, οὐκ ἐσίγησεν, ἀλλ' ἐπήγαγεν, Εἰς ἐπιθυμίας· ὃ δὴ καὶ ἐνταῦθα παιδεύει λέγων, ὅτι Θεραπευέσθω μέν· ὀφείλομεν γὰρ αὐτῇ τοῦτο· μὴ μέντοι κατὰ σάρκα ζῶμεν· τουτέστι, Μὴ ποιῶμεν αὐτὴν κυρίαν τῆς ζωῆς τῆς ἡμετέρας. Ἕπεσθαι γὰρ αὐτὴν ἀναγκαῖον, οὐχ ἡγεῖσθαι, οὐδὲ αὐτὴν ῥυθμίζειν τὸν βίον τὸν ἡμέτερον, ἀλλὰ τοὺς τοῦ Πνεύματος δέχεσθαι νόμους. Τοῦτο τοίνυν διορισάμενος, καὶ κατασκευάσας, ὅτι ὀφειλέται ἐσμὲν τῷ Πνεύματι, εἶτα δεικνὺς τίνων ὀφειλέται εὐεργεσιῶν, οὐ τὰ παρελθόντα λέγει, ἐφ' ᾧ μάλιστα αὐτὸν ἔστιν ἐκπλαγῆναι τῆς συνέσεως, ἀλλὰ τὰ μέλλοντα. Καίτοι γε ἱκανὰ ἦν κἀκεῖνα· ἀλλ' ὅμως οὐ τίθησιν αὐτὰ νῦν, οὐδὲ λέγει τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, ἀλλὰ τὰ μέλλοντα. Οὐδὲ γὰρ οὕτως ἅπαξ ἡ δοθεῖσα εὐεργεσία, ὡς ἡ προσδοκωμένη καὶ μέλλουσα, ἐπάγεσθαι τοὺς πολλοὺς εἴωθε. Καὶ τοῦτο προσθέμενος, πρότερον ἀπὸ τῶν λυπηρῶν φοβεῖ καὶ τῶν κακῶν τῶν γινομένων ἐκ τοῦ κατὰ σάρκα ζῇν, οὕτω λέγων· Εἰ δὲ κατὰ 60.525 σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· τὸν θάνατον ἡμῖν αἰνιττόμενος ἐκεῖνον τὸν ἀθάνατον, τὴν ἐν τῇ γεέννῃ κόλασιν καὶ τιμωρίαν. Μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε τοῦτο, καὶ ἐν τῇ ζωῇ ταύτῃ τέθνηκεν ὁ τοιοῦτος· ὅπερ οὖν καὶ ἐν τῇ πρὸ ταύτης διαλέξει σαφὲς ὑμῖν πεποιήκαμεν. Εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. Ὁρᾷς ὅτι οὐ περὶ φύσεως διαλέγεται σώματος, ἀλλὰ περὶ πράξεων σαρκικῶν; Οὐ γὰρ εἶπεν, Εἰ δὲ Πνεύματι τὴν φύσιν τοῦ σώματος θανατοῦτε, ζήσεσθε, ἀλλὰ, Τὰς πράξεις· καὶ οὐδὲ ταύτας πάσας, ἀλλὰ τὰς πονηράς· καὶ τοῦτο δῆλον ἐν τοῖς ἑξῆς· Εἰ γὰρ τοῦτο ποιήσετε, ζήσεσθε, φησί. Καὶ πῶς ἔνι τοῦτο γενέσθαι, εἰ περὶ πασῶν ὁ λόγος ἦν αὐτῷ; καὶ γὰρ καὶ τὸ ὁρᾷν, καὶ τὸ ἀκούειν, καὶ τὸ φθέγγεσθαι, καὶ τὸ βαδίζειν, τοῦ σώματος πράξεις εἰσὶ, καὶ εἰ μέλλοιμεν αὐτὰς θανατοῦν, τοσοῦτον ἀφέξομεν τοῦ ζῇν, ὅτι καὶ ἀνδροφονίας δώσομεν δίκην. Ποίας οὖν πράξεις φησὶ θανατοῦν; Τὰς ἐπὶ πονηρίαν κινουμένας, τὰς ἐπὶ κακίαν χωρούσας, ἃς οὐδὲ ἄλλως ἔστι θανατῶσαι, ἢ διὰ Πνεύματος. Τὰς μὲν γὰρ ἄλλας ἀποκτείναντα, σεαυτὸν ἀνελεῖν ἐστιν, ὅπερ οὐ θέμις· ταύτας δὲ διὰ Πνεύματος μόνον. Ἂν γὰρ τοῦτο παρῇ, πάντα τὰ κύματα καταστέλλεται, καὶ τὰ πάθη κατέπτηχε, καὶ οὐδὲν ἡμῶν κατεξανίσταται. Εἶδες πῶς ἀπὸ τῶν μελλόντων, ἡμᾶς, ὅπερ ἔμπροσθεν εἶπον, προτρέπει, καὶ δείκνυσιν ὀφειλέτας οὐκ ἀπὸ τῶν ἤδη γεγενημένων μόνον; Οὐ γὰρ τοῦτο μόνον ἐστὶ, φησὶ, τὸ κατόρθωμα τοῦ Πνεύματος, ὅτι τῶν παρελθόντων ἀφῆκεν ἡμᾶς ἁμαρτημάτων, ἀλλ' ὅτι καὶ πρὸς τὰ μέλλοντα ἀχειρώτους κατασκευάζει, καὶ ζωῆς ἀξιοῖ τῆς ἀθανάτου. Εἶτα καὶ ἕτερον τιθεὶς μισθὸν, ἐπήγαγεν· Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ. βʹ. Οὗτος γὰρ πάλιν πολλῷ