1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

111

κολασθῆναι δὲ ἁμαρτάνοντας δέῃ, καὶ ἐνταῦθα πολλὴ ἡ διαφορά. Οὐ γὰρ ὡς ἐκεῖνοι καταλευόμενοι, καὶ καιόμενοι, καὶ ἀκρωτηριαζόμενοι παρὰ τῶν ἱερέων, οὕτω καὶ ἡμεῖς ἐπιστρεφόμεθα, ἀλλὰ ἀρκεῖ τραπέζης ἐκβληθῆναι πατρικῆς, καὶ ἀπὸ ὄψεως ῥητὰς γενέσθαι ἡμέρας. Καὶ ἐπὶ μὲν τῶν Ἰουδαίων ῥήματος ἦν τιμὴ ἡ υἱοθεσία μόνον· ἐνταῦθα δὲ καὶ πρᾶγμα ἠκολούθησεν, ὁ διὰ βαπτίσματος καθαρμὸς, ἡ τοῦ Πνεύματος δόσις, ἡ τῶν ἄλλων ἀγαθῶν χορηγία. Καὶ τούτων δὲ ἕτερα πλείονα ἔστιν εἰπεῖν τὴν παρ' ἡμῖν ἐνδεικνύμενα εὐγένειαν, καὶ τὴν ἐκείνων εὐτέλειαν· ἅπερ ἅπαντα διὰ τοῦ Πνεύματος καὶ τοῦ φόβου καὶ τῆς υἱοθεσίας αἰνιξάμενος, καὶ ἑτέραν ποιεῖται ἀπόδειξιν τοῦ πνεῦμα υἱοθεσίας ἔχειν. Ποῖον δὴ τοῦτο; Ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ. 60.527 γʹ. Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἴσασιν οἱ μύσται, καλῶς ἐπὶ τῆς εὐχῆς τῆς μυστικῆς τοῦτο πρῶτον κελευόμενοι τὸ ῥῆμα λέγειν. Τί οὖν; οὐκ ἐκάλουν καὶ ἐκεῖνοι Πατέρα, φησὶ, τὸν Θεόν; οὐκ ἀκούεις Μωϋσέως λέγοντος· Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες; οὐκ ἀκούεις τοῦ Μαλαχία ὀνειδίζοντος καὶ λέγοντος, ὅτι Θεὸς εἷς ἔκτισεν ἡμᾶς, καὶ εἷς Πατήρ ἐστι πάντων ἡμῶν; Ἀλλ' εἰ καὶ ταῦτα καὶ πλείονα τούτων εἴρηται, οὐδαμοῦ τοῦτο εὑρίσκομεν αὐτοὺς καλοῦντας τὸ ῥῆμα τὸν Θεὸν, οὐδὲ εὐχομένους οὕτως. Ἡμεῖς δὲ ἅπαντες, καὶ ἱερεῖς καὶ ἰδιῶται καὶ ἄρχοντες καὶ ἀρχόμενοι, οὕτως εὔχεσθαι ἐκελεύσθημεν. Καὶ ταύτην πρώτην ἀφίεμεν φωνὴν, μετὰ τὰς θαυμαστὰς ὠδῖνας ἐκείνας, καὶ τὸν ξένον καὶ παράδοξον τῶν λοχευμάτων νόμον. Ἄλλως δὲ, εἰ καὶ ἐκάλεσάν ποτε ἐκεῖνοι, ἀλλ' ἐξ οἰκείας διανοίας· οἱ δὲ ἐν τῇ χάριτι, ἀπὸ πνευματικῆς ἐνεργείας κινούμενοι. Ὥσπερ γὰρ πνεῦμα σοφίας ἐστὶ, καθ' ὃ σοφοὶ οἱ ἄσοφοι ἐγίνοντο, καὶ δηλοῦται τοῦτο ἀπὸ τῆς διδασκαλίας· καὶ πνεῦμα δυνάμεώς ἐστι, καθ' ὃ οἱ ἀσθενεῖς νεκροὺς ἤγειραν, καὶ δαίμονας ἤλασαν, καὶ πνεῦμα χαρίσματος ἰαμάτων, καὶ πνεῦμα προφητείας, καὶ πνεῦμα γλωσσῶν· οὕτω καὶ πνεῦμα υἱοθεσίας. Καὶ ὥσπερ ἴσμεν τὸ πνεῦμα τῆς προφητείας, ἀφ' οὗ ὁ ἔχων αὐτὸ προλέγει τὰ μέλλοντα, οὐκ οἰκείᾳ φθεγγόμενος διανοίᾳ, ἀλλ' ὑπὸ τῆς χάριτος κινούμενος· οὕτω δὴ καὶ πνεῦμα υἱοθεσίας, ἀφ' οὗ ὁ λαβὼν Πατέρα καλεῖ τὸν Θεὸν, ὑπὸ τοῦ Πνεύματος κινούμενος. Ὁ δὲ βουλόμενος δεῖξαι γνησιότητα, καὶ τῇ τῶν Ἑβραίων ἐχρήσατο γλώσσῃ· οὐ γὰρ εἶπε μόνον, Ὁ Πατὴρ, ἀλλ', Ἀββᾶ ὁ Πατὴρ, ὅπερ τῶν παίδων μάλιστά ἐστι τῶν γνησίων πρὸς πατέρα ῥῆμα. Εἰπὼν τοίνυν τὴν ἀπὸ τῆς πολιτείας διαφορὰν, τὴν ἀπὸ τῆς χάριτος τῆς δεδομένης, τὴν ἀπὸ τῆς ἐλευθερίας, ἐπάγει καὶ ἑτέραν ἀπόδειξιν τῆς ὑπεροχῆς τῆς κατὰ τὴν υἱοθεσίαν ταύτην. Ποίαν δὴ ταύτην; Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, φησὶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Οὐ γὰρ ἀπὸ τῆς φωνῆς ἰσχυρίζομαι μόνον, φησὶν, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, ἀφ' ἧς ἡ φωνὴ τίκτεται· τοῦ γὰρ Πνεύματος ὑπαγορεύοντος, ταῦτα λέγομεν. Ὅπερ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν, ὅτι Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κράζον· Ἀββᾶ ὁ Πατήρ. Τί δέ ἐστι, τὸ Πνεῦμα τῷ πνεύματι συμμαρτυρεῖ; Ὁ Παράκλητος, φησὶ, τῷ χαρίσματι τῷ δεδομένῳ ἡμῖν. Οὐ γὰρ τοῦ χαρίσματός ἐστιν ἡ φωνὴ μόνον, ἀλλὰ καὶ τοῦ δόντος τὴν δωρεὰν Παρακλήτου· αὐτὸς γὰρ ἡμᾶς οὗτος ἐδίδαξε διὰ τοῦ χαρίσματος οὕτω φθέγγεσθαι. Ὅταν δὲ τὸ Πνεῦμα μαρτυρῇ, ποία λοιπὸν ἀμφιβολία; Εἰ μὲν γὰρ ἄνθρωπος, ἢ ἄγγελος, ἢ ἀρχάγγελος, ἢ ἄλλη τις τοιαύτη δύναμις τοῦτο ὑπισχνεῖτο, κἂν ἀμφιβάλλειν ἦν εἰκός τινας· τῆς δὲ ἀνωτάτω οὐσίας τῆς καὶ δωρησαμένης τοῦτο, καὶ δι' ὧν ἐκέλευσεν εὔχεσθαι μαρτυρούσης ἡμῖν, τίς ἂν ἀμφισβητήσειε λοιπὸν περὶ τῆς ἀξίας; Οὐδὲ γὰρ βασιλέως χειροτονήσαντός τινα, καὶ ἀνακηρύττοντος τὴν τιμὴν παρὰ πᾶσι, τολμήσειεν ἄν τις τῶν ὑπηκόων ἀντειπεῖν. Εἰ δὲ τέκνα, φησὶ, καὶ κληρονόμοι. Ὁρᾷς πῶς κατὰ μικρὸν αὔξει τὴν δωρεάν; Ἐπειδὴ γὰρ ἔνι καὶ τέκνα εἶναι, καὶ μὴ κληρονόμους γενέσθαι (οὐδὲ γὰρ πάντες κληρονόμοι οἱ παῖδες), ἐπάγει καὶ τοῦτο, ὅτι καὶ κληρονόμοι. Οἱ δὲ Ἰουδαῖοι μετὰ τοῦ μὴ τοιαύτην ἔχειν υἱοθεσίαν καὶ τῆς κληρονομίας ἐξεβλήθησαν. Κακοὺς γὰρ κακῶς ἀπολέσει, καὶ τὸν ἀμπελῶνα