1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

115

σώματος ἡμῶν· τουτέστι, τὴν ἀπηρτισμένην δόξαν. Νῦν μὲν γὰρ ἐν ἀδήλῳ τὰ ἡμέτερα ἕστηκεν ἕως ἐσχάτης ἀναπνοῆς· πολλοὶ γὰρ ὄντες υἱοὶ, γεγόνασι κύνες καὶ αἰχμάλωτοι. Ἂν δὲ μετὰ χρηστῆς καταλύσωμεν ἐλπίδος, τότε ἀκίνητος ἡ δωρεὰ, καὶ σαφεστέρα καὶ μείζων, οὐκέτι τὴν ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρτίας δεδοικυῖα μεταβολήν. Τότε οὖν βεβαία ἔσται ἡ χάρις, ὅταν καὶ τὸ σῶμα ἡμῶν ἀπαλλαγῇ θανάτου, καὶ τῶν μυρίων παθῶν. Τοῦτο γάρ ἐστιν ἀπολύτρωσις, οὐχ ἁπλῶς λύτρωσις, ἀλλ' ὥστε μηκέτι πάλιν ὑποστρέψαι ἐπὶ τὴν προτέραν αἰχμαλωσίαν. Ἵνα γὰρ μὴ ἀπορῇς δόξαν ἀκούων συνεχῶς, καὶ μηδὲν σαφῶς ἐπιστάμενος, ἐκ μέρους ὑπανοίγει τὰ μέλλοντα, τὸ σῶμά σοι μεταβάλλων, καὶ τὴν κτίσιν αὐτῷ συμμεταβάλλων ἅπασαν· ὃ καὶ ἀλλαχοῦ σαφέστερον ἐδήλωσεν εἰπών· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Καὶ ἑτέρωθι πάλιν γράφων ἔλεγεν· Ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. ∆εικνὺς δὲ, ὅτι μετὰ τῆς φθορᾶς τοῦ σώματος καὶ ἡ τῶν βιωτικῶν πραγμάτων κατάστασις οἰχήσεται, ἔγραφε πάλιν ἀλλαχοῦ· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Τῇ γὰρ ἐλπίδι ἐσώθημεν, φησίν. Ἐπειδὴ γὰρ ἐν τῇ τῶν μελλόντων ἐνδιέτριψεν ὑποσχέσει, ἐδόκει καὶ 60.532 τοῦτο λυπεῖν τὸν ἀσθενέστερον ἀκροατὴν, εἴ γε ἐν ἐλπίσι τὰ ἀγαθὰ, πρότερον κατασκευάσας, ὅτι τῶν παρόντων καὶ ὁρωμένων ἐστὶ σαφέστερα, καὶ πολλὰ περὶ τῶν ἤδη δεδομένων δωρεῶν διαλεχθεὶς, καὶ δείξας, ὅτι καὶ ἀπαρχὴν ἐκείνων ἐλάβομεν τῶν ἀγαθῶν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν καὶ τὴν εὐγένειαν ἡμῶν προδῶμεν τὴν ἀπὸ τῆς πίστεως, φησί· Τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ δεῖ πάντα ἐνταῦθα ζητεῖν, ἀλλὰ καὶ ἐλπίζειν. Τοῦτο γὰρ μόνον εἰσηνέγκαμεν τῷ Θεῷ τὸ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ μέλλοντα ἐπαγγειλαμένῳ, καὶ διὰ ταύτης μόνον ἐσώθημεν τῆς ὁδοῦ. Ἂν τοίνυν αὐτὴν ἀπολέσωμεν, τὸ πᾶν τῆς ἡμετέρας εἰσφορᾶς ἀπωλέσαμεν. Ἐρωτῶ γάρ σε, φησὶν, οὐχὶ μυρίων ὑπεύθυνος ἦς κακῶν; οὐχὶ ἀπεγνωσμένος; οὐχὶ ἀποφάσει ὑποκείμενος; οὐχὶ πάντες ἠτόνουν πρὸς τὴν σωτηρίαν τὴν σήν; τί οὖν σε ἔσωσε; Τὸ εἰς τὸν Θεὸν ἐλπίσαι μόνον, καὶ πιστεῦσαι αὐτῷ περὶ ὧν ἐπηγγείλατο καὶ ἔδωκε, καὶ πλέον οὐδὲν ἔσχες εἰσενεγκεῖν. Εἰ τοίνυν αὕτη σε ἔσωσε, ταύτην κάτεχε καὶ νῦν. Ἡ γὰρ τοσαῦτά σοι παρασχοῦσα ἀγαθὰ, εὔδηλον ὅτι οὐδὲ περὶ τῶν μελλόντων σε ψεύσεται. Ὅπου γὰρ νεκρὸν λαβοῦσα καὶ ἀπολωλότα καὶ αἰχμάλωτον καὶ ἐχθρὸν, φίλον ἐποίησε καὶ υἱὸν καὶ ἐλεύθερον καὶ δίκαιον καὶ συγκληρονόμον, καὶ τοσαῦτα παρέσχεν, ὅσα μηδὲ προσεδόκησέ τίς ποτε· πῶς μετὰ τὴν τοσαύτην φιλοτιμίαν τε καὶ οἰκείωσιν οὐ προσήσεταί σε ἐν τοῖς ἑξῆς; Μὴ τοίνυν μοι λέγε· Πάλιν ἐλπίδες, πάλιν προσδοκίαι, πάλιν πίστις. Οὕτω γὰρ ἐξ ἀρχῆς ἐσώθης, καὶ ταύτην τὴν προῖκα εἰσήνεγκας τῷ νυμφίῳ μόνον. Κάτεχε τοίνυν αὐτὴν καὶ διατήρει. Ἂν γὰρ ἐνταῦθα πάντα ἀπαιτῇς ἀπώλεσάς σου τὸ κατόρθωμα, δι' οὗ λαμπρὸς ἐγένου. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἐλπὶς δὲ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα. Τουτέστιν· Εἰ πάντα ἐνταῦθα μέλλεις ζητεῖν, τίς χρεία ἐλπίδος; Τί οὖν ἐστιν ἡ ἐλπίς; Τὸ τοῖς μέλλουσι θαῤῥεῖν. Τί γὰρ μέγα αἰτεῖ παρὰ σοῦ ὁ Θεὸς, αὐτὸς ὁλόκληρα οἴκοθεν διδοὺς τὰ ἀγαθά; Ἓν αἰτεῖ παρὰ σοῦ μόνον, ἐλπίδα, ἵνα ἔχῃς τι καὶ αὐτὸς συνεισενεγκεῖν εἰς τὴν σὴν σωτηρίαν· ὅπερ οὖν καὶ αἰνιττόμενος ἐπήγαγεν· Εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα. Ὥσπερ γὰρ τὸν πονοῦντα καὶ ταλαιπωροῦντα καὶ μυρία κάμνοντα, οὕτω καὶ τὸν ἐλπίζοντα ὁ Θεὸς στεφανοῖ· τὸ γὰρ τῆς ὑπομονῆς ὄνομα ἱδρώτων ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς. Ἀλλ' ὅμως ἐχαρίσατο καὶ τοῦτο τῷ ἐλπίζοντι, ἵνα παραμυθήσηται τὴν ἀποκαμοῦσαν ψυχήν. ζʹ. Εἶτα δεικνὺς, ὅτι πρὸς τὸ κοῦφον τοῦτο πολλῆς ἀπολαύομεν βοηθείας, ἐπάγει· Ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. Τὸ μὲν γὰρ